Galenus. De usu respirationis (De respir. usu) [n° 021 Fichtner] [GalLat]

Περὶ χρείας ἀναπνοῆς
Utilité de la respiration
The Function of Breathing (Ut. Resp.)
Noll, 1915; Furley, Wilkie, 1984.
De usu respirationis, 1822, vol. 4, p. 470-511. urn:cts:greekLit:tlg0057.tlg020.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).

De usu respirationis, 3, ed. Kühn, 1822, vol. 4, p. 484-493. urn:cts:greekLit:tlg0057.tlg020.1st1K-grc1:3

10. Εἰ τοίνυν ἤτοι τῆς οὐσίας αὐτῆς τοῦ
11. ἀέρος ἣ ἧστινος οὖν ἐνδείᾳ ποιότητος ἀποθνήσκει τὰ ζῶα πνιγόμενα,
12. δέδεικται θάτερον ἀδύνατον. ἀπολείπεται θάτερον,
13. ἐνδείᾳ ποιότητός τινος ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς
14. πνίγεσθαι τὰ ζῶα. τί γοῦν ἐστιν αὕτη, σκεπτέον. ἐπεὶ
15. τοίνυν, ὅταν ἐν τοῖς κατὰ τὴν καρδίαν καὶ τὸν θώρακα
16. τόποις ἀθροισθῇ θερμασία πλείων τῆς κατὰ φύσιν, ὡς ἐν
17. τοῖς καυσώδεσι πᾶσι συμπίπτει νοσήμασιν, εὐθὺς καὶ πλέον 
1. τοῦ συνήθους ἀναπνεῖν ὀρεγόμεθα, δόξειεν ἂν ἐμψύξεως
2. ἕνεκα ἡ ἀναπνοὴ γενέσθαι. ἀλλὰ πάλιν εἰ κατεψυγμένων
3. τῶν αὐτῶν τούτων ὀργάνων, ὡς ἔν τε τοῖς βουλίμοις καλουμένοις,
4. κᾀπειδάν τις ἰσχυρῷ ὁμιλήσῃ κρύει, μὴ ὅτι ψύχει
5. τὴν ἐν ἡμῖν θερμασίαν, ἀλλὰ καὶ θερμαίνει, δι’ ὀλίγου
6. δεῖν ἅπασαν ἐψυγμένην, ὅμως εἰσπνέειν ὀρεγόμεθα, δόξει
7. ἐναντιοῦσθαι, τὴν ἀναπνοὴν ἐμψύξεως ἕνεκα γίνεσθαι. καί
8. τοί τινες ἀντιλαμβανόμενοι δεῖσθαι ἀεί φασιν ἐμψύξεως
9. τὴν ἐν τοῖς ζώοις θερμασίαν, ἀλλ’, ὅταν μὲν αὐξηθῇ,
10. πλείονος, ἐλάττονος δὲ, ὅταν ἀῤῥωστοτέρα γένηται. καὶ
11. τὰς τοιαύτας διαθέσεις, οὐ γὰρ οὕτως ἐναντιοῦσθαι τῷ
12. δόγματί φασιν, ἀλλὰ καὶ μαρτυρεῖν οἴονται. χαλεπὸν τοίνυν
13. αὐτὸ τοῦτο πρότερον γίγνεται καὶ δυσδιαίτητον, ὅταν
14. ἀπὸ τῶν αὐτῶν φαινομένων ὑπεναντίας ἐνδείξεις ἔχωνται.
