Galenus. De usu respirationis (De respir. usu) [n° 021 Fichtner] [GalLat]

Περὶ χρείας ἀναπνοῆς
Utilité de la respiration
The Function of Breathing (Ut. Resp.)
Noll, 1915; Furley, Wilkie, 1984.
De usu respirationis, 1822, vol. 4, p. 470-511. urn:cts:greekLit:tlg0057.tlg020.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).

De usu respirationis, 5, ed. Kühn, 1822, vol. 4, p. 501-511. urn:cts:greekLit:tlg0057.tlg020.1st1K-grc1:5

 

12. Ἴδωμεν δ’ ἐφεξῆς, εἰ δύναται τρέφεσθαι τὸ
13. ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς. εἴπωμεν δὲ πρότερον,
14. πῶς καλοῦμέν τι ψυχικὸν πνεῦμα, ἀγνοεῖν ὁμολογοῦντες
15. οὐσίαν ψυχῆς. ἐπεὶ τοίνυν αἱ κατὰ τὸν ἐγκέφαλον κοιλίαι
16. τοῦ πνεύματος, ἐπειδὰν τρωθῇ, εὐθὺς ἀκινήτους τε καὶ
17. ἀναισθητοῦντας ἡμᾶς ἐργάζονται, χρὴ τοῦτο τὸ πνεῦμα
1. πάντως ἤτοι τὴν οὐσίαν αὐτὴν εἶναι τῆς ψυχῆς, ἢ τὸ πρῶτόν
2. γε αὐτῆς ὄργανον. εἴρηται δὲ ἑτέρωθι περὶ αὐτῶν διὸ
3. πλειόνων ἀκριβέστερον, ἐν οἷς καὶ τοῦτ’ εὐθὺς εἴρηται, ὡς
4. ἀναγκαῖόν ἐστι τοῦτο τὸ πνεῦμα τρέφεσθαι. πόθεν οὖν,
5. φασὶν, ἄλλοθεν ἕξει τὴν τροφὴν, εἰ μὴ παρὰ τοῦ διὰ τῆς
6. εἰσπνοῆς ἑλκομένου; καίτοι κᾀκ τῆς τοῦ αἵματος ἀναθυμιάσεως
7. οὐκ ἀπεικὸς αὐτὸ τρέφεσθαι, καθάπερ καὶ πολλοῖς
8. τῶν ἐλλογίμων ἰατρῶν τε καὶ φιλοσόφων ἔδοξεν. ἀλλ’
9. οὐδ’ ἐκ τῆς εἰσπνοῆς ὁμοίως οἱ περὶ τὸν Ἐρασίστρατον
10. τοῖς περὶ τὸν Ἱπποκράτην τρέφεσθαί φασι τὸ ψυχικὸν
11. πνεῦμα. τοῖς μὲν γὰρ ἐκ τῆς καρδίας διὰ τῶν ἀρτηριῶν
12. ἐπὶ τὰς μήνιγγας, τοῖς δὲ εὐθὺς διὰ τῶν ῥινῶν εἰς τὰς
13. κατὰ τὸν ἐγκέφαλον κοιλίας ἔρχεσθαι τὸ πνεῦμα δοκεῖ.
