6. Ἐπεὶ τοίνυν εἰσπνεύσαντες μὲν τῆς μὲν
7. οὐσίας εὐποροῦμεν, πνιγόμεθα δὲ οὐδὲν ἧττον, ἢ εἰ μηδόλως
8. εἰσεπνεύσαμεν, ἐμφαίνεσθαι δοκεῖ τὸ μὴ δεῖσθαι τῆς
9. οὐσίας. ἀλλὰ πρὸς τοῦθ’ ὁ Ἐρασίστρατός φησιν, ὅτι μηδ’
10. ἕλκειν δύναται τὸν ἐκ τοῦ πνεύμονος ἀέρα κατὰ τὴν τῆς
11. ἀναπνοῆς ἐπίσχεσιν ἡ καρδία· φυλάττεσθαι γὰρ τῶν ἀναπνευστικῶν
12. ὀργάνων τὸν ἴσον ὄγκον τῆς διαστάσεως ἐν
13. ταῖς τοιαύταις καταστάσεσιν. εἴπερ οὖν εἵλκυσέ τι μέρος
14. ἀέρος ἡ καρδία, κενὸς ἂν ὁ τοῦ καταληφθέντος ἐγένετο τόπος.
15. τοῦτο δὲ ἐγένετο ἀδύνατον. ἵν’ οὖν μὴ γένηται ἀδύνατον,
16. οὐδὲ μεταλήψεσθαί φησι τὴν ἀρχήν. δεῖ γὰρ, ἵνα
17. τι μεταληφθῇ, μὴ μόνον εἶναι τὸ ἕλξον, ἀλλὰ καὶ τὸ μεταδιδοῦν·
1. οὐ μεταδίδωσιν δὲ ὁ θώραξ, τὸν ἴσον ὄγκον τῆς
2. διαστάσεως φυλάττων, οὐδ’ οὖν οὐδ’ ἡ καρδία δύναται
3. μεταλαμβάνειν, ἀλλ’ ἐπιχειρεῖ μὲν, ὡς ἔμπροσθεν,
4. ἀνύει δ’ οὐδὲν, κᾀντεῦθεν τὸ πνίγεσθαι. ἐπεὶ τοίνυν, ἵν’
5. ἑλκύσῃ τι τοῦ ἀέρος ἡ καρδία, συγχωρεῖν χρὴ τὸν θώρακα,
6. συγχωρεῖ δ’, ἡνίκα μεταβάλλῃ τὴν διάστασιν, μεταβάλλει
7. δ’ εἰσπνεόντων ἢ ἐκπνεόντων, τηνικαῦτα ἡ καρδία
8. μεταλήψεται. ταυτὶ μὲν ὁ Ἐρασίστρατος. οἱ δ’ ἀντιλέγοντες
9. αὐτῷ πρῶτα μὲν οὐδ’ ἀποδεῖξαί που, μηδ’ ὅλως παρεσπάρθαι
10. τοῖς σώμασί που κενὸν, ἀλλ’ ὅτι μὴ ἀθρόον,
11. ὑπομιμνήσκουσιν· ἔπειτα δὲ, εἰ καὶ τοῦτο συγχωρηθείη, τὸ
12. μηδ’ ὅλως ἐν τῷ κόσμῳ μηδαμοῦ παραπεπλέχθαι κενὸν, ἀλλά
13. τοί γ’ οὐκ ἀδύνατον εἶναί φασι, τὴν αὐτὴν οὐσίαν, χεομένην τε
14. καὶ πάντη τεινομένην, μείζονα τοῦ πρόσθεν τόπον ἐπιλαμβάνειν·
15. καὶ τρίτον, ὅτι τοῖς ἐναργέσιν ὁ λόγος αὐτοῦ μάχεται.