15. μεταστῆναι γὰρ οὐδετέρους οἴονται, τοὺς μὲν, ὡς ἔμψυξίς
16. ἐστιν ἡ χρεία τῆς ἀναπνοῆς, εἰ, θερμαινομένων τῶν ἀναπνευστικῶν
1. ὀργάνων, ἔλαττον ἀναπνέομεν· τοῖς δ’ οὐδαμῶς,
2. ὅσον ἐπὶ τούτοις, ἐμψύχεσθαι δεόμεθα. λέγοντος γοῦν,
3. φασὶν, Ἱπποκράτους ἐν προγνωστικῷ, Ψυχρὸν δ’ ἐκπνεόμενον
4. ἔκ τε τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα
5. ἤδη γίγνεται, τὴν τοιαύτην τις ἐννοησάτω διάθεσιν, οἵα
6. τίς ποτέ ἐστιν· εὑρήσει γὰρ, οἶμαι, κατεψυγμένων ἱκανῶς
7. τῶν ἀναπνευστικῶν ὀργάνων, γινομένην αὐτήν. ἐχρῆν οὖν,
8. φασὶ, μηδ’ ὅλως ἀναπνεῖν τοὺς οὕτω διακειμένους, ὡς ἂν τὸ
9. τῆς ἐμψύξεως δεόμενον οὐκ ἔχοντας. ὡς γὰρ, εἰ μηδὲν ὅλως
10. εὐθὺς ἐξ ἀρχῆς ἐγένετό τι τὸ δεόμενον ἐμψύξεως, οὐκ ἂν
11. ἦν οὐδεμία χρεία τῆς ἀναπνοῆς, οὕτως, εἰ πρόσθεν ἦν, οἴχεται
12. δὲ νῦν, οὐ δεησόμεθα. πρὸς δὴ ταῦτα, φασὶν, ἡ
13. διὰ τῆς ἀναπνοῆς κίνησις ἐξάπτει ῥιπίζουσα. τὸ δὲ ὅτι
14. μὴ ταὐτόν ἐστι τῷ πρόσθεν, οὐ μακροῦ μοι δοκεῖ δεῖσθαι
15. λόγου. πρόσθεν μὲν γὰρ ἔλεγον ἐμψύχεσθαι, νῦν δὲ ἐξάπτεσθαι.
16. ἐναντίον δὲ δήπου τὸ ἐμψύχεσθαι τῷ ἐξάπτεσθαι.
17. τὸ μὲν γὰρ σβέννυσι, τὸ δὲ ἐξάπτει τὴν θερμότητα,
1. καὶ τὸ μὲν, ἵνα μὴ καυθῇ τὸ δεχόμενον αὐτὴν σῶμα,
2. τὸ δὲ, ἵνα μὴ καταψυχθῇ, γίνεται, πλὴν εἰ κατὰ συμβεβηκὸς
3. καὶ τὸ ψυχρὸν ἐξάπτειν λέγοιεν. οὕτως δ’ οὐ τὴν
4. χρείαν τῆς ἀναπνοῆς, ἀλλὰ τὴν ποιητικὴν αἰτίαν εἴρηκεν.
5. ἔστι γοῦν ἄμεινον, ἐπὶ τὸ κοινὸν τῶν τοιούτων αἱρέσεων
6. μεταβάντας ἐκεῖνο πρότερον διασκέψασθαι. κινδυνεύουσι
7. γὰρ ἅπαντες, ὅσοι περὶ τῆς ἐμφύτου θερμασίας παρηκασί
8. τι, τὴν μὲν σωτηρίαν αὐτῆς ὀνειρώττειν, οὐ δύνασθαι δὲ
9. ἀκριβῶς καὶ διηρθρωμένως ἐξηγήσασθαι τὸ σφέτερον νόημα,
10. καὶ διὰ τοῦτο, οἶμαι, οἱ μὲν ἔμψυξιν, οἱ δὲ ῥίπισιν,
11. οἱ δὲ ῥῶσιν γράφουσι. μάλιστα δὲ αὐτοὺς
12. οἶμαι προτρέπειν τὰ περὶ τὰς φλόγας φαινόμενα. ταύτας
13. γὰρ ἐναργῶς ὁρῶμεν οὕτως ταχέως ἀπολλυμένας, ὅταν ἀποστερηθῶσιν
14. ἀέρος, ὥσπερ τὰ ζῶα, καθάπερ δηλοῦσιν αἱ
15. τῶν ἰατρῶν σικύαι, καὶ πάνθ’ ὅσα στενὰ καὶ κοῖλα περιτιθέμενα,
16. τῆς διαπνοῆς αὐτὰ εἴρξαντα, ῥᾳδίως κατασβεννύουσιν.
