16. Τάχ’ ἂν οὖν φαίη τις, ἀπορώτερον ἡμῖν γεγονέναι
17. τὸν λόγον. εἰ γὰρ οἷαί τε γεννᾷν εἰσιν αἱ ἀρτηρίαι
18. τε καὶ αἱ φλέβες τὸ σπέρμα, διὰ τί τοῖς ἀποκοπεῖσιν
1. ἑαυτῶν μέρεσιν οὐκ ἀποφύουσιν ἕτερα ἀντ’ αὐτῶν; διττὴ δ’
2. ἂν εἴη καὶ ἡ πρὸς τοῦτο ἀπόκρισις· ἡ μὲν ἑτέρα, διότι
3. φλέβας ἐθεάσαντό τινες ἤδη γεγενημένας ἐν ἕλκεσι μεγάλοις,
4. ὥσπερ καὶ ἡμεῖς αὐτοὶ κατά τε ἄλλα τινὰ μόρια καὶ κατὰ
5. τὴν κεφαλὴν ἱκανῶς ἀξιολόγους τε καὶ πολλάς· ἑτέρα δὲ,
6. ἣν οὐκ ἀπόκρισιν ἴσως ἐάσει τις ὀνομάζεσθαι τῶν περὶ λέξιν
7. ἐσπουδακότων, ἀλλὰ διέξοδον. ἐρῶ γὰρ τὴν αἰτίαν, δι’ ἣν
8. οὔτε πολλοῖς ὤφθησαν ἐν ἕλκεσι γεννηθῆναι φλέβες, ἀλλ’
9. ὀλιγίστοις παντάπασιν, ἀρτηρίαν δὲ καὶ νεῦρον οὐδεὶς εἶδεν
10. οὐδὲ κατὰ τὸ σπάνιόν τινι γεννηθέντα. ταυτὶ μὲν οὖν
11. ὀλίγον ὕστερον ἐροῦμεν, ὡς μηδὲν λείπῃ τῷ λόγῳ. πρὸς
12. Ἀριστοτέλη δὲ πρότερον οἷς ἔλεγον ἐπιθεῖναι βούλομαι
13. τελευτὴν, ἀποφῃνάμενον ἀχρήστους εἰς τὴν τοῦ σπέρματος
14. γένεσιν εἶναι τοὺς ὄρχεις. ἐξ ὧν γὰρ οὕτω γινώσκει, τῇ
15. φλεβὶ καὶ τῇ ἀρτηρίᾳ τὴν γένεσιν αὐτοῦ παραχωρεῖ, ταῖς
16. εἰς τοὺς ὄρχεις φερομέναις. οὐ δήπου δὲ ταύταις μὲν ὑπάρχει
17. φύσις, ὡς γεννᾷν σπέρμα, ταῖς δ’ ἄλλαις οὐχ ὑπάρχει.
1. ἀλλ’ εἰ καὶ κατ’ ἄλλην τινὰ τοῦ ζώου χώραν ἀρτηρία καὶ
2. φλὲψ ὁμοίως ἦσαν εἱλιγμέναι, καὶ κατ’ ἐκείνην ἂν ἐφαίνετο
3. τοιοῦτος χυμός. εἴπερ οὖν γεννῶσι, καὶ τρέφονται
4. πρὸς αὐτοῦ. ἀλλ’ ἡ γένεσις τοιαύτη οὐδέν ἐστιν ὅμοιον
5. τῷ διαφορηθέντι, ἡ θρέψις δὲ μόρια γεννᾷ τῶν τρεφομένων
6. ὅμοια τῷ διαφορηθέντι. ἀλλ’ οὐκ ἐξ ἄλλης μὲν ὕλης
7. ἐγεννήθη μὲν τὸ ὅλον ἀγγεῖον, ἐξ ἄλλης δὲ νῦν αὐτοῦ γεννᾶται
8. τὰ μέρη. δῆλον οὖν ὡς, εἴπερ ἐξ ὑγρότητος τρέφεται
9. θορώδους, ἐκ τοιαύτης καὶ κατ’ ἀρχὴν ἐγίνετο. πρὸς Ἀριστοτέλη
10. μὲν αὐτάρκης ὁ λόγος. ἀναλάβωμεν δὲ, ἅπερ ἐρεῖν
11. ἀνεβαλλόμεθα· πρῶτον μὲν, ὡς ὀλιγάκις ὤφθη φλὲψ γεννηθεῖσα,
12. δεύτερον δὲ, ὅτι τῶν ἄλλων οὐδὲν ὤφθη. τὸ γὰρ
13. ἐπιτρεφόμενον ἀγγεῖον τῇ προϋπαρχούσῃ φλεβὶ, ταύτῃ γὰρ