16. βλέπομεν γὰρ, ὡς ἕλκει κατὰ τὰς ἐπισχέσεις τῆς ἀναπνοῆς ἡ
17. καρδία τὸν ἐκ τοῦ πνεύμονος ἀέρα. τοῦτο δ’ ἕπεται τῷ διαστέλλεσθαι
1. τὴν καρδίαν. οὐδὲ γὰρ ἐνδέχεται κατ’ αὐτὸν, διαστέλλεσθαι
2. μὲν, μηδὲν δ’ ἕλκειν· κενὸς γὰρ ἂν οὕτω γένοιτο τόπος.
3. εἰ δ’ οὐ διαστέλλεται, δῆλον ὡς οὐδὲ κινεῖται. ἀλλὰ μὴν
4. φαίνεται κινουμένη· τὸ ἐναντίον ἄρα τοῦ πρώτου ὑπερφαίνεται,
5. τὸ τὴν καρδίαν ἕλκειν ἐν ταῖς ἐπισχέσεσιν τῆς ἀναπνοῆς
6. τὸν ἀέρα. πρὸς δὲ ταῦθ’ οἱ Ἐρασιστράτειοι πάλιν ἀμφισβητοῦσι
7. περί τε χύσεως καὶ συστολῆς τὰ ἐναντία σκευάζειν
8. πειρώμενοι καὶ περὶ τῆς κενοῦ παραπλοκῆς, καὶ ὡς ἡ
9. μὲν καρδία παρὰ μὲν τοῦ πνεύμονος οὐδὲν ἕλκει τηνικαῦτα,
10. παρὰ μέντοι τῆς μεγάλης ἀρτηρίας, ᾗ πρόσθεν ἐχορήγει.
11. τινὲς δὲ οὐδὲ διαστέλλεσθαι ἢ συστέλλεσθαι λέγουσιν
12. αὐτὴν, ἀλλ’ οἷον κραδαίνεσθαι. τὰ μὲν γὰρ ὑπὸ τῶν περὶ
13. τὸν Ἀσκληπιάδην εἰρημένα κάλλιον εἶναί μοι δοκεῖ παραλιπεῖν,
14. ἄτοπά τε φανερῶς ὄντα καὶ τῶν προσηκόντων ἐλέγχων
15. ὑπὸ Ἀσκληπιάδου τετυχηκότα. διττὴν οὖν ἀνάγκη πρός γε
16. τούτους γενέσθαι τὴν ἀντιλογίαν, πρὸς μὲν τοὺς παρὰ τῆς
17. ἀρτηρίας ἕλκεσθαι τὸν ἀέρα λέγοντας, ἀντιλέγοντας τὴν
18. διὰ τῶν ὑμένων ἐπίφυσιν κωλύουσαν, ὡς αὐτὸς ὁ Ἐρασίστρατος
1. εἴρηκε, πρὸς δὲ τοὺς κραδαίνεσθαι μόνον, ὅτι παρὰ
2. τὸ φαινόμενον λέγουσι· φαίνεται γὰρ ἐν μέρει διαστελλομένη
3. τε καὶ συστελλομένη· κοινὴν δ’ αὖ πρὸς ἀμφοτέρους, τὴν πασῶν
4. τῶν ἀρτηριῶν κίνησιν ὁμοίως γινομένην κατὰ τε τὴν ἀναπνοὴν
5. καὶ τὴν ἐπίσχεσιν. ἡ μὲν οὖν περὶ χύσεως οὐσίας ζήτησις
6. εἰς τὸ ἀπέραντον μῆκος λόγου ἑκατέροις ἐκπίπτει. πρὸς δὲ
7. τὸ μὴ δύνασθαι παρὰ τῆς μεγάλης ἀρτηρίας ἑλκύσαι τι τὴν
8. καρδίαν διὰ τὴν τῶν ὑμένων ἐπίφυσιν ἀπολογούμενοι
9. φασὶ, περὶ τῆς κατὰ φύσιν οἰκονομίας ταῦτα εἰρηκέναι τὸν
10. Ἐρασίστρατον, οὐ περὶ τῆς βιαίου καὶ παρὰ φύσιν. ἐπειδὴ
11. γὰρ ἀναγκαῖόν ἐστι διαστελλομένην ἑλκύσαι τὴν καρδίαν,
12. ὅταν μὲν ἐκ τοῦ πνεύμονος ἕλκειν ἔχῃ, παρὰ τῆς μεγάλης
13. ἀρτηρίας μὴ λαμβάνεσθαι, κωλυόντων τῶν ὑμένων·
14. ὅταν δ’ ἀπορῇ τῆς ἐκ τοῦ πνεύμονος χορηγίας, τηνικαῦτα
15. ἐκ τῆς μεγάλης ἀρτηρίας ἀντισπᾷν, βιαζομένην τοὺς ὑμένας.