17. ἂν τοίνυν εὑρεθῇ, τί ποτε φλόγες ἐν ταῖς τοιαύταις
18. διαθέσεσι πάσχουσαι σβέννυνται, τάχα ἂν εὑρεθείη,
1. τί ποτέ ἐστιν, ὃ παρὰ τῆς ἀναπνοῆς ἀπολαύει χρηστὸν ἡ
2. ἐν τοῖς ζώοις θερμασία. πρὸς δὴ τὴν εὕρεσιν αὐτῶν πάντας
3. ἐπέλθωμεν τοὺς τρόπους, καθ’ οὓς αἱ φλόγες ὁρῶνται
4. σβεννύμεναί τε καὶ αὐξανόμεναι. οὐ γὰρ μόνον εἰ περιθείη
5. τις τίτανον αὐταῖς, ἀλλὰ καὶ τοῖς βαλανείοις τε καὶ τοῖς
6. ἡλίοις τοῖς διακαέσι, καὶ τοῖς ψύχεσι τοῖς ὑπερβάλλουσι,
7. καὶ σφοδρῶς ῥιπιζόμεναι, καὶ πλήθεσιν ὕλης ἐπ’ αὐτῶν σωρευθείσης,
8. καὶ τοὐναντίον ἐνδείᾳ τροφῆς ὁρῶνται σβεννύμεναι,
9. ῥωννύμεναι δὲ καὶ αὐξανόμεναι πρός τε τοῦ μετρίου
10. ψυχροῦ, κᾂν εἰ μετρίως ῥιπίσῃς, καὶ τροφῆς εὐποροῦσαι
11. συμμέτρου. ἐπὶ τοίνυν τούτοις ἔτι κᾀκεῖνο προσκείσθω, τὸ
12. φαίνεσθαι πάσας τὰς φλόγας διττὴν κίνησιν κινουμένας, ἑτέραν
13. μὲν ἀπὸ τῆς ὕλης, ὅθεν ἐξάπτονται, μάλιστα μὲν ἄνω
14. φερομένας ἤδη καὶ πάντη σκιδναμένας, ἑτέραν δὲ ἐναντίαν
15. ταύτῃ πρὸς τὴν ἀρχὴν ἑαυτῶν καὶ οἷον ῥίζας συστελλομένας
16. τε καὶ συνιζούσας. καὶ γὰρ, εἰ λαμπάδος μεγίστης
17. τὸ ἄνω πέρας ἐξάψαις, ἐπὶ τὸ κάτω ταχέως ἀφίξεται τὸ
18. πῦρ· κᾂν εἰ τὴν λυχνιαίαν φλόγα σβέσας τῷ πέρατι τῆς
1. ἄνω φερομένης αἰθαλώδους λιγνύος προσενέγκαις ἕτερον
2. πῦρ, εἶτ’ αὖ καιομένην ὄψει τοῦ λύχνου τὴν θρυαλλίδα,
3. οὐδενὸς τῶν τοιούτων γίγνεσθαι δυναμένου, εἰ μόνον τὸ
4. πῦρ ἔσχε τὴν ἐπὶ τὰ ἄνω κίνησιν. ἐπὶ δὴ τούτοις ἅπασι
5. τοῖς φαινομένοις τῷ λόγῳ σκεψώμεθα πρῶτον μὲν τὸ
6. πάντων ὕστατον ῥηθὲν, τὸ διττὸν τῆς κινήσεως, ὑπὸ τίνος
7. ἀνάγκης γίνεται, μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων ἕκαστον.