14. δηλονότι συνεχές ἐστιν, οὐκ ἐν ἁπάσῃ τῇ φύσει τοῦ σώματος
15. ὕλην ἄφθονον εἰς γένεσιν ἔχει. ἂν τοίνυν οὐδὲ φθάσῃ
16. σὰρξ ἐν κύκλῳ περιτραφῆναι τῷ στόματι τῆς ἀποκεκομμένης
17. φλεβὸς, οὐδ’ αὖ ἐξ ὑγροῦ ποτε δαψιλοῦς ὕλης ἀπορήσῃ,
1. δυνήσεται γεννῆσαι. χρὴ τοίνυν ἅμα μὲν ἐῤῥωμενεστάτην
2. εὑρεθῆναι τὴν ἐν ταῖς ἀποκεκομμέναις φλεψὶ δύναμιν, (αὕτη
3. γάρ ἐστιν ἡ δημιουργοῦσα τὴν ἐπιφυομένην,) ἅμα δ’
4. ὕλην θορώδη τοσαύτην, ὡς μὴ φθασθῆναι πρὸς τῆς ἐπιφυομένης
5. σαρκὸς κλεισθῆναι τὸ στόμα. σπανιώτατον δέ
6. ἐστι συνελθεῖν εἰς ταὐτὸ ἄμφω ταῦτα. εἰ τοίνυν ἐπὶ φλεβὸς,
7. ἁπλοῦν καὶ λεπτὸν ἐχούσης τὸν χιτῶνα, σπανίως ἡ
8. γένεσις, οὐδὲν δήπου θαυμαστὸν ἐπ’ ἀρτηρίας, ἑξαπλάσιον
9. ἢ κατὰ φλέβα τὸ πάχος ἐχούσης, οὐ σπάνιον, ἀλλ’ ἀδύνατον
10. γενέσθαι, διότι καὶ ἡ τοσαύτης ὕλης παρασκευὴ ἀδύνατος.
11. οὕτω δὲ δήπου καὶ τῶν ἄλλων ἕκαστον, οἷς ἐκ σπέρματος
12. ἡ γένεσις, ἀπορίᾳ δαψιλοῦς ὕλης αὖθις οὐ φύεται.
13. τοσοῦτο γὰρ οὐδαμόθι περιεχόμενον ἀθρόον σπέρμα δυνατόν
14. ἐστιν εὑρεῖν, ὅσου δεῖται πρὸς τὴν γένεσιν ἕκαστον
15. τῶν ἀπολομένων. ἀλλὰ καὶ χρόνῳ πλείονι συναθροίζεσθαι
16. μέλλον φθανούσης τῆς σαρκώσεως ἴσχεται. κατὰ δὲ τὴν
17. πρώτην ἐκ τοῦ σπέρματος γένεσιν ἀθρόον μὲν ἔτι τὸ
1. ὑγρὸν, ἐξ οὗ τῶν ἀγγείων ἡ διάπλασις, δημιουργὸς δ’ αὐτοῦ
2. διττὸς, ἥ τ’ ἐν αὐτῷ τῷ σπέρματι δύναμις, ἥ τ’ ἐν τοῖς
3. τῆς μήτρας ἀγγείοις, οἷς προσέπεσεν. ἐπὶ μὲν γὰρ τῶν ἑλκωμάτων
4. ἀπορίᾳ δαψιλοῦς ὕλης, ἀργὸς ἦν ἡμῖν τοσοῦτος
5. δημιουργός· ἐπὶ δὲ τῆς ἐν τῇ μήτρᾳ τοῦ ζώου γενέσεως ἥ
6. τε ὕλη δαψιλὴς, καὶ σύνεστιν αὐτῷ δημιουργὸς ἕτερος, οὐ
7. ψαύων μόνον τῆς ὕλης, ἀλλὰ καὶ δι’ ὅλης αὐτῆς διαπεφοιτηκώς.
8. οὐδὲν οὖν θαυμαστὸν, ἐν τάχει διαπλάττεσθαι τοῖς
9. κυουμένοις τὰ πρῶτα τῆς φύσεως ὄργανα τῇ τε τῆς ὕλης
10. ἀφθονίᾳ τε ἅμα καὶ ἀρετῇ καὶ τῇ τῶν δημιουργούντων
11. αὐτὰ ἐνεργείᾳ.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 1.13, ed. Kühn, 1822, vol. 4, p. 557-561. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