16. περὶ δὲ τῆς τῶν ἀρτηριῶν κινήσεως, ὁμοίως ἔν τε ταῖς
17. ἀναπνοαῖς καὶ ταῖς ἐπισχέσεσι γιγνομένης, οὔ φασι χρῆναι
1. θαυμάζειν οἱ Ἐρασιστράτειοι, τοσοῦτον γὰρ μόνον παραλλάττειν
2. αὐτὴν τῆς ἐν τῷ κατὰ φύσιν διοικήσεως, ὅτι μὴ
3. παρὰ τοῦ πνεύμονος, ἀλλὰ παρὰ τῆς μεγάλης ἀρτηρίας ἡ
4. καρδία τὴν ὁλκὴν τοῦ πνεύματος ποιησαμένη πάλιν εἰς
5. ἐκείνην πέμπει· καὶ δι’ αὐτό γέ φασι πνίγεσθαι τὸ ζῶον,
6. ὅτι τῆς παρὰ τοῦ πνεύμονος ἐστέρηται χορηγίας. τὰ μὲν δὴ
7. πρὸς ἑκατέρων ἀντιλεγόμενα τοιαῦτα τετύχηκεν ὄντα, καὶ
8. πρὸς τούτοις ἔτι τὸ μήπω μὲν εἰρημένον, νῦν δὲ ἰδίᾳ καὶ
9. χωρὶς τῶν ἄλλων εἰρησόμενον, ὅτι μοι δοκεῖ περαίνειν
10. ἐναργέστατον μόνον. ἐν μὲν γὰρ δὴ ταῖς ἐπισχέσεσι τῆς
11. ἀναπνοῆς τί τὸ κωλῦόν ἐστιν ἕλκειν μὲν τὴν καρδίαν ἐκ
12. τοῦ πνεύμονος ἀέρα, συστέλλεσθαι δὲ τὸν θώρακα, πεφυκότα
13. γε τοῦτο πάσχειν; εἰ μὲν γὰρ μήτε διαστῆναι, μήτε
14. συνιζῆσαι δυνάμενον ὄργανον ἦν, ἴσως ἃν τινα νοῦν εἶχε τὸ
15. πρὸς Ἐρασιστράτου λεγόμενον. ἐπειδὴ δὲ κατ’ αὐτὸν ἐκεῖνον
16. συστέλλεσθαι δύναται, τί κωλύει καὶ νῦν εἰς τοσοῦτον
17. συνιζάνειν αὐτὸν, εἰς ὅσον ὑπὸ τῆς καρδίας ἐκκενοῦται;
18. τά τε γὰρ ἄλλα καὶ διὰ μυῶν ὑπὸ τῆς τοῦ ζώου
1. προαιρέσεως κινεῖσθαί φησιν ὁ Ἐρασίστρατος τὸν θώρακα,
2. κᾂν ὁτιοῦν χαλεπὸν θλίψῃ πανταχόθεν αὐτὸν τοῖς μυσὶ,
3. μετὰ τοῦ κωλῦσαι τὴν ἄνωθεν κένωσιν, ὅπερ ἐν ταῖς καλουμέναις
4. τοῦ πνεύματος καταλήψεσι κᾀν ταῖς ἀποπατήσεσι
5. γίνεται. πανταχόθεν γὰρ ἐν ταῖς τοιαύταις ἐνεργείαις
6. θλίβομέν τε τὸν θώρακα καὶ συστέλλομεν, βιαίως κλείσαντες
