10. Πᾶσαν τοίνυν αὐτὴν ἀναλαβόντες βασανίσωμεν,
11. ἐπεὶ τῶν ἄλλων ἀληθεστέρα φαίνεται. οὐκοῦν ἔκ
12. τε τοῦ ῥιπίζεσθαι τὴν ἀρχὴν τῆς ἐμφύτου θερμασίας, κᾀκ
13. τοῦ συμμέτρως ἐμψύχεσθαι, κᾀκ τοῦ τὸ οἷον καπνῶδες
14. αὐτῆς ἅπαν ἀποῤῥεῖν, ἓν ἀθροίζεται κεφάλαιον, ἡ
15. σωτηρία τῆς κατὰ φύσιν θερμασίας. εἰς ταύτας οὖν
16. τὰς ἀρχὰς ἴδωμεν εἰ δυνατὸν ἀναγαγεῖν τὰ κατὰ μέρος
17. ἅπαντα. καὶ πρότερον προχειρισθήτω τὸ κατὰ τὰ
1. βαλανεῖα συμβαῖνον, ἐν οἷς ἐπὶ πλέον διατρίψαντες
2. ἐκλυόμεθα, τελευτῶντες δὲ καὶ ἀποθνήσκομεν. εἰ
3. γὰρ, διότι θερμὸν ἀναπνέομεν, ἐχρῆν, φασὶ, καὶ τοὺς
4. ὑπὲρ λέβητος ὕδατος θερμοῦ στάντας, εἶτα ἀναπνέοντας
5. τὸν ἀναφερόμενον ἀτμὸν, ὁμοίως ἀδικεῖσθαι· οὐ μὴν
6. φαίνεσθαι ἀδικουμένους· ᾧ δῆλον, ὅτι μὴ διὰ τὴν ἀναπνεομένην
7. θερμασίαν, ἀλλὰ διὰ τὴν ἐξ ὅλου τοῦ σώματος κένωσιν
8. τοῦ πνεύματος ἐν τοῖς βαλανείοις ἐκλυόμεθα. πῶς οὖν
9. καὶ ταύτην τὴν ἀμφισβήτησιν διαλύσομεν; ἢν τὸ μὲν συνημμένον
10. ἀληθὲς εἶναι φήσωμεν, ὅτι δεῖ πνίγεσθαι τοὺς
11. τὸν ἐκ λέβητος ἀτμὸν εἰσπνέοντας, εἴπερ ὅλως ἐμψύξεως
12. ἕνεκεν ἀναπνεύσαιεν, οὐ μὴν τήν γε πρόσληψιν αὐτῶν.
13. ἀλλὰ μὴν οὐ πνίγονται· πνίγονται γὰρ οὐδὲν ἧττον τῶν ἐν
14. τοῖς βαλανείοις οἱ τὸν ἐκ λεβήτων ἀτμὸν ἀναπνέοντες. εἰ
15. δὲ καὶ μὴ πνιγόμεθα, θαυμαστὸν οὐδὲν ἂν ἦν ἴσως· ἡ γὰρ
16. καθ’ ὅλον τὸ σῶμα διαπνοὴ κατὰ τὰ βαλανεῖα τῇ διὰ
17. τοῦ στόματος ὁμοίως βέβλαπται. οὐκ ἔστι δὲ ταὐτὸν τὸ
1. κατὰ τὸ στόμα μόνον ἀναπνεῖν τινα κακῶς τῷ κατὰ τοῦτο
2. καὶ καθ’ ὅλον τὸ σῶμα. μεγίστη δ’ ἀπόδειξις ἐπὶ πολλῶν
3. ἀῤῥώστων γίγνεται, δι’ ὅλης μὲν ἡμέρας ἱδρούντων κρισίμως,
4. πολλῷ μᾶλλον ἢ ἐν τοῖς βαλανείοις, οὐ μὴν ἐκλυομένων
5. ὁμοίως ἐκείνοις, οὐδὲ πνιγομένων ὅλως, ἔστ’ ἂν ἀναπνέωσι
6. τὸν ἔξωθεν ἀέρα τὸν ψυχρόν. εἰ δὲ καὶ συνείρξας αὐτοὺς
7. ἱματίοις τι θερμὸν ἀναπνεῖν ἀναγκάσαις, ἀποπνίξαις αὐτίκα.