14. τὴν μὲν Ἐρασιστράτου περὶ τούτων δόξαν κᾀνταῦθα καταλίπωμεν,
15. ἐξελεγχομένην πολυειδῶς περὶ τῶν ἐν σφυγμοῖς
16. αἰτιῶν. ἐπὶ δὲ τὴν ἀληθῆ μεταβάντες, τὴν καὶ ταῖς ἀρτηρίαις
17. αἷμα μεταδιδοῦσαν, ἐπισκεψώμεθα τουτὶ τὸ φαινόμενον,
18. οὗ πολλάκις ἐπειράθημεν. ἐν γὰρ τῷ βρόχοις διαλαμβάνεσθαι
1. τὰς κατὰ τὸν τράχηλον ἀρτηρίας οὐδὲν πάσχει
2. τὸ ζῶον οὔτ’ εὐθὺς οὔθ’ ὕστερον, ὡς ἡμεῖς ἐνίοτε πειρώμενοι
3. ἐν βρόχοις αὐτὰς διελαμβάνομεν. ὅλην δὲ ἡμέραν
4. τὸ ζῶον εἰσπνέον τε καὶ ἐκπνέον καὶ κινούμενον ἀκωλύτως
5. ἰδόντες, νυκτὸς ἤδη βαθείας ἐσφάξαμεν; οὐκέθ’ ἡγούμενοι
6. τὴν ἐπὶ πλέον πεῖραν πίστιν ὑπάρχειν.· δύνασθαι
7. γὰρ ἐν τοσούτῳ χρόνῳ διὰ τοὺς περικειμένους βρόχους
8. συμπαθῆσαί τι τῶν κυριωτάτων μορίων. ἐθαυμάζομεν οὖν,
9. τὰς ἐκ τῶν κυριωτάτων τῶν ζωτικῶν ὀργάνων, τῶν τῆς καρδίας,
10. εἰς τὰ κυριώτατα τῶν ψυχικῶν, τὸν ἐγκέφαλον, τεταμένας
11. ἀρτηρίας οὕτως ἄλυπον τῷ παντὶ βίῳ τὴν βλάβην
12. ἐχούσας εὑρίσκοντες. ἀλλὰ περὶ μὲν τούτων κᾀν τῷ
13. περὶ χρείας σφυγμῶν ἐπιπλέον ζητήσομεν. ὅπερ δ’ ἐξ
14. αὐτῶν ἐστιν εἰς τὰ παρόντα χρήσιμον, οὗ χάριν ἐμνημόνευσα
15. τῶν καρωτίδων ἀρτηριῶν, τοῦτ’ αὖθις λεγέσθω,
16. τοῦ μὴ πάνυ τι δεῖσθαι τοῦ παρὰ τῆς καρδίας πνεύματος
17. τὸν ἐγκέφαλον. ἀπολείπεται γοῦν; ἤτοι τὴν ἀναθυμίασιν
1. αὐτῷ τὴν ἐκ τοῦ αἵματος ἱκανὴν ὑπάρχειν, ἢ τὴν διὰ
2. τῶν ῥινῶν εἰσπνοήν. ἀλλ’ οὐδὲ τὴν ἀναθυμίασιν εἰκὸς
3. γίνεσθαι δαψιλῆ, βρόχῳ διαλειφθεισῶν τῶν ἀρτηριῶν.
4. δείκνυται δὲ τοῦτο ἐν τῷ περὶ χρείας σφυγμῶν. ἀναγκαῖον
5. οὖν ἐκ τῆς διὰ τῶν ῥινῶν ἐστιν ὡς τὴν πλείστην εἶναι
6. τροφὴν τῷ ψυχικῷ πνεύματι. τοῦτ’ ἔστι τὸ παρ’ Ἱπποκράτους
7. λεγόμενον· Ἀρχὴ τροφῆς πνεύματος στόμα, ῥῖνες,
8. βρόγχος, πνεύμων, καὶ ἡ ἄλλη ἀναπνοή. ἐξ ἁπάντων γὰρ
9. τούτων τρέφεται, μηδαμῆ παρεμποδιζόμενον· εἰ δὲ καὶ παρεμποδίζοιτο
10. καθ’ ἓν ὁτιοῦν αὐτῶν, ἀλλ’ ἔτι διά γε τῶν
11. λοιπῶν ὑπηρετεῖται. μαθεῖν δὲ ἐναργῶς ἔστιν ἐξ οὗ μέλλομεν
12. εἰπεῖν φαινομένου περὶ τῆς οἰκείας πνεύμονος εἰς
13. τὰς καθ’ ὅλον ἀρτηρίας μεταλήψεως τοῦ πνεύματος, ὡς
14. ἤτοι βραχὺ ἔτι παντελῶς, ἢ οὐδ’ ὅλως γίγνεται. περιτιθέντες
15. γὰρ παιδὸς τῷ στόματι καὶ ταῖς ῥισὶ μεγάλην κύστιν
16. βοείαν, ἤ τι τοιοῦτον ἕτερον ἀγγεῖον, ὡς μηδαμῆ παραπνεῖσθαι
17. μηδὲν τῆς ἀναπνοῆς δι’ ὅλης ἡμέρας, εἴδομεν
1. ἀκωλύτως πνέοντα αὐτόν. ἐξ οὗ δῆλον, ὡς ἤτοι μικρὸν
2. παντελῶς ἢ οὐδ’ ὅλως αἱ κατὰ τὸ ζῶον ἀρτηρίαι ἔχουσι
3. τῶν ἔξωθεν ποιοτήτων ἀνάγκην, καὶ μάλιστα τῆς θερμότητος.