8. ἐπεὶ τοίνυν ἅπασα φλὸξ ὠκυτάτην ἔχει τὴν διαφθορὰν, ἀεὶ
9. γὰρ εἰς τὸ περιέχον σκίδναται, διὰ τοῦτο ἀναγκαῖον αὐτῇ
10. καὶ τὴν γένεσιν ταχίστην ὑπάρχειν, ἄλλως γὰρ οὐκ ἂν οὐδ’
11. ἐπ’ ἐλάχιστον διήρκεσεν. ἀλλ’ ἔστιν ἑκάστῃ φλογὶ γένεσις ἐκ
12. τῆς ὑποκειμένης ὕλης ἐξάπτεσθαι. εἰκότως ἄρα κίνησιν οὐ
13. τὴν ἔξω μόνον τῆς ἰδίας ἀρχῆς, ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῇ
14. τὴν εἴσω σύμφυτον ἔχει. καὶ τοίνυν καὶ φθείρεσθαι πᾶσαν
15. φλόγα ἀναγκαῖόν ἐστι τῆς ὕλης στερηθεῖσαν, ἢ τῶν κινήσεων
16. τῆς ἑτέρας. καθόλου γὰρ εἰπεῖν, ὡς πολλάκις ἐν ἑτέροις 
1. δέδεικται, τῶν δεχομένων ἀλλήλας κινήσεων μὲν ἐναντίων,
2. τὴν ἑτέραν χωρὶς τῆς ἑτέρας οὐ διασώζεσθαι. ταῦτ’
3. ἄρα συμμέτρως ψυχροῦ τοῦ περιέχοντος ἀέρος δεῖται πᾶσα
4. φλόξ. ὁ μὲν γὰρ ὑπερβαλλόντως ἔκθερμος τὴν ἔξω κίνησιν
5. αὐτῆς ἀμέτρως ἐργαζόμενος, ὁ δὲ ψυχρὸς τὴν ἔσωθεν
6. σβέννυσιν. ἀμφότεροι τοίνυν ῥιπιζόμενοι ἀσυμμέτρως ἀναστέλλουσι
7. τὴν φλόγα πρὸς τὴν ὕλην, ὥσπερ καὶ τὸ ψυχρόν·
8. τὸ δὲ ὑπερβαλλόντως κινεῖσθαι σκεδάννυσιν, ὥσπερ καὶ
9. τὸ θερμόν. τῶν δὲ τὴν ἔξω κίνησιν ἄμετρον ἐργαζομένων
10. ἐστὶ καὶ σικύα καὶ πᾶν, ὅ τί περ ἂν τῶν ὑπὸ τῆς ἐντὸς
11. φλογὸς ἀέρα διακεκαυμένων εἴρξηται πρὸς τὴν ἔξω τοῦ πυρὸς
12. τῶν ψυχρῶν ὁμιλίαν ἰέναι. ἡ δὲ συμμετρία σωτηρία
13. τῆς πάσης φλογός ἐστιν. οὕτως οὖν οὐκ ἀπεικὸς ἔχειν
14. κᾀπὶ τῆς ἐν τοῖς ζώοις θερμασίας. ὕλην μὲν, ὅθεν ἀνάπτεται,
15. τὸ αἷμα, σύμφυτον δὲ ἔχουσα κινήσεως ἀρχὴν ἐφ’
16. ἑκάτερα, τῆς ἑτέρας στερηθεῖσα, καὶ τῆς λοιπῆς ἐξ ἀνάγκης
17. στερίσκεται· καὶ διὰ τοῦτ’ αὐτὸ, ἐάν τε ἀναπνοῆς
1. εἴρξῃς, ἐάν θ’ αἵματος, εὐθέως διαφθείρεται. καὶ γὰρ
2. καὶ τὴν τοῦ λύχνου φλόγα ἅμα ἀφαιρήσεις καταπνίξας ἢ
3. παντάπασιν ἐλαίου στερήσας. ἀνάλογον οὖν τίθεσο τῇ μὲν
4. θρυαλλίδι τὴν καρδίαν, τῷ δὲ ἐλαίῳ τὸ αἱματῶδες, τῷ
5. δὲ ὀργάνῳ τὸν πνεύμονα. περίκειται γὰρ δή τοι ἔξωθεν
6. τῇ καρδίᾳ δίκην σικύας. ἀλλὰ, παρ’ ὃν μὲν ἀναπνεῖ τὸ
7. ζῶον χρόνον, εἰκάσαις ἂν αὐτὸν, οἶμαι, τετρημένῃ σικύᾳ
8. κατὰ δὲ τὸν τῆς ἐπισχέσεως καιρὸν ἀτρήτῳ τε καὶ πανταχόθεν
9. στεγούσῃ. ὡς οὖν ἡ μὲν τετρημένη σικύα σβεννύειν