8. τοὺς μέντοι κατεψυγμένους καὶ ῥιγοῦντας οὕτως συνείρξας
9. οὐχ ὅπως οὐκ ἀποπνίξῃ, ἀλλ’ οὐδ’ ἀδικήσεις οὐδὲν,
10. ἄχρις ἂν ἐκθερμανθέντες τύχωσι· τηνικαῦτα δ’ οὐκέθ’
11. ὑπομένουσιν, ὡς μὴ σύνηθες. ἐξ ὧν ἁπάντων δῆλον, ὡς
12. οὐ διὰ τὸ κενούμενον ἐξ ὅλου τοῦ σώματος ἐν τοῖς βαλανείοις
13. πνεῦμα καταλυόμεθά τε καὶ τελευτῶμεν τὸν βίον,
14. ἀλλὰ διὰ τὴν θερμασίαν. θαυμάσαι δὲ ἔστιν οὐ τῶν ἄλλων
15. τοσοῦτον Ἐρασίστρατον, τῶν τοιούτων φαινομένων κατατολμῶντα
16. καταψεύσασθαι, ὃν οὐκ εἰκὸς ἄπειρον εἶναι τῆς
17. διὰ τοῦ πίθου πυρίας τῶν ὑδερικῶν, εὐδοκιμησάσης οὐχ
18. ἥκιστα τῶν ἄλλων παλαιῶν παρὰ Χρυσίππῳ τῷ Κνιδίῳ.
1. κενοῦνται γὰρ οὗτοι τὸ πᾶν σῶμα πολὺ θᾶττόν τε καὶ
2. μᾶλλον, ἢ ἐν τοῖς βαλανείοις, οὐ μὴν πνίγονταί γε διὰ
3. τὸ ψυχρὸν εἰσπνεῖν ἀέρα. τούτου δ’ ἄν τις αὐτοὺς στερήσειεν,
4. ἀποθνήσκουσιν ἐν τάχει. πῶς οὖν, φασὶν, ἔν τε τοῖς
5. βαρυόδμοις βαράθροις, καὶ τοῖς νεωστὶ κεχρισμένοις οἴκοις
6. τιτάνῳ, καὶ πρὸς τῆς τῶν ἐσβεσμένων ἀνθράκων ὀσμῆς
7. πνιγόμεθα; κατὰ μὲν τὸν Ἐρασίστρατον, ὅτι λεπτὸς ὢν ἐν
8. ταῖς τοιαύταις καταστάσεσιν ὁ ἀὴρ οὐ στέγεται πρὸς τῶν
9. ἀρτηριῶν, ἀλλ’ ἐκκενοῦται ῥᾳδίως, καὶ ἐνδείᾳ πνεύματος
10. ἀπόλλυται τὸ ζῶον. ἡμεῖς δέ φαμεν, ὅτι οὐδὲν ἐξετέλεσεν,
11. ὡς Ἐρασιστράτου δείξαντος, ἢ λεπτὸν ἐν τοῖς τοιούτοις τὸν
12. ἀέρα γιγνόμενον, ἢ μὴ στεγόμενον τοῖς ζώων σώμασιν, ἢ
13. μὴ τῆς ἀληθοῦς αἰτίας ἑτέρας οὔσης, ἢ χαλεπῆς ὑπαρχούσης