4. τὸ μὲν γὰρ ψυχρότερον οὐχ ὁμοίως εὔπορον ἅπαντι.
5. χρὴ δ’ ἑτοίμως ἰέναι διὰ πάντων τῶν ὀργάνων τὸ τῆς ψυχῆς
6. πνεῦμα. τὸ δ’ αὖ θερμότερον ἅπαντι μὲν πόριμον,
7. ἀλλὰ πρῶτον μὲν κατακαίει τε καὶ συντήκει τὸ σῶμα, τελευταῖον
8. δὲ καὶ αὐτὸ συναπόλλυται καὶ ἀποσβέννυται.
9. καὶ ἐν μὲν ταῖς ἀποπληξίαις ψυχρότερον, ἐν δὲ τοῖς πυρετοῖς
10. θερμότερον τοῦ μέτρου γιγνόμενον, ἐν μὲν ταῖς
11. ἀποπληξίαις ἴσχεται τοῦ πάντη ῥᾳδίως εἰσιέναι, καὶ διὰ
12. τοῦτο εἰς ἀκινησίαν τελευτᾷ τὸ πάθος· ἐν δὲ τοῖς πυρετοῖς
13. εὔπορον μέν τοι πάντη, κατακαίειν δὴ, καθάπερ πῦρ,
14. ἀλλὰ μήτε τρέφειν μήτε αὐξάνειν τὰ σώματα δύναται.
15. μὴ τοίνυν εἶναι μικρὰν νομίζωμεν τὴν χρείαν τοῖς ζώοις
16. τῆς συμμέτρου θερμασίας, ἀλλ’ ἐν τοῖς ἀναγκαιοτάτοις,
17. μάλιστα μὲν οὖν τῷ πνεύματι τῷ ψυχικῷ καὶ τοῖς κυριωτάτοις
18. ὀργάνοις, ἤδη δὲ καὶ καθ’ ὅλον τὸ σῶμα. 
1. εἰκότως ἄρα τὴν ἀρχὴν τῆς φυσικῆς θερμασίας, τὴν καρδίαν,
2. εἰς τοσοῦτον ἀναπνοῆς χρῄζουσαν ἔχομεν, εἰς ὅσον
3. περ καὶ συμμέτρου θερμασίας αὐτοὶ χρῄζομεν. ἐδείχθη
4. γὰρ ἀδύνατος ἡ σωτηρία τῆς θερμασίας χωρὶς τῆς ἀναπνοῆς.
5. ἔκπνουν μὲν δὴ καὶ εἴσπνουν ἐστὶ ὅλον τὸ σῶμα,
6. κατὰ τὸν Ἱπποκράτους λόγον, ἀλλὰ καὶ πρὸς ἡμῶν ἑτέρωθι
7. δέδεικται. σύμμετρος δὲ ἀναπνοὴ τοῖς μὲν ἄλλοις
8. ἅπασι μορίοις ἡ διὰ τῶν ἀρτηριῶν ἐστιν· ἐγκεφάλου δὲ
9. καὶ καρδίας δύο ἐξαίρετα πρόσκειται τῆς ἀναπνοῆς ὄργανα,
10. τῷ μὲν ῥῖνες, τῷ δὲ πνεύμων. ὅπως δὲ ὁ πνεύμων κινοῖτο,
11. θώρακος ἐδεήθη. καὶ δι’ αὐτὸ ὡς μὲν τῇ καρδίᾳ
12. συνημμένος ὁ πνεύμων τὸ πρῶτόν ἐστι πνευστικὸν ὄργανον,
13. ὡς δὲ ὑπὸ τοῦ θώρακος κινούμενος τὸ δεύτερον. εἰ δὲ
14. τῆς τοῦ αἵματος ἀναθυμιάσεως εἰς θρέψιν χρῄζει τὸ ψυχικὸν
15. πνεῦμα, πιθανὸν γὰρ καὶ τοῦτο, μεγίστην ἂν ἔχοι
16. καὶ ταύτην τῆς συμμέτρου θερμασίας τὴν χρείαν τὰ ζῶα.