7. τὸν ἄνω πόρον τῆς τραχείας ἀρτηρίας, ὡς μηδὲν δι’
8. αὐτῆς κενοῦσθαι. ὡς, εἴγε μὴ μόνον θλίψαιμεν, ἀλλὰ καὶ
9. τοῦτον ἀνοίξαιμεν, λάβρος ἐκτὸς ὁ ἀὴρ μετά τινος φέρεται
10. ψόφου, καὶ καλεῖται τὸ τοιοῦτον ἐκφύσησίς τις, ἀπὸ τῆς
11. ἀψόφου μόνον ἐκπνοῆς διαφέρουσα πλήθει καὶ τάχει
12. κενώσεως. ἵνα γὰρ εἰσπνευσθεὶς ἀὴρ ἀθρόως αὖθις ἀντεκπνευσθῇ,
13. τάσεως πολλῆς πανταχόθεν ἐδέησε τῷ θώρακι.
14. τὸ μὲν δὴ τῆς τάσεως κοινὸν τρισὶν ἐνεργείαις, τὸ δὲ
15. ἠνεῶχθαι τὸν ἄνω πόρον ἴδιον τῆς ἐκφυσήσεως. οὐδὲν μὲν
16. οὖν χαλεπὸν, οὐδ’ ὅταν ἐπέχωμεν τὴν ἀναπνοὴν, θλίβειν
17. πανταχόθεν τὸν θώρακα, κλείσαντας τὸν ἄνω πόρον· οὕτως
1. γὰρ οὐχ ὅπως ἀντιπράττειν, ἀλλὰ καὶ συνεργεῖν ἑλκούσῃ
2. τῇ καρδίᾳ δυνήσεται. καὶ φανερῶς ἐξελήλεγκται ψεῦδος ὂν
3. τὸ πρὸς Ἐρασιστράτου λεγόμενον, ὡς οὐχ οἷόν τέ ἐστι τὴν
4. καρδίαν μεταλαβεῖν ἐκ πνεύμονος ἀέρα κατὰ τὰς ἐπισχέσεις
5. τῆς ἀναπνοῆς. ἔστι γὰρ ἑκάστῳ τὴν πεῖραν ἐφ’ ἑαυτοῦ
6. λαβεῖν, μυριάκις εἰσπνεύσαντα πλεῖστον θλίβειν πανταχόθεν
7. τὸν θώρακα καὶ μηδὲν ἀντεκπνέοντα. φανήσεται γὰρ
8. σφύζουσα μὲν ἐν τούτῳ ἡ καρδία, πνιγόμενος δ’ ὁ ἄνθρωπος,
9. καὶ τοσοῦτόν γε μᾶλλον καὶ θᾶττον πνιγόμενος, ὅσον
10. πλεῖον εἰσέπνευσεν. ὅπερ καὶ αὐτὸ μετρίως ἐνδείκνυται, μὴ
11. τῆς οὐσίας, ἀλλὰ τῆς ποιότητος τοῦ πνεύματος δεῖσθαι τὴν
12. καρδίαν. εἰ γὰρ ἡ καρδία τῆς οὐσίας ἐδεῖτο, μειζόνως ἂν
13. ἐκ τῆς ἀπορίας αὐτῆς, ἤπερ ἐκ τῆς αὐτῆς εὐπορίας, αἱ βλάβαι
14. συνέπιπτον. οὐ μὴν φαίνεταί γε τοῦτο γιγνόμενον, ἀλλ’,
15. ὅταν εὐπορῇ πλείστου πνεύματος, ἀνιᾶται τηνικαῦτα μάλιστα.
