5. Ὅπως οὖν αὕτη γεννᾶται, ῥᾷστον μὲν ἦν
6. ἡμῖν διὰ βραχέων ἀποφῄνασθαι, βούλομαι δ’ ἀπόδειξιν
7. προσθεῖναι τῷ λόγῳ, καὶ μάλιστα ὅτι τῆς ἐνεστώσης πραγματείας
8. οἰκειότατόν ἐστιν. ὥσπερ οὖν, ὁπότε περὶ χρείας τε
9. καὶ δυνάμεως σπέρματος ὁ λόγος ἦν, ἀπὸ τῶν ἐναργῶς
10. φαινομένων ἀρξάμενοι καὶ λέγοντες, ἐν ταῖς μήτραις μένειν
11. τὸ σπέρμα, ἡνίκα κυήσειν μέλλοι τὸ ζῶον, ἐντεῦθεν συνελογισάμεθα,
12. κατὰ τὸν αὐτὸν τρόπον, οἶμαι, καὶ νῦν ἀπὸ
13. τῶν φαινομένων ἐν ταῖς ἀνατομαῖς ἄρξασθαι προσήκει.
14. φαίνεται τοίνυν ἀρτηρία καὶ φλὲψ ἐφ’ ἑκάτερον ἰοῦσαι
15. τῶν ὄρχεων, οὐκ εὐθεῖαν ὁδὸν, ὥσπερ ἐπὶ τὰ ἄλλα σύμπαντα,
16. πολυειδῶς δὲ πρότερον ἑλισσόμεναι δίκην ἑλίκων
17. ἢ κισσῶν. ὅθεν, οἶμαι, καὶ αὐτοῖς τοῖς ἀνατομικοῖς ἀνδράσιν
1. ἐπῆλθε, κισσοειδῆ μὲν ἐνίοις, ἑλικοειδῆ δ’ ἄλλοις ὀνομάσαι
2. τὴν φύσιν αὐτῶν. ἐν δὲ δὴ ταῖς πολλαῖς ἕλιξι ταύταις,
3. ἃς ποιοῦνται πρὶν ἐπὶ τοὺς ὄρχεις ἐξικέσθαι, κατὰ
4. βραχὺ λευκαινόμενον ἔνεστί σοι θεάσασθαι τὸ αἷμα. καὶ
5. τέλος, ἐπειδὰν ἤδη τοῦ ὄρχεως ἅπτηται τὸ ἀγγεῖον, ἡ τοῦ
6. σπέρματος οὐσία σαφῶς ἐν αὐτῷ φαίνεται. εἰ μὲν δὴ κᾀκ
7. τῆς τῶν ὄρχεων φύσεως ἀλλοίωσίν τινα προσλαμβάνει, καὶ
8. ἄλλως ἀμήχανον αὐτῷ συντελεσθῆναι, παρείσθω τό γε νῦν
9. εἶναι σκοπεῖν. ἑπώμεθα δ’, εἰ βούλει, τήν γε πρώτην Ἀριστοτέλει,
10. καὶ ὅτι μηδὲν ἡμῖν συνεργοῦσιν εἰς σπέρματος
11. γένεσιν οἱ ὄρχεις, ὥστε οὐ τὸ πλεῖστον, ἀλλὰ τὸ σύμπαν
12. ἥ τε ἀρτηρία καὶ ἡ φλὲψ ἐργάζονται τῆς θορώδους ὑγρότητος.
13. φύσις ἄρ’ ἔστιν αὐταῖς γεννητικὴ σπέρματος. ἀλλ’ ἐξ
14. αἵματος ἐγέννησαν αὐτὸ, πολυχρονίως ἐν αὐταῖς διατρίψαντος·
15. αὕτη γὰρ καὶ ἡ χρεία τῆς ἕλικος. ἀλλοιοῦσαι δὲ δήπου
16. τὸ αἷμα μετέβαλον εἰς σπέρμα. τὸ δ’ ἀλλοιοῦν ἅπαν
17. εἰς τὴν ἑαυτοῦ φύσιν ἄγει τὸ ἀλλοιούμενον· ὅπερ δὴ καὶ
18. φαίνεται. λευκὸν γὰρ καὶ παχὺ καὶ γλίσχρον ἐστὶ τὸ
1. σπέρμα, τρέφειν ἐπιτήδειον ἀρτηρίας καὶ φλεβὸς
2. σῶμα. φαίνεται δὲ καὶ Ἀριστοτέλης ἐν τούτοις ἡμῖν ὁμολογῶν,
3. ἐπειδὰν φάσκῃ· Τοὐναντίον ἄρ’ οἷς οἱ ἀρχαῖοι ἔλεγον,
4. λεκτέον· οἱ μὲν γὰρ τὸ ἀπὸ παντὸς ἀπιὸν, ἡμεῖς δὲ
5. τὸ πρὸς ἅπαν ἰέναι πεφυκὸς σπέρμα ἐροῦμεν. τῆς δ’ αὐτῆς
6. ἔχεται γνώμης κᾀν τῷ φάναι· Χρησίμου ἄρα περιττώματος
7. μέρος τί ἐστι τὸ σπέρμα. χρησιμώτατον δὲ τὸ ἔσχατον,
8. καὶ ἐξ οὗ δὴ γίνεται ἕκαστον τῶν μορίων. ὅθεν, οἶμαι,
9. ἂν θαυμάσειέ τις ἔτι καὶ μᾶλλον αὐτοῦ κατὰ τὸ πρῶτον
10. βιβλίον περὶ ζώων γενέσεως, ἐν μὲν τῇ προγεγραμμένῃ
11. ῥήσει, καθ’ ἣν ἀντιλέγει τοῖς ἀρχαίοις ἑαυτοῦ, περὶ τῆς τοῦ
12. σπέρματος οὐσίας ἀποδεικνύναι πειρωμένου, τῶν μορίων
13. ἕκαστον ἐξ αὐτοῦ γίνεσθαι, κατωτέρω δ’, ὑπ’ αὐτοῦ μὲν
14. οὐκ ἐξ αὐτοῦ δέ· τὸ γὰρ, ἐξ οὗ γίνεται, τὸ καταμήνιον
15. εἶναι.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 1.12, ed. Kühn, 1822, vol. 4, p. 555-557. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