17. τὸ μὲν γὰρ ψυχρὸν αἷμα πῶς ἂν εἰς ἀτμοὺς λύοιτο; ἀμέτρως
18. δὲ θερμὸν εὐσκέδαστον μὲν εἰς ἀτμοὺς, ἀλλ’ εἰς θολεροὺς
1. τούτους καὶ καπνώδεις. οὐ μὴν τοιούτῳ γε εἶναι
2. πρέπει τῷ ψυχικῷ πνεύματι, ἀλλ’, εἴπερ τῳ ἄλλῳ,
3. καθαρωτάτῳ τε καὶ χρηστοτάτῳ. ταῦτ’ ἄρα τὸ μελαγχολικὸν
4. αἷμα καὶ τὸ πικρόχολον εἰς ἀτμοὺς μοχθηροὺς λυόμενον,
5. τὸ μὲν εἰς μελαγχολίαν, τὸ δὲ εἰς φρενῖτιν ἄγει.
6. διὰ τοῦτο δὲ κᾀν τοῖς καυσώδεσι πυρετοῖς ἑτοίμως παραφρονοῦσιν.
7. εἰ γὰρ χρηστὸν ᾖ τηνικαῦτα τὸ αἷμα, διὰ γοῦν
8. τὸ πλῆθος τῆς θερμασίας ἀτμίζει καπνωδῶς. εἴη δ’ ἂν
9. καὶ τοῦτο τῆς κατὰ φύσιν θερμασίας ὄφελος οὐ σμικρὸν,
10. ἀτμίζειν σύμμετρόν τε καὶ καθαρὸν καὶ χρηστόν. οὐ μὴν
11. οὐδὲ ταῖς οἰκείαις κατασκευαῖς δεῖσθαι ὅτῳ τῶν μορίων
12. ὑπόθοιτό τις, οὐδὲ οὕτως εἰς τὴν φυλακὴν τῆς κατασκευῆς
13. ὠφελεῖ μικρὸν ἡ σύμμετρος θερμασία. ξηρὸν μὲν γὰρ ἀμέτρως
14. ἢ ὑγρὸν οὐκ ἂν ἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο τῶν μορίων
15. οὐδέν· ψυχρὸν δ’ ἐσχάτως ἢ θερμὸν δύναιτ’ ἂν ἐμφανῶς
16. γενέσθαι. καὶ μὴν ἰδία ἑκάστου τῶν μορίων οὐσία ψυχροῦ
17. καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιά τις κρᾶσίς ἐστιν.
18. ὥστε καὶ διαφθείρεσθαι ταύτην ὑπ’ οὐδενὸς οὕτω ταχέως
1. εἰκὸς, ὡς ὑπὸ τῆς κατὰ τὴν θερμασίαν ἀμετρίας. εἰ δὲ
2. καὶ τοῦτο, καὶ τὴν ἐνέργειαν ὑπ’ οὐδενὸς ἑτοιμότερον ἐγχωρεῖ
3. βλαβῆναι. τῶν μὲν οὖν ἄλλων ὀργάνων αἱ βλάβαι
4. τῶν ἐνεργειῶν μικραί· τῶν δ’ εἰς αὐτὴν τὴν ζωὴν
5. διαφερόντων μεγάλαι· τῶν δ’ οὐ μόνον εἰς ζωὴν αὐτὴν
6. διαφερόντων, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα λόγον ἀρχῆς ἐχόντων
7. μέγισται. τοιαῦτα δ’ ἐστὶν ἐγκέφαλος καὶ καρδία. ὥσθ’ ἡ
8. τούτων τῆς κατασκευῆς βλάβη παραχρῆμα βλάψει τὴν ζωήν.