16. τρίτον ἐπὶ τούτοις οὐ τὸ τυχὸν γνώρισμα τὸ τὴν
17. ἴασιν τοῖς οὕτω πνιγομένοις ἐκπνοὴν εἶναι. χρῆν δὲ μᾶλλον
18. εἰσπνοὴν εἶναι, εἰ δι’ ἔνδειαν οὐσίας ἀέρος ἐπνιγόμεθα.
1. τρία δὴ ταῦτα φανερῶς καταβάλλει τὸν Ἐρασιστράτου λόγον,
2. ἓν μὲν δὴ καὶ πρῶτον, τὸ δύνασθαι τὴν καρδίαν ἕλκειν
3. ἀέρα κατὰ τὰς τῆς ἀναπνοῆς ἐπισχέσεις, οὐδὲν γὰρ ἐφάνη
4. πρὸς τοῦτο ἀντιπράττων ὁ θώραξ, ἕτερον δὲ δεύτερον, τὸ
5. τηνικαῦτα πνίγεσθαι μᾶλλον, ἡνίκα εἰσπνεύσωμεν πλέον,
6. καὶ τρίτον, τὸ μηδ’ εἰ πάνυ σφόδρα θλίβομεν τὸν θώρακα
7. πανταχόθεν ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς, δαπανᾶσθαι
8. τὸν ἀέρα πρὸς τῆς καρδίας, ἀλλ’ ὀρέγεσθαι τὸ
9. ζῶον ἐκπνεῦσαι, καὶ τοῦτ’ εἶναι τὸ τῆς πνίξεως ἄκος. ἐκ
10. τούτων μὲν δὴ φανερῶς περαίνεται τὸ μὴ δι’ ἔνδειαν οὐσίας
11. ἀέρος, ἀλλὰ δι’ ἄλλο τι πνίγεσθαι τὰ ζῶα. πρὸς δὲ τὰς
12. ὑπολοίπους τῶν εἰρημένων ἀμφισβητήσεων αὖθις μεταβάντες,
13. ἐπισκεψώμεθα πρότερον, οἳ λέγουσιν ἀληθέστερα. καὶ
14. πρώτην γε πάλιν ἐξ αὐτῶν μεταχειρισόμεθα τὴν περὶ τῆς
15. κινήσεως τῶν ἀρτηριῶν. οἱ γάρ τοι τοῖς Ἐρασιστρατείοις
16. ἀμφισβητοῦντες ἀλλοιοῦσθαί φασι χρῆναι τὴν κίνησιν τῶν
17. ἀρτηριῶν παρὰ τὸν τῆς ἐπισχέσεως καιρὸν, ἄν τε κραδαίνεσθαι
18. τὴν καρδίαν μόνον, ἄν τε καὶ καταστέλλεσθαι ὑποθῆται.
1. κραδαινομένης μὲν γὰρ, παντάπασιν ἀκινήτους χρὴ
2. ἐγγίνεσθαι, μηδὲν λαμβανούσας παρ’ αὐτῆς, διαστελλομένης
3. δὲ καὶ συστελλομένης, διπλοῦν φαίνεσθαι δεῖ τὸν σφυγμόν.
