15. Τὴν φυτικὴν δ’ ἀρχὴν ἁπάντων ἔχει πρώτην
16. δημιουργοῦσαν, οὐκ ἐξ αἵματος, ἀλλ’ ἐξ αὐτοῦ τοῦ σπέρματος,
17. ἀρτηρίαν, καὶ φλέβα, καὶ νεῦρον, ὀστοῦν τε καὶ
1. ὑμένα. ταῦτα γὰρ πρόσθεν ὁ λόγος ἐξηγήσατο, χορίον μὲν
2. πρῶτον ἔξωθεν αὐτῷ περιθεὶς, ἅμα δ’ αὐτῷ τὸν ἀλλαντοειδῆ
3. ποιήσας ὑμένα, συνεργασόμενον μὲν, ὡς εἴρηται, τῷ
4. χορίῳ τὴν γένεσιν, ὑποδεξόμενον δὲ διαπλασθέντος τοῦ ζώου
5. τὸ οὖρον. ἀνάγκη γὰρ ἦν καὶ τῷ κυουμένῳ ζώῳ περιττώματα
6. γενέσθαι τοσαῦτά τε καὶ τοιαῦτα, ὅσα τε καὶ οἷα
7. ὑπάρχει τοῖς ἀπολελυμένοις ἤδη τῆς μήτρας· ἀλλὰ τούτων
8. οὖρόν τε καὶ ἀποπάτημα, διαπεπλασμένων τε καὶ διηρθρωμένων
9. ἤδη τῶν μορίων· ἐξ ἀρχῆς δ’ εὐθέως τὸν ἀποῤῥέοντα
10. τοῦ κυήματος ἀτμὸν, ὃς ἀνάλογός ἐστι τῷ τῶν τελείων
11. ζώων ἱδρῶτι· καὶ τούτῳ τοίνυν ἀναγκαῖον γενέσθαι τινὰ
12. ὑμένα, καθάπερ καὶ τῷ οὔρῳ τὸν ἀλλαντοειδῆ. καὶ δὴ καὶ
13. γέγονεν ὁ ἄμνειος ὀνομαζόμενος, ὅλον ἐν κύκλῳ περιλαμβάνων
14. τὸ κύημα. τῷ γὰρ ἀλλαντοειδεῖ, καίτοι προτέρῳ
15. τοῦ ἀμνείου γεγονότι, συγχρήσασθαι πρὸς τὴν τοιαύτην
16. ὑπηρεσίαν οὐκ ἐδικαίωσεν ἡ φύσις, ἅμα μὲν ὅτι
17. λεπτὸς καὶ ἄτονος ἦν, ἐξ ὀῤῥωδεστέρου γεγενημένος σπέρματος·
18. ἐχρῆν δὲ τὸν περιέξοντα τὸ ἔμβρυον ὑμένα πάχος
1. ἔχειν ἰσχυρὸν, ὡς ἂν οὐ μόνον ἱδρῶτος ἀγγεῖον αὐτὸ γενησόμενον,
2. ἀλλὰ καὶ πρὸς τὰς μελλούσας ἔσεσθαι τῶν κώλων
3. κινήσεις ἀνθέξοντα πρὸς τοῦτο δὲ καὶ ὅτι στενώτερος ἦν
4. ὁ ἀλλαντοειδὴς, ἢ ὡς πᾶν ἀμφιέσαι τὸ κύημα. τί δὴ
5. οὖν οὐκ ἐποίησεν αὐτὸ εὐρύτερον; ὑπολάβοις ἄν μοι τῷ
6. λόγῳ. ὅτι τὸ θῆλυ σπέρμα ἔλαττον ὑπάρχει πολλῷ τοῦ
7. ἄῤῥενος λέλεκται γάρ μοι καὶ πρόσθεν. οὔκουν ἦν
8. δυνατὸν εὐρὺν ἅμα καὶ μακρὸν ἐργάσασθαι τὸν ἀλλαντοειδῆ,
9. ἀλλ’ ἔστιν ἐξ ἀνάγκης μακρὸς, ὡς ἂν εἰς ἀμφοτέρας
10. τὰς κεραίας τῶν μητρῶν ἀνηρτημένος, ὥστ’ εὐλόγως
11. ἅμα καὶ ἀναγκαίως στενὸς ἐγένετο. τοιούτου δ’ ὄντος αὐτοῦ,
12. καὶ προσέτι λεπτοῦ, τὸν ὑποδεξόμενον ὑμένα τὰς
13. ἀτμώδεις ἀποῤῥοὰς εὐρὺν καὶ παχὺν ἅμα τῇ πρώτῃ συλλήψει
14. τῆς γονῆς ἡ φύσις· ἔξωθεν αὐτῇ περιέτεινεν, ἀτμίζειν
15. γε μελλούσῃ διὰ τὴν θερμότητα. τῶν δ’ ἄλλων ὑμένων
16. οὐδεὶς ἐν ταῖς πρώταις ἡμέραις ἀναγκαίαν ἔχει τὴν γένεσιν.