9. ἀλλ’ οὐδὲν ὑπαλλάττειν αὐτὴν οἷόν τέ ἐστιν ἑτοιμότερον
10. ἀμέτρου θερμασίας. ὥστε ἄμφω δέδεικται διὰ τοῦ λόγου,
11. τό τε χρήσιμον τῆς συμμέτρου θερμασίας καὶ τὸ ἐν τῇ
12. ἀναπνοῇ εἰς αὐτήν. ἀναγκαῖον οὖν ἤδη, μὴ πιθανὸν μόνον,
13. ἀλλὰ καὶ τὸ ἀληθὲς εὑρηκέναι, ἑτοίμως μὲν ἀποφαίνεσθαι.
14. καὶ χρείαν εἶναι τῆς ἀναπνοῆς λέγομεν ἐμφύτου
15. θερμασίας ἀναπνοήν. ἔνεστι δ’, εἰ καὶ τὴν οὐσίαν τῆς ψυχῆς
16. ἀγνοοῦμεν, ἀλλ’ ἐκ διαιρέσεως οὐδὲν ἧττον λογίσασθαι
17. λήμματα τῶν ἀποδείξεων, τοῖς ἐναργῶς γινωσκομένοις
1. χρησαμένους, ὧν καὶ τοῦτό ἐστι, τὸ περιεχόμενον ἐν ταῖς
2. κατὰ τὸν ἐγκέφαλον κοιλίαις πνεῦμα δυοῖν θάτερον ἀναγκαῖον
3. εἶναι, ἤτοι τὴν οὐσίαν τῆς ψυχῆς ἢ τὸ πρῶτον
4. αὐτῆς ὄργανον. ἀλλ’ εἰ πρῶτον, ὁ ἐγκέφαλος ἐν ἑαυτῷ τὴν
5. οὐσίαν τῆς ψυχῆς ἔχει, ἀναγκαῖόν ἐστι, καὶ ταύτην ἔμφυτον
6. εἶναι θερμασίαν, ἢ τὸ πνεῦμα, ἢ τὸ σύμπαν αὐτῆς τῆς
7. κατασκευῆς εἶδος, ἢ παρ’ αὐτὴν εἴτις δύναμις ἀσώματος.
8. ἀλλ’ ἀναγκαῖον τοῦτο πρῶτον, εἰς τὰς κινήσεις ὄργανον ἕν
9. τι τῶν εἰρημένων ἔχειν, αὐτὴν μὲν ἀπαθῆ παντελῶς ὑπάρχουσαν,
10. ἐν δὲ τοῖς θανάτοις, τῶν πρώτων αὐτῶν ὀργάνων
11. πασχόντων, λυομένην. ὥστε ἐξ ἀνάγκης ἤτοι τῆς κατασκευῆς
12. τοῦ ἐγκεφάλου βλαπτομένης, ἢ ὁμοῦ τοῦ κατὰ αὐτὸν
13. πνεύματος, ἢ τῆς θερμασίας μόνης, ὁ θάνατός ἐστι τοῖς
14. ζώοις. ἀλλ’ οὔτε τὴν κατασκευὴν ἐν τάχει βλαβῆναι δυνατὸν
15. ἑτέρως ἀλλ’ ἢ διὰ τὴν τῆς θερμασίας ἀμετρίαν, ὡς
16. ἐδείξαμεν, οὔτ’ αὐτὴν πολὺ μᾶλλον τὴν θερμασίαν, ἀλλ’ οὐ
17. διὰ τὸ λοιπὸν ἔτι καὶ τρίτον, ἔχειν τὸ πνεῦμα δύναται
1. πρόφασιν ἑτέρας φθορᾶς ἐξαιφνιδίου παρὰ τὰς ἔμπροσθεν
2. εἰρημένας, τήν τε τῆς οὐσίας ὅλης αὐτῶν κένωσιν καὶ
3. τὴν τῆς θερμασίας ἀμετρίαν. ἀλλ’ ἐν ταῖς τῆς ἀναπνοῆς
4. ἐπισχέσεσιν οὐκ ἔχομεν αἰτίας εἰρῆσθαι τὴν κένωσιν
5. ὅλης τῆς οὐσίας, ὡς ἐπὶ τῶν εἰς τὰς κοιλίας τρώσεων.