4. ἐν μὲν γὰρ δὴ τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον συστελλομένη
5. μὲν τὸ πνεῦμα ταῖς ἀρτηρίαις ἔπεμπεν,
6. αἱ δὲ πληρούμεναι διεστέλλοντο· διαστελλομένη δὲ ἥδ’
7. εἷλκεν ἐκ τοῦ πνεύματος, αἱ δὲ τηνικαῦτα κενούμεναι
8. συνεστέλλοντο. κατὰ δὲ τὸν ἐπισχέσεως καιρὸν, ἐπειδὴ διαστελλομένη
9. παρὰ τῶν ἀρτηριῶν ἕλκει, παντί που δῆλον, ὅτι
10. παλινδρομήσει τὸ δι’ αὐτῶν πρότερον ἐκ τῆς καρδίας
11. ἐνηνεγμένον πνεῦμα. καὶ οὕτως, εἰ μὲν ἴσον εἴη τῷ πρόσθεν,
12. ἴσην καὶ ποιήσεται τὴν διαστολὴν ἀρτηριῶν, εἰ δὲ μεῖον,
13. ἐλάττονα πάντως ἢ πρόσθεν ποιήσεται διαστολὴν, καὶ αὐτὴν
14. δηλονότι κατὰ τὸν καιρὸν ἐκεῖνον ποιήσεται, καθ’ ὃν
15. συνεστέλλετο πρότερον. τοῦτο δὲ οὐδέν ἐστιν ἄλλο, ἢ διπλασιασθῆναι
16. τὰς κινήσεις τῶν ἀρτηριῶν. οὐ μὴν φαίνεται
17. οὕτως γινόμενον· ᾧ δῆλον, ὅτι ψευδεῖς αἱ ὑποθέσεις εἰσίν.
18. ἔτι δὲ καὶ τοῦτο ἐπανερωτῶσιν, εἰ μηδὲν ἐκ τῶν ἀρτηριῶν
1. κενοῦται περὶ τὸν τῆς ἐπισχέσεως καιρόν. ἔμπροσθεν μὲν
2. γὰρ, ἡνίκα ἔπνει κατὰ φύσιν τὸ ζῶον, αὐτὸς ὁ Ἐρασίστρατος
3. οἴεται πᾶν ἐκκενοῦσθαι τὸ παρὰ τῆς καρδίας ἐκπεμπόμενον
4. αὐταῖς. δῆλον ὡς ἐκτὸς τοῦ σώματος ἐκρίνετο, ἤ
5. πως ἄλλως ἐκενοῦτο. νυνὶ δὲ τί ποτε φήσουσιν; ἆρα διεξέρχεσθαι
6. μὲν οὕτως ὠκέως αὐτὸν διὰ τῶν ἀρτηριῶν, ὥσπερ
7. καὶ πρόσθεν, οὖ μὴν ἐκκενοῦσθαι τὸ βραχύτατον αὐτοῦ;
8. καὶ πῶς ἐνδέχεται; ἀλλὰ κενοῦσθαι μὲν, οὐ μὴν ἕλκεσθαι
9. αὖθις ἐκ τοῦ περιέχοντος, ὅταν ἡ καρδία παρὰ τῶν ἀρτηριῶν
10. ἀνέλκῃ διαστελλομένη; οὐδὲ τοῦτο εἰπεῖν ἐγχωρεῖ. καὶ
11. μὴν, εἴπερ ὅλως ἐστὶν ἀδύνατον ἐν τῷ διαστέλλεσθαι τὴν
12. καρδίαν ἕλκεσθαί τι παρὰ τῶν ἀρτηριῶν ἔξωθεν, ἐκ τοῦ
13. περιττοῦ θώραξ καὶ πνεύμων ἐγένετο. οὐδὲ γὰρ τοῦτο ἔστιν
14. εἰπεῖν, ὡς ἔλαττον ἂν εἷλκεν ἐκ τῶν ἀρτηριῶν, ἢ τοῦ πνεύμονος,
15. ὅπου, τῶν ὑμένων ἐπικειμένων, ἕλκειν οὐδὲν ἧττον
16. δύναται. δηλοῦνται δὲ ταῦτ’ ἐκ τοῦ μεγέθους τῶν σφυγμῶν.