14. εὑρεθῆναι. μακρότερα μὲν οὖν ἀναγκαζόμεθα λέγειν πρὸς
15. τὰ εἰρημένα, χρὴ δὲ, ὅσον οἷόν τε, πειρᾶσθαι τεμεῖν αὐτὰ
16. συντομώτερον. εἰ δ’ οὐδὲν ἔχω φάναι, τὰς πολλὰς ἀντιλογίας
17. περικόψας, τοῦ φαίνεσθαι τὰς κινήσεις τῶν ἀρτηριῶν
1. ἐν ταῖς τοιαύταις διαθέσεσι μηδὲν ἀπολειπομένας μεγέθει
2. τε καὶ χρόνῳ τῶν ἔμπροσθεν, ὡς ἂν πλήρεις οὔσας δηλονότι
3. τοῦ δι’ αὐτῶν φερομένου πνεύματος. ἐχρῆν δ’ αὐτὰς
4. μὴ ὅτι θᾶττον ἢ μικρότερον φαίνεσθαι σφυζομένας, ἀλλ’
5. ἀσφύκτους γίνεσθαι παντάπασιν, ὡς ἐστερημένας τελέως
6. τοῦ πληροῦντος αὐτῶν τὰς κοιλίας ἀέρος. ἀλλ’ εἰ τὴν
7. Ἐρασιστράτου, φασὶ, διαβάλλεις αἰτίαν, εἰπέ. λέξω δὲ,
8. ἐὰν πρότερον ὑμεῖς εἴπητέ μοι, διὰ ποίαν αἰτίαν θαλάττιοι
9. ζωγρεῖς νάρκης ἁψάμενοι ναρκῶσι. εἰ δὲ οὐδὲν
10. λέγειν ἔχετε, τοῦτο ὅμως ἡμῖν εἰπεῖν συγχωρήσετε, τὸ τὴν
11. δύναμιν εἶναι τοῦ ζώου ναρκωτικὴν τῶν ἁψαμένων οὕτως
12. ἰσχυρὰν, ὥστε καὶ διὰ τοῦ πεπηγότος αὐτοῦ τριόδοντος
13. εἰς τὰς χεῖρας τῶν ἁλιέων ῥᾳδίως ἀνατρέχειν τὸ πάθος.
14. οὐκοῦν συγχωρήσετε, εἶναί τινας ἰχθύων ποιότητας καὶ δυνάμεις,
15. ὧν αἱ μὲν νάρκην, αἱ δὲ κάρον, αἱ δὲ ψύξιν,
16. αἱ δὲ σῆψιν, αἱ δὲ ἄλλό τι φέρουσι κακὸν, ἀέρος δὲ
17. οὐδεμίαν συγχωρήσετε εἶναι τοιαύτην δύναμιν; ἀλλ’ οὐκ
1. ἔχομεν, φασὶν, ἐναργῶς δεῖξαι, τίς ἡ ποιότης αὕτη, καὶ τίς
2. ἡ δύναμις αὕτη. τί οὖν τοῦτο πρὸς τὰ παρόντα; διὰ γὰρ
3. τῶν ἀδήλων οὔτε ἀνατρέπεσθαί τι δίκαιον οὔτε κατασκευάσασθαι.