17. οὐδὲ γὰρ ἐξήρκεσεν εἰς τὴν ἁπάντων αὐτῶν δημιουργίαν ἡ
18. τοῦ σπέρματος οὐσία, ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι κύημα
1. μὲν τὸ σπέρμα ἤδη, τρεφόμενον δὲ ηὐξάνετο, καὶ πλεῖστον
2. ὑπῆρχεν, ἡνίκα διαφράττεσθαι μὲν ἔδει τὴν καρδίαν ἀπὸ
3. τοῦ ἥπατος, ἀμφιέννυσθαι δὲ ἔξωθεν αὐτὴν κατ’ αὐτὴν
4. ἰδίῳ φρουρίῳ, περιτείνεσθαι δὲ τῇ γαστρὶ τὸ περιτόναιον,
5. ὑπαλείφεσθαι δὲ τῷ θώρακι τὸν ὑπεζωκότα. τηνικαῦτα καὶ
6. τὸν ἐγκέφαλον ἐχρῆν σκεπάσασθαι διτταῖς μήνιγξι, καὶ τὸν
7. νωτιαῖον ἅμα ταύταις ἑτέρᾳ τρίτῃ, καὶ σύμπαν τὸ κύημα
8. τὴν ἔξωθεν ἅπασαν περιγραφὴν ὑμενώδη λαβεῖν, ὡς εἶναι
9. ταύτην αὐτῷ σύμφυτον σκέπασμα τοῦ μήτε βλάπτεσθαι
10. μηδὲν ὑπὸ τῶν περιττωμάτων, ἃ στέγειν ἔμελλεν ὁ ἄμνειος,
11. ὕστερον δὲ δέρμα γενέσθαι, σαρκώδους οὐσίας ἐπιτραφείσης
12. αὐτῷ. κατεχρήσατο γοῦν ἡ φύσις εἰς ταῦτα σύμπαντα τῷ
13. γλίσχρῳ τῆς γονῆς· ὅσον δὲ ἐν αὐτῇ παχύτερον καὶ γεωδέστερον
14. ἦν καὶ ἧττον ὅλκιμον, εἰς τὴν τῶν ὀστῶν χώραν
15. κατέθετο. σύμπαν γὰρ ἤδη διέπλαττε τὸ ἔμβρυον, ὡς ἂν
16. οὐδέποτε κατ’ οὐδὲν μέρος ἀργοῦσα. καὶ τοίνυν ἥκει ὁ τρίτος
17. μὲν χρόνος τῇ κυήσει. πάντων δ’ ἡ φύσις ὑπογραφὰς
1. πεποιημένη σπέρματος οὐσίας, διαρθροῦν ἀκριβῶς αὐτὰ,
2. καὶ τὰ μόρια ταῦτα ἐξεργάζεσθαι καιρὸν εἶχεν. ἅμα τε οὖν
3. ἐπέφυέ τε καὶ περιέφυεν ἅπασι τοῖς ὀστοῖς τὰς σάρκας, ἅμα
4. τε καὶ τὸ πιότατον ἐξ αὐτῶν μυζήσασα, γεώδη μὲν ἐκεῖνα
5. καὶ κραῦρα καὶ ἀλιπῆ παντάπασιν ἀπετέλεσεν, ὅσον εἷλκεν
6. ἐξ αὐτῶν γλίσχρον ἐκφύουσα καθέκαστον, ἐπὶ μὲν τοῖς πέρασι
7. τῶν ὀστῶν συνδέσμους εἰργάσατο πρὸς ἄλληλα, κατὰ