10. οὐ δύναται τὴν ἐντὸς φλόγα διὰ τοῦ τρήματος ἀναπνέουσαν,
11. ἡ δὲ τοὐναντίον παραχρῆμα σβέννυσι καταπνίγουσα, τὸν
12. αὐτὸν ὁ πνεύμων τρόπον ὁ μὲν στεγανὸς, οἷος ὁ κατὰ
13. τὰς ἐπισχέσεις, σβέννυσι, ὁ τετρημένος δὲ, οἷος ὁ κατὰ
14. τὰς ἀναπνοὰς, διασώζει τὴν ἔμφυτον θερμότητα. ἐγὼ δὲ
15. καὶ κάμινον ἰδὼν σβεννυμένην ὑπὸ τοῦ μὴ διαπνεῖσθαι,
16. κᾄπειτα αὐτὴν παρανοιχθεῖσαν πολὺ μὲν αἰθαλῶδες ἐκπνεύσασαν,
17. πολὺ δ’ ἔξωθεν εἰσπνεύσασαν τὸν ἀέρα καθαρὸν,
18. ἐπ’ ἀμφοτέροις ἀναλάμψαι, οὐ μικρὰν τῆς ἐκπνοῆς
1. ἐλογισάμην εἶναι τὴν χρείαν εἰς τὸ κενοῦν τὴν οἷον λιγνὺν
2. τοῦ αἵματος. αἴθαλος γὰρ καὶ καπνὸς καὶ λιγνὺς καὶ πᾶν
3. τὸ τοιοῦτον περίττωμα τῆς καιομένης ὕλης οὐδὲν ἧττον
4. ὕδατος ἀποσβέννυσθαι πέφυκε τὸ πῦρ. ἐξ ἁπάντων οὖν
5. τούτων ἔστιν ἀποδέξασθαι τῶν λεγόντων, τῆς ἐμφύτου θερμασίας
6. ἕνεκεν ἀναπνεῖν τὰ ζῶα. καὶ γὰρ τὸ ῥιπίζεσθαι
7. συμμέτρως χρήσιμον, καὶ τὸ μετρίως ψύχεσθαι. ἄμφω γὰρ
8. ταῦτα φαίνεται ῥωννύντα τὴν εἴσω θερμασίαν, κίνησίν τε
9. ἀναγκαῖον ἔχειν κάτω τὸ καπνῶδες, ὡς ἂν εἴποι τις, ἐκκενοῦν
10. τῆς τοῦ αἵματος συγκαύσεως. ταῦτ’ ἐπιστημονικὴν μὲν
11. οὐκ ἔχει τὴν πίστιν, οὐδ’ ἀναγκαίαν τὴν ἀπόδειξιν, οἵαν
12. ἐν τοῖς ἄλλοις ἀεὶ μεταχειρίζεσθαι σπεύδομεν, οὐ μὴν ἐστέρηται
13. τοῦ πιθανοῦ. τὸ γὰρ τάχος τῆς ἀπωλείας τοῦ ζώου
14. τοιαύτην ἐπιζητεῖ τὴν αἰτίαν τῆς τροφῆς, ἣν οἱ θρέψεως
15. ἕνεκα ψυχῆς ἀναπνεῖν ἡμᾶς λέγοντες αἰτιῶνται χρόνου μακροτέρου
16. δεῖν, γενέσεως δὲ τῆς ψυχῆς Ἀσκληπιάδης φησὶν,
1. ὁμολογουμένης μὲν τῷ τάχει, μαχομένης δὲ ἄλλοις μυρίοις,
2. καὶ τοῖς κατ’ ἀρχὰς εἰρημένοις ἐν τῷδε τῷ λόγῳ, κοινῇ
3. πρὸς ἁπάσας τὰς αἱρέσεις, ὅσαι δι’ ἔνδειαν ἀέρος ἀπόλλυσθαι
4. τὰ ζῶα νομίζουσι στερηθέντα τῆς ἀναπνοῆς. εἰ τοίνυν
5. τὸ τάχος τῆς ἀπωλείας τοῦ ζώου διὰ μὲν ἀτροφίαν τῆς
6. ψυχῆς οὐσίας οὐκ ἐγχωρεῖ γίγνεσθαι, διὰ δὲ τὴν γένεσιν
7. ἐγχωρεῖ μὲν, ἀλλ’ ἐπὶ ψευδέσι ταῖς ὑποσχέσεσιν, ἡ δὲ τῆς
8. ἐμφύτου θερμασίας ἀπώλεια μηδὲν ἔχει τῶν φαινομένων
9. ἐναντιούμενον, εὐλογώτερον ἐκείνου προέσθαι.

Cliquer un n° de page pour en afficher l’image