Galenus. De semine (De sem.) [n° 022 Fichtner] [GalLat]

Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).

De semine, 1.11, ed. Kühn, 1822, vol. 4, p. 551-555. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.11

16. Ἅπαντα γὰρ, ὅσα σαρκώδη τὴν ἰδέαν ἐστὶν,
17. ἐξ αἵματος ἐγένετο· τὰ δ’ ὑμενώδη πάντα ἐκ σπέρματος
18. ἐτάθη. καὶ διὰ τοῦτο τὰ μὲν ἐξ αἵματος, εἰ φθαρείη 
1. ποτὲ, γεννᾶται πάλιν ῥᾳδίως, ὡς ἂν τὴν ὕλην ἔχοντα τῆς
2. γενέσεως ἄφθονον· ὅσα δ’ ἐκ σπέρματος, ἢ οὐδ’ ὅλως, ἢ
3. κατὰ σπάνιον αὖθις γεννᾶται, καίτοι τήν γε ποιητικὴν αἰτίαν
4. αὐτοῦ ἔχοντα ὁμοίως τελείοις. οὐ γὰρ δὴ καταλέλοιπέ
5. γε ἡ φύσις τὸ ζῶον οὐδ’ ἐπιλέλησται τῶν δυνάμεων ὧν
6. ἔχει συμφύτων. ἃς γὰρ οὐκ ἐπεκτήσατο παρά τινος, ἀλλ’
7. ἐκ σπέρματος εἶχεν, ἀμήχανον ἀποβαλεῖν αὐτάς. τί δή ποτ’
8. οὖν, εἰ ἐκτέμνει τις τοῦ σώματος ἡμῶν πιμελὴν ἢ σάρκα,
9. γεννᾶται πάλιν ἐν τῇ χώρᾳ τῆς ἀπολομένης ἑτέρα πιμελὴ
10. καὶ σὰρξ, ἀρτηρία δὲ, ἢ φλὲψ, ἢ νεῦρον, ἢ ὑμὴν, ἢ σύνδεσμος,
11. ἢ τένων, ἢ χόνδρος, ἢ ὀστοῦν, ἅπαξ ἀπολόμενα,
12. δεύτερον οὐκ ἔτι γεννᾶται; καὶ τό γε θαυμασιώτερον, ὅταν
13. γυμνωθῇ τι τούτων, καὶ δέον σκεπάσαι καὶ εἰς οὐλὴν ἀγαγεῖν
14. αὐτὰ, σὰρξ μὲν περιφύεται τῶν εἰρημένων ἑκάστῳ, τὸ
15. δ’ ὅμοιον αὐτῷ τῷ γυμνωθέντι κατ’ οὐδένα τρόπον ἔτι
16. ἐπιφύεται, οὐδ’ ἂν αὐτὰ τὰ παιώνια φάρμακα προσφέρηται.
17. ἀλλὰ διὰ τί συμβαίνει τὸ τοιοῦτο; ἢ ὅτι ἡ τῆς μὲν σαρκὸς
1. ὕλη καὶ νῦν ἐστιν, ἐκείνων δ’ οὐδενός; ἢ τί νομίζεις;
2. ὁ χιτὼν τῆς ἀρτηρίας ἢ τὸ τοῦ νεύρου σῶμα τὴν διοικοῦσαν
3. αὐτὸ δύναμιν οὐκ ἔχει τοιαύτης οὐσίας ποιητικὴν, οἵαν
4. αὐτὸ κέκτηται; καὶ μὴν, εἴπερ τι ἄλλο, καὶ τοῦτο ταῖς φύσεσιν
5. ὑπάρχει, τὸ ποιεῖν ἑαυταῖς ὅμοια. πῶς δ’ ἂν ἄλλως
6. ἐτρέφετο σῶμα, μὴ τῆς τοιαύτης δυνάμεως ἀεὶ παραμενούσης
7. αὐτῇ; πάντως γὰρ ἀποῤῥεῖ τι τῆς οὐσίας ἑκάστου, καὶ
8. διὰ τοῦτο δεῖται τοῦ θρέψοντος· ὅμοιον δ’ εἶναι χρὴ τὸ