8. δὲ τὸ μῆκος ἐν κύκλῳ πᾶν ὑμένας λεπτοὺς περιέβαλεν, οὓς
9. ὀνομάζουσι περιοστείους, οἷς τὰς σάρκας ἐπέφυεν. ἐχρήσατο
10. δ’ εἰς τὴν τῶν ὀστῶν δημιουργίαν μάλιστα τῇ τοῦ θερμοῦ
11. δυνάμει, κατοπτῶσα πάντη αὐτὰ καὶ ξηραίνουσα. καὶ γὰρ
12. ἐκείνοις ἄμεινον ἦν τοῦτο, σκληροῖς ἔσεσθαι μέλλουσι, καὶ
13. τὸ λιπαρὸν ἐξ αὐτῶν οὕτως ἔμελλε μάλιστα ἐκχυθήσεσθαι,
14. καθάπερ ἀφρός τις ζεσάντων. ἔνθα δὲ ἐπέφυσεν αὐτοῖς
15. τοῖς ὀστοῖς σάρκα, πρὶν σκεπάσαι τοῖς ὑμέσιν, ἧττον κραῦρον
16. γέγονε τὸ τοιοῦτο ὀστοῦν ξύμπαν. ἐξέτεινε δὲ ἀπὸ τῶν
17. περιοστείων ὑμένων καὶ ταῖς σαρξὶν ἰσχνὰ σκεπάσματα.
1. καὶ μέντοι καὶ νεῦρον εἰς ἑκάστην αὐτῶν εἰσάγουσα
2. διέσπειρε, λύσασα πρότερον εἰς ἶνας ἀραχνῶν λεπτοτέρας.
3. ἑτέρας δὲ ἶνας ὁμοίως λεπτὰς ἐκ τῶν συνδέσμων ἀγαγοῦσα,
4. καὶ περιπτύξασα πάσαις αὐταῖς σάρκας, συνήγαγεν αὖθις
5. εἰς ταὐτὸ ἀμφότερα τῶν ἰνῶν τὰ γένη, τὸ μὲν ὅλον ὄργανον,
6. ἐν ᾧ ταῦτα ἐτεχνήσατο, μῦν ἐργασαμένη, τὸ δὲ ἐκ τῆς
7. τῶν ἰνῶν συνόδου τένοντα. τῶν μὲν δὴ συνδέσμων, ὡς
8. εἴρηται, μοῖραν οὐκ ὀλίγην εἰς τοὺς μῦς ἐνέβαλε, τῶν νεύρων
9. δὲ οὐκ εἰς τούτους μόνον, ἀλλὰ καὶ τοῖς σπλάγχνοις
10. ἅπασιν ὁμοίαν ποιεῖται τὴν νομήν. ἔστι δὲ δή τι καὶ ἕτερον
11. εἶδος ἰνῶν ἔν τε τῇ γαστρὶ, καὶ τοῖς ἐντέροις, καὶ
12. ἀμφοτέραις ταῖς κύστεσι, καὶ ταῖς μήτραις, καὶ τῇ καρδίᾳ,
13. τὴν γένεσιν ἐκ σπέρματος ἔχον, αἷς περιπέφυκεν οἷον πλοκάμῳ
14. τινὶ τὸ τοῦ σπλάγχνου σύμπαν σῶμα, τὴν γένεσιν
15. ἐξ αἵματος εἰληφός.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 1.10, ed. Kühn, 1822, vol. 4, p. 546-551. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