6. ἀπολείπεται, ὅτι διὰ θερμασίας ἀμετρίαν ἀποθνήσκομεν.
7. αὕτη μὲν οὖν ἡ μεγίστη χρεία τῆς ἀναπνοῆς· δευτέρα δὲ
8. θρέψις τοῦ ψυχικοῦ πνεύματος. γίνεται δὲ ἡ μὲν προτέρα
9. δι’ ἀμφοτέρων τῆς ἀναπνοῆς τῶν μερῶν, εἰσπνοῆς τε καὶ ἐκπνοῆς,
10. τῆς μὲν οὖν ἀναψυχούσης τε καὶ ῥιπιζούσης, τῆς
11. δὲ τὸ αἰθαλῶδες ἀποχεούσης· ἡ δευτέρα δὲ διὰ τῆς εἰσπνοῆς
12. μόνης. ὅτι μὲν οὖν εἰς τὴν καρδίαν ἕλκεταί τις
13. ἀέρος μοῖρα κατὰ τὰς διαστολὰς αὐτῆς, ἀναπληροῦσα τὴν
14. γενομένην κένωσιν, τὸ μέγεθος αὐτό γε τῆς διαστάσεως
15. ἱκανὸν ἐνδείξασθαι. ὅτι δὲ καὶ εἰς τὸν ἐγκέφαλον εἰσπνεῖται,
16. δι’ ἑτέρας ἐπιδέδεικται πραγματείας, ἐν ᾗ περὶ
17. τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων διαλεγόμεθα.
1. διὰ τί δὲ, τῆς καρδίας εἰς ἑαυτήν τι παρὰ τοῦ πνεύμονος
2. ἑλκούσης ἀέρος ἐπιπεμπούσης τε ταῖς πλησίον ἀρτηρίαις,
3. ὅμως γε ὁ ἐκπνεόμενος οὐδὲν ἐλάττων φαίνεται τοῦ κατὰ
4. τὴν εἰσπνοὴν ἑλχθέντος, εἰρήσεται μὲν καὶ δι’ ἑτέρων ἐπὶ
5. πλέον, ἀποχρήσει δὲ καὶ νῦν εἰπεῖν τόδε μόνον, ὡς
6. ἀτμός τις ἐκπνεῖται τοὐπίπαν ἴσος τῷ πλήθει τῆς μεταληφθείσης
7. μοίρας τοῦ πνεύματος εἴς τε τὴν καρδίαν καὶ
8. τὰς ἀρτηρίας. αἵτινες δ’ εἰσὶ καὶ διαθέσεις τοῦ σώματος,
9. ἐν αἷς ἤτοι βραχεῖ πλείων ὁ ἀτμὸς τοῦ μεταληφθέντος
10. ἀέρος, ἢ ἐλάττων, ἢ ἴσος, ἐν τοῖς περὶ δυσπνοίας εἰρήσεται.
11. ἀρκεῖν μέν μοι δοκεῖ ταῦτα περὶ χρείας ἀναπνοῆς. ὅσα δὲ
12. ὑπὲρ αὐτῆς τισιν εἰρήσεται μοχθηρῶς, ῥᾷστα φωραθῆναι
13. δύναιτ’ ἂν μὴ παρέργως ἕκαστον τῶν ἐνταυθοῖ γεγραμμένων
14. ἐκλεξαμένοις.

Cliquer un n° de page pour en afficher l’image