4. μεταβαίνωμεν οὖν ἀπὸ τῶν τοιούτων ἐπὶ τὸ κατασκευάζειν
5. ἐναργῶς, ὁποτέραν οὖν τῶν αἱρέσεων ἀνατρέπειν
6. δυνάμεθα. τὰ μὲν οὖν ἐξ ἀνάγκης ἀνατρέποντα τὴν Ἐρασιστράτειον
7. δόξαν εὐθὺς κατ’ ἀρχὰς ἡμῖν ἐῤῥήθη. τὰ δὲ
8. τὴν ἡμετέραν κατασκευάζοντα, τοιαῦτα μὲν οὖν ὡς οὐχ εὕρομεν,
9. ὡς ἐξ ἀνάγκης περαίνειν, ἁπάντων μέντοι τῶν
10. ἄλλων πιθανώτατον, πρὸς τὸ μηδὲ ἀνατρέπεσθαι πρός τινος
11. τῶν φαινομένων ταύτην τὴν δόξαν. ὥστε τὴν μὲν Ἐρασιστράτου
12. περὶ χρείας ἀναπνοῆς ὑπόληψιν ἤδη καταλιπεῖν
13. δίκαιον, ἐπειδὴ κἀν τοῖς περὶ σφυγμῶν λόγοις ἐξελέγχεται
14. πολυειδῶς σφαλλομένη. αὐτοὺς δὲ διὰ βραχέων ἐπιδραμεῖν
15. τῶν ἄλλων φαινομένων τὰς αἰτίας, εἰς τὴν προκειμένην
16. ἀναφέροντας ὑπόθεσιν, ὥσπερ κατά γε τὴν γυμνασίαν μεῖζόν
17. τε καὶ πυκνότερον ἡμᾶς ἀναπνεῖν. οὐ γὰρ ἀπεικὸς
18. οὐδὲ τοῦτο γίνεσθαι διὰ τὴν, τοῖς σφοδρῶς κινουμένοις
1. αὐξανομένην θερμασίαν. ὅτι γὰρ οὐδ’ ἐνταῦθα διὰ τὴν τῶν
2. ἀρτηριῶν ἐπιπλήρωσιν, ἐναργές ἐστιν ἐκ τοῦ γίνεσθαι μὲν
3. ἐξ ἀρχῆς εὐθὺς πολλάκις σφοδρῶς, οὐ μὴν ἀλλοιοῦσθαι τὴν
4. ἀναπνοὴν, πρὶν ἱκανῶς θερμανθῆναι· ἐκθερμανθέντων δὲ,
5. κᾂν ἐπαυσάμεθα κινούμενοι, μέχρι πολλοῦ διασωζομένην
6. ὁρᾶσθαι τὴν αὐτὴν ἰδέαν τῆς ἀναπνοῆς. ἀλλὰ κᾀν τοῖς
7. καυσώδεσι πυρετοῖς ὁμοίως ἀναπνεῖν ὀρεγόμεθα διὰ τὴν
8. αὐτὴν αἰτίαν· ὅπου γὰρ ἂν ᾖ μέγιστον τὸ τῆς χρείας δεόμενον,
9. ἐνταῦθα οὐκ ἀπεικὸς ἱκανῶς αὐξάνεσθαι καὶ τὴν
10. χρείαν αὐτήν. ἡ μὲν γὰρ μείζων φλὸξ μείζονος ἀέρος, ἡ δὲ
11. ἐλάττων ἐλάττονος δεῖται· πᾶσα οὖν δεῖται δι’ ἣν ἔμπροσθεν
12. εἴπομεν ἀνάγκην. οὐκ οὖν ἔτι θαυμαστὸν, εἰ κατεψυγμένοι
13. τὰ περὶ τὴν καρδίαν καὶ τὸν πνεύμονα τὸν ἔξωθεν ἀέρα
14. ποθοῦσί τε καὶ δέονται διὰ τῆς εἰσπνοῆς ἐπισπᾶσθαι. ἐπισπᾶται
15. μὲν γὰρ, ἀλλ’ ὀλίγον καὶ διὰ καιροῦ πολλοῦ· μεγάλως
16. γὰρ καὶ πυκνῶς οὐκ ἐγχωρεῖ ῥιπίζειν τὴν βραχεῖαν
17. θερμασίαν. διὰ τί τοίνυν οἱ μὲν παῖδες πλεῖόν τε καὶ
1. πυκνότερον, οἱ δὲ ἀκμάζοντες ἔλαττόν τε καὶ ἀραιότερον
2. ἀναπνέουσιν; ἢ, ὅτι τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον
