ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΑΝΑΠΝΟΗΣ
ΒΙΒΛΙΟΝ.
1. Τίς ἡ τῆς ἀναπνοῆς χρεία; ὅτι γὰρ οὐχ
2. ἡ τυχοῦσα, φανερὸν ἐκ τοῦ μηδὲ βραχύτατον ἡμᾶς χρόνον
3. ἀρκεῖν δύνασθαι, ἀπολλυμένης αὐτῆς. ᾧ καὶ δῆλον, ὅτι
4. πρὸς οὐδεμίαν τῶν κατὰ μέρος ἐνεργειῶν, ἀλλ’ εἰς αὐτὴν
5. τὴν ζωὴν διαφέρει. ὥσπερ γὰρ, ὅσα γέγονε πρὸς τὸ βαδίζειν,
6. τούτων στερηθέντες εἰς τὸ βαδίζειν βλαπτόμεθα,
7. καὶ ὅσα πρὸς τὸ βλέπειν χρήσιμα, τούτων στερηθέντες
8. οὐ βλέπομεν, οὕτως, ὅσα πρὸς τὸ ζῇν ἀναγκαῖα, τούτων
1. στερηθέντες ἀποθνήσκομεν. τί ποτε οὖν τηλικοῦτόν ἐστι
2. τὸ παρὰ τῆς ἀναπνοῆς ἡμῖν χρηστόν; ἆρά γε τῆς ψυχῆς
3. αὐτῆς ἐστι γένεσις, ὡς Ἀσκληπιάδης φησίν; ἢ γένεσις μὲν
4. οὐχὶ, ῥῶσις δέ τις, ὡς τοῦ Νικάρχου Πραξαγόρας; ἢ τῆς
5. ἐμφύτου θερμασίας ἀνάψυξίς τις, ὡς Φιλιστίων τε καὶ Διοκλῆς
6. ἔλεγον; ἢ καὶ θρέψις καὶ ἔμψυξις, ὡς Ἱπποκράτης;
7. ἢ τούτων μὲν οὐδὲν, ἐπιπληρώσεως δὲ ἕνεκεν ἀρτηριῶν
8. ἀναπνέομεν, ὡς Ἐρασίστρατος οἴεται; σχεδὸν γὰρ τοσαῦται
9. γεγόνασιν αἱρέσεις περὶ χρείας ἀναπνοῆς, εἰ καί τινες τῶν
10. εἰρημένων δοκοῖεν μὴ διαφέρειν, ὥσπερ ἥ τε τῶν λεγόντων
11. ῥώννυσθαι τὴν ἔμφυτον θερμασίαν ὑπὸ τῆς ἀναπνοῆς, καὶ
12. ἡ τῶν ῥιπίζεσθαι. διαφέρουσι γὰρ οὐδὲν αὗται τῆς λεγούσης
13. ἐμψύχεσθαι· πλὴν οὐ τὴν λέξιν χρὴ, ἀλλὰ τὴν διάνοιαν
14. σκοπεῖν, ἥτις ἐν ἁπάσαις ἐστὶ μία. τὴν γὰρ
15. ψύξιν οὐκ αὐτὴν δήπου δι’ αὑτὴν, ὥσπερ οὐδὲ τὴν ῥίπισιν,
16. ἢ τὴν ῥῶσιν, ἀλλ’ ὅτι φυλάττουσι τὴν ἔμφυτον θερμότητα,
17. διὰ τοῦτο εἶναί φασι χρησίμους. καὶ εἰ τοῦτό ἐστι
1. τὸ κοινὸν ταῖς τρισὶ δόξαις, ἡ φυλακὴ τῆς ἐμφύτου θερμασίας,
2. χαλεπὸς ὁ περὶ πασῶν αὐτῶν γίνεται λόγος καὶ δυσδιαίρετος,
3. ὅτι ψυχῆς οὐσίαν οὐκ ἴσμεν. εἴπερ οὖν ἐνέργεια
4. μὲν ψυχῆς ἡ ζωὴ, μεγάλα δ’ αὐτὴ φαίνεται πρὸς τῆς ἀναπνοῆς
5. ὠφελεῖσθαι, μέχρι πόσου τὸν τρόπον τῆς ὠφελείας
6. ἀγνοεῖν εἰκός ἐστιν ἡμᾶς; μέχρις ἂν, οἶμαι, τὴν οὐσίαν τῆς
7. ψυχῆς ἀγνοῶμεν. ἀλλ’ ὅμως τολμητέον τε καὶ ζητητέον τὸ
8. ἀληθές. εἰ γὰρ καὶ μὴ τύχωμεν αὐτοῦ, πάντως δήπου
9. πλησιέστερον, ἢ νῦν ἐσμεν, ἀφιξόμεθα. καὶ πρῶτόν γε δύο
10. κεφάλαια πασῶν τῶν εἰρημένων αἱρέσεων ποιησάμενοι, πότερον
11. αὐτῶν ἀληθέστερόν ἐστιν, εὑρεῖν πειραθῶμεν. ἐοίκασι
12. γὰρ αἱ μὲν εἰς τὴν οὐσίαν ἀποβλέπειν τοῦ εἰσπνεομένου
13. ἀέρος, αἱ δὲ εἰς τὴν ποιότητα. τὸ μὲν οὖν γεννᾶσθαι
14. λέγειν τὴν ψυχὴν, καὶ τὸ τρέφεσθαι, καὶ τὸ τὰς
15. ἀρτηρίας ἐπιπληροῦσθαι, τὴν οὐσίαν ἐστὶ μόνον αἰτιωμένων,
16. τὸ δὲ ῥιπίζεσθαι, καὶ ῥώννυσθαι, καὶ ψύχεσθαι, τὴν
17. ποιότητα· καθ’ ὃν, οἶμαι, λόγον καὶ σιτίον ὁ μὲν ὡς
1. γλυκὺ προσφερόμενος, ἢ αὐστηρὸν, ἢ θερμὸν, ἢ ψυχρὸν,
2. τὴν ποιότητα μόνον, ὁ δ’ ὡς τρέφον, εἰς τὴν οὐσίαν ἀποβλέπων
3. αἴρεται. τοῦτ’ οὖν πρῶτον διορισόμεθα, πότερον
4. αὐτῆς τῆς οὐσίας χρῄζομεν τοῦ κατὰ τὴν εἰσπνοὴν ἐρχομένου
5. ἀέρος, ἢ τῆς ποιότητος, ἢ ἀμφοτέρων.