9. προστιθέμενον ἐκ τῆς τροφῆς τῷ διαφορηθέντι. καί σε
10. κᾀνταῦθα τῶν σῶν ἀναμνήσω λόγων, Ἀριστότελες φίλτατε.
11. δυοῖν γὰρ θάτερον ἀναγκαῖον, ἢ ἐν τοῖς σιτίοις ἑκάστου τῶν
12. τρεφομένων σωμάτων ἐμφέρεσθαι μόρια, κᾄπειτα, τῶν ὁμοίων
13. ὡς τὰ ὅμοια φοιτώντων, γίνεσθαι τὴν θρέψιν, ἢ ἀλλοιουμένης
14. τῆς τροφῆς. ἀλλὰ τὸ μὲν πρότερον δόγμα τὸ τῶν
15. ὁμοιομερῶν ἐξήλεγξας αὐτὸς ὡς οὐκ ἀληθές· τὸ δ’ ἕτερον,
16. ὃ τὴν ἀλλοίωσιν πρεσβεύει, ὡς ἀληθὲς συνεστήσω. οὐ μὴν
17. οὐδὲ, ὅτι ἐξ ἅπαντος εἰς ἅπαν ὁμοίως αἱ μεταβολαὶ γίνονται,
1. δυνατὸν εἰπεῖν. εἰς γὰρ τὸ πλησιώτερον τῇ φύσει
2. τοῦ μεταβαλλομένου ῥᾴων ἡ μεταβολή· καὶ διὰ τοῦτο τῷ
3. αἵματι ῥᾷστον μὲν γενέσθαι σαρκὶ, χαλεπώτερον δ’ ὑμένι,
4. καὶ νεύρῳ, καὶ φλεβὶ, καὶ ἀρτηρίᾳ, καὶ χιτῶνι. πρῶτον
5. μὲν οὖν ἕλκει τὰ μέλλοντα θρέψασθαι τὸν οἰκεῖον ἕκαστον
6. ἐκ τοῦ αἵματος χυμὸν, ὡς Ἱπποκράτης ἐγίνωσκεν, ἀποδέδεικται
7. δ’ ἡμῖν ἐν ἑτέροις ἐπὶ πλέον αὐτά τε ταῦτα, καὶ
8. ὡς τὸ μὲν παχυτέρου δεῖται τοῦ αἵματος, τὸ δὲ λεπτοτέρου,
9. καὶ τὸ μὲν θερμοτέρου, τὸ δὲ ψυχροτέρου, καὶ τὸ
10. μὲν φλεγματωδεστέρου, τὸ δὲ μελαγχολικωτέρου. ἀτὰρ οὖν
11. καὶ ἀκριβεστέρου καὶ καθαρωτέρου δεῖταί τινα, καὶ αὖθις
12. ἕτερα μὲν καθαρωτέρου, τὰ δ’ ὀῤῥωδεστέρου, καὶ δὴ καὶ
13. τελεωτάτου κατειργασμένου, τοῖς δ’ οὐδὲν ἐμποδίζει, κᾂν μὴ
14. τοιοῦτο ᾖ τὸ θρέψον. μετὰ δὲ τὴν εἰς ἕκαστον μόριον ὁλκὴν
15. τοῦ οἰκείου χυμοῦ τὸ μὲν ἑλχθὲν εἰς πολλὰ μέρη διαλυθὲν
16. ἀτμοειδῶς προστίθεται τοῖς ἕλξασι, μεταβαλλόμενον
17. ἐν χρόνῳ πλείονι, (δέδεικται γὰρ καὶ τοῦτο,) προσφύει δὲ
1. αὐτὸ κατὰ τὴν πολυχρόνιον μονὴν ἑαυτῷ τὸ ἕλξαν τε καὶ
2. ὁμοιῶσαν. μὴ τοίνυν δόκει, γεγονέναι μὲν ἐξ ἀρχῆς ἕκαστον
3. τῶν πρώτων τοῦ ζώου μορίων ἐκ σπέρματος, ἄλλην
4. δὲ αὐτῶν εἶναι τὴν ἐσχάτην καὶ οἰκειοτάτην τροφήν.

Cliquer un n° de page pour en afficher l’image