17. παντί που δῆλον, ὡς πολὺ μᾶλλον εἷλκεν ἂν, εἰ μηδ’ ἐπεφύκεισαν
1. ὑμένες ἐν τῷ στόματι τῆς μεγάλης ἀρτηρίας. τὸ
2. δ’ ὅλον, εἰ μήθ’ ἡ καρδία μήτε τις τῶν κατὰ μέρος ἀρτηριῶν
3. ἀποροίη πνεύματος, ἐν ταῖς τῆς ἀναπνοῆς ἐπισχέσεσιν,
4. ὡς δηλοῦσιν αὐτῶν αἱ διαστολαὶ, τὸν ἴσον ὄγκον τὸν πρόσθεν
5. διασώζουσαι, τὸ πνίγεσθαι δὲ δέχεται σαφῶς, δηλοῦν,
6. ὡς οὐχὶ τῆς οὐσίας αὐτῆς τοῦ ἀέρος ἔνδεια πνίγει τὰ ζῶα.
7. δήλη μὲν ἤδη καὶ ἡ Ἀσκληπιάδειος ἐξηλεγμένη δόξα μετὰ
8. τῆς Ἐρασιστράτου. δήλη τε καὶ ἡ Πραξαγόρου, καὶ Φιλοτίμου,
9. καὶ εἴ τις ἕτερος ἕνεκα θρέψεως μόνης τοῦ ψυχικοῦ
10. πνεύματος ἀναπνεῖν ἡμᾶς φησι. πρόσκειται δ’ ἐν τῷ λόγῳ
11. τὸ, μόνης, εὐλόγως. οὐδὲ γὰρ, ὡς μὴ ἐνδέχεται τρέφεσθαι
12. τὸ ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς, ἀπέδειξεν ὁ λόγος,
13. ἀλλ’ ὡς τὸ πνίγεσθαι τοῖς ζώοις, ἐπεχομένης τῆς ἀναπνοῆς,
14. οὐ διὰ τὴν ἀτροφίαν τοῦ ψυχικοῦ πνεύματος γίνεται. πάρεστι
15. γὰρ αὐτοῖς δαψιλὲς ἐν τῷ πνεύμονι τὸ πνεῦμα, καὶ
16. ἄλλως χρόνου μικροτέρου δεῖται τὸ δι’ ἔνδειαν τοῦ τρέφοντος
17. πνεύματος ἀπόλλυσθαι μέλλον. Ἀσκληπιάδῃ δὲ
1. οὐδὲ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ δι’ ἑτέρων ἡμῖν εἰρημένα
2. πρὸς τοὺς περὶ ψυχῆς αὐτοῦ λόγους μάχεται. δείκνυται γὰρ
3. ἐν ἐκείνοις, ὡς ἡ τῆς ψυχῆς οὐσία, κᾂν μὴ μία ᾖ, διὰ παντὸς
4. τοῦ βίου μέχρι χρόνου συχνοῦ διαμένει· κατὰ δὲ τὸν
5. Ἀσκληπιάδην οὐδὲ ἀριθμῆσαι δυνατὸν, ὅσας ἔχει. κᾂν μὲν
6. γὰρ ὀλίγον πρόσθεν οὖσα νῦν οἴχεται τελέως, ἄλλη δ’
7. ἔστιν ἡ νῦν οὖσα, μικρὸν δ’ ὕστερον οἰχήσεται μὲν αὕτη,
8. γενήσεται δ’ ἑτέρα. ὃ ὡς ἔστιν ἀδύνατον καὶ ἄτοπον, δι’
9. ἐκείνων ἀποδέδεικται.
⟨
(De respir. usu) [n° 021 Fichtner] [GalLat]
De usu respirationis
Περὶ χρείας ἀναπνοῆς
Utilité de la respiration
The Function of Breathing (Ut. Resp.)
Noll, 1915; Furley, Wilkie, 1984.
De usu respirationis, 1822, vol. 4, p. 470-511. urn:cts:greekLit:tlg0057.tlg020.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).
De usu respirationis, 2, ed. Kühn, 1822, vol. 4, p. 473-484. urn:cts:greekLit:tlg0057.tlg020.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