Galenus. De semine (De sem.) [n° 022 Fichtner] [GalLat]

Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).

De semine, 1.14, ed. Kühn, 1822, vol. 4, p. 561-563. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.14

12. Ἐπεὶ δὲ καὶ περὶ τούτων ἀποδέδεικται, τὸ
13. κατάλοιπον τῶν ἀναβληθέντων δίειμι. πρὸς μὲν γὰρ τὸν
14. Ἀριστοτέλη ῥᾷστος ὁ λόγος ἐγένετο τοὺς ὄρχεις ἀποστερήσαντα
15. τοῦ σπέρματος τὴν γένεσιν. εἰ γὰρ οὐκ ἐκεῖνοι
16. γεννῶσιν αὐτὸ, πρόδηλον ὡς ἡ ἀρτηρία τε καὶ ἡ φλέψ.
17. ἀλλ’ οὐ χρὴ τὴν Ἀριστοτέλους ἄγνοιαν ἕρμαιον ἡγησαμένους
18. ἀναπόδεικτον καταλιπεῖν τηλικοῦτο δόγμα, ὅπως μὴ 
1. καὶ τῶν ἀντιλογικῶν ἐπιτιμήσῃ τις ἡμῖν, ὡς προσποιησαμένοις
2. μὲν ἀληθείας ἐρᾷν, ἁρπάζουσι δὲ τοὺς λόγους μᾶλλον,
3. ἢ ἀποδεικνύουσιν. οὐ δήπου γὰρ, εἰ Ἀριστοτέλης ἠγνόησε
4. τῶν ὄρχεων τὴν δύναμιν, ἡμᾶς χρὴ διὰ τοῦτο τοῖς ἑλικοειδέσιν
5. ἀγγείοις ἐπιτρέπειν ἅπασαν τοῦ σπέρματος τὴν γένεσιν.
6. κᾀγὼ φαίην ἂν πρὸς αὐτοὺς, ὡς αἰσχυνοίμην ἂν, αὐτοῖς
7. εἰ ἐπιτρέποιμι ξύμπασαν. ἀλλὰ τοῦτο μὲν ἑτοίμως
8. ἔλαβον Ἀριστοτέλους ἕνεκεν, ὅπως μὴ μακρὸς ὁ πρὸς αὐτόν
9. μοι γίγνοιτο λόγος. ἥκω δ’ αὖθις ἐπὶ τοὺς οἰομένους,
10. ἅπαν ὑπὸ τῶν ὄρχεων γεννᾶσθαι τὸ σπέρμα, καὶ πρῶτον
11. μὲν ἐρωτῶ, τί δήποτε ἐπ’ αὐτοὺς καταφερομένοις ἐν τοῖς
12. ἄνωθεν ἀγγείοις φαίνεται περιεχόμενον, εἴπερ μόνον τῶν ὄρχεων
13. ἔργον ἐστίν. ὥσπερ γὰρ οὐκ ἔστιν εὑρεῖν ἐν τῇ γαστρὶ
14. καὶ τοῖς ἐντέροις αἷμα, διότι μηδὲν ὅλως εἰς γένεσιν αὐτοῦ
15. συντελοῦσιν, οὕτως οὐδ’ ἂν ἐν τοῖς ἀγγείοις ἦν τὸ
16. σπέρμα μηδὲν συμπράττουσιν. ἑξῆς δὲ τῆς ἕλικος αὐτῆς
17. αὐτὸν ἐρωτήσω τὴν χρείαν. δυνατὸν γὰρ ἦν, οἶμαι, μᾶλλον
1. εἰπεῖν, ἄμεινόν τε καὶ ῥᾷστον; εὐθὺ τῶν ὄρχεων ἰέναι
2. τοῖς ἀγγείοις ἄνευ τῆς τοιαύτης ὕλης ἐπὶ τούτοις, εἰ νεκροὺς
3. καὶ ἀδυνάτους ἀλλοιοῦν ὑποτίθενται τῶν ἀγγείων τοὺς
4. χιτῶνας ὕλην πολυχρονίως ὁμιλοῦσαν. ἢ εἰ καὶ συγχωροῦσι
5. μὲν τοῦτο, καὶ κατὰ τὴν ἑαυτῶν δὲ φύσιν ἀξιοῦσιν αὐτοὺς
6. ποιεῖσθαι τὴν ἀλλοίωσιν, ἀλλὰ καὶ τοῦτο ἀτοπώτερον ἔτι
7. καὶ ὅμοιον, ὡς εἰ καὶ τὸ πῦρ φαίη τις ψυχρὸν ὂν
8. θερμαίνειν. οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ κατὰ ποιότητα μεταβολὴ
9. καὶ ἀλλοίωσις ἢ τοῦ πάσχοντος ὁμοίωσις τῷ δρῶντι.
10. καὶ μὴν εἰ καὶ τοῦτο συγχωροῖτο, παχὺ καὶ γλίσχρον καὶ
11. λευκὸν ἐργάσονται τὸ ἀλλοιούμενον, ὅπερ οὐδὲν ἄλλο ἐστὶν,
12. ἢ τοῦ σπέρματος αὐτοῖς ἀναθεῖναι τὴν γένεσιν. ταυτὶ μὲν
13. ἡμῖν ἐνταῦθα κείσθω.

Cliquer un n° de page pour en afficher l’image