3. θερμὸν, ἕπεται ἐξ ἀνάγκης πλήθει θερμασίας μέγεθός
4. τε καὶ πυκνότης ἀναπνοῆς; εἰ δὲ καὶ τρέφεται τὸ ψυχικὸν
5. πνεῦμα πρὸς τῆς ἀναπνοῆς, καὶ διὰ τοῦτο ἀναπνέουσι πλεῖστόν
6. τε καὶ πυκνότατον οἱ παῖδες, ἐπεὶ καὶ τροφῆς πλείονος,
7. ὡς ἂν αὐξανόμενοι, δέονται. εἰ δὲ τὸ λιγνυῶδες ἀποχεῖται
8. πλεῖστον ἐν ταῖς ἀναπνοαῖς, καὶ διὰ τοῦτο ἀναπνέουσι
9. πλεῖστόν τε καὶ πυκνότατον. ἔνθα γὰρ ἡ τῆς τροφῆς ἐργασία
10. πλείων, ἐκεῖ καὶ τὸ περίττωμα πλέον. οἷς δ’ οἱ νεανίσκοι
11. θερμότεροι τῶν παίδων εἶναι δοκοῦσιν, οὗτοι τὴν
12. μὲν προειρημένην αἰτίαν οὐ προσοίσονται. περὶ μέντοι τῶν
13. γερόντων οὐδεὶς ἀμφισβητεῖ, τὸ μὴ οὐκ εἶναι πολὺ ψυχροτέρους
14. αὐτοὺς τῶν παίδων καὶ νεανίσκων. ὁμολογεῖ
15. δὲ τῇ ψύξει καὶ ἡ τῆς ἀναπνοῆς ἰδέα, μικροτέρα τε ἅμα
16. καὶ ἀραιοτέρα γιγνομένη. παραπλήσια δὲ τοῖς ἐπὶ τῶν ἡλικιῶν
17. φαινομένοις ἐν ὥραις καὶ χώραις καὶ φύσεσι συμβέβηκε.
1. καὶ ὁμολογεῖ γὰρ ἀεὶ τοῖς μὲν θερμοῖς ἡ μείζων
2. τε καὶ πυκνοτέρα, τοῖς δὲ ψυχροῖς ἡ ἐλάττων τε καὶ
3. ἀραιοτέρα. μικρόν τε καὶ πυκνὸν ἀναπνέουσιν οἵ τε ἐδηδοκότες
4. καὶ οἱ πεπωκότες στενοχωρίᾳ τοῦ διαφράγματος.
5. οὕτω δὲ καὶ αἱ κύουσαι, κἀν τοῖς ὑδέροις τε καὶ ταῖς
6. φλεγμοναῖς τοῦ ἥπατος καὶ τῆς γαστρὸς καὶ τοῦ σπληνὸς
7. ὁμοίως ἀναπνέουσι διὰ τὴν αὐτὴν αἰτίαν. ἀλλὰ περὶ
8. μὲν τῆς οἰκείας τούτων ἀναπνοῆς ἐν τοῖς περὶ δυσπνοίας
9. εἰρήσεται. νῦν δὲ ἀρκεῖ καὶ ταῦτα αὖθις ἐνδείξειν τὸ
10. πάνθ’ ὁμολογεῖν τὰ φαινόμενα τῷ προειρημένῳ δόγματι
11. περὶ χρείας ἀναπνοῆς.
⟨
(De respir. usu) [n° 021 Fichtner] [GalLat]
De usu respirationis
Περὶ χρείας ἀναπνοῆς
Utilité de la respiration
The Function of Breathing (Ut. Resp.)
Noll, 1915; Furley, Wilkie, 1984.
De usu respirationis, 1822, vol. 4, p. 470-511. urn:cts:greekLit:tlg0057.tlg020.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).
De usu respirationis, 4, ed. Kühn, 1822, vol. 4, p. 493-501. urn:cts:greekLit:tlg0057.tlg020.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