1. Διατρίβω δ’ ἴσως ἐπὶ πλέον ἐλέγχων δόξαν
2. ἐναργῶς μοχθηρὰν, ὡς μηδ’ ἂν ἰδιώτην μηδένα λαθεῖν.
3. ὅθεν, εἰ οἷόν τε ἦν, εὐξαίμην ἂν ὡς μηδὲ εἰρῆσθαι μηδὲν
4. τοιοῦτο ὑπὸ Ἀριστοτέλους, ἀλλὰ παντάπασιν, ὥσπερ καὶ
5. τοῖς ἄλλοις πᾶσι, σεσιγῆσθαι τὸ περὶ τῶν εὐνουχιζομένων
6. πρόβλημα, καὶ παραλελεῖφθαι ἄσκεπτον, δι’ ἣν ἐπὶ
7. ταῖς τῶν ὄρχεων τομαῖς ὅλον ἐκθηλύνεται τὸ σῶμα.
8. ζητῶμεν οὖν ἡμεῖς αὐτοὶ, ὑποθέσεσι χρώμενοι ταῖς
9. ἀποδειχθείσαις τε καὶ φαινομέναις ἐναργῶς ἐπὶ ταῖς ἀνατομαῖς.
10. ἥ τε γὰρ ἀρτηρία καὶ ἡ φλὲψ, αἱ εἰς τὴν κεφαλὴν
11. τοῦ ὄρχεως ἐμβάλλουσαι, σπερματῶδες ὑγρὸν περιέχειν ἤδη
12. φαίνονται, καὶ αὐτὸς ὅλος ὑγροῦ τοιούτου μεστός ἐστι. καὶ
13. τὸ κατὰ τὴν ἐπιδιδυμίδα περιεχόμενον ἐκ τούτου μετείληπται
14. πρὸς αὐτὴν, ὥσπερ ἐκ ταύτης εἰς τὸ σπερματικὸν
15. ἀγγεῖον, οὗ παραστάτην κιρσοειδῆ τὸ πρὸς τῷ καυλῷ μέρος
16. Ἡρόφιλος ὠνόμασεν, ἁμαρτάνων μὲν καὶ αὐτὸς, ὅτι τῷ
17. σπερματικῷ πλέον ἢ τοῖς ὄρχεσιν ἀναφέρει τῆς τοῦ σπέρματος
18. γενέσεως, οὐ μὴν ἴσα Ἀριστοτέλει σφαλλόμενος εἰκάζοντι
1. λείαις τοὺς ὄρχεις. μὴ τοίνυν ἔτι μηκύνωμεν,
2. ἀλλ’ ἐπὶ τοῖς ἐναργῶς φαινομένοις συλλογιζώμεθα, προσλαβόντες
3. τι τῶν ἀποδεδειγμένων ἡμῖν ἐν ἑτέροις, ὁμολογουμένων
4. δὲ καὶ πρὸς Ἀριστοτέλους. ἕκαστον γὰρ δεῖ τῶν τοῦ
5. ζώου μορίων ἀλλοιοῦν τὸν ἐπιῤῥέοντα χυμὸν ἐν λόγῳ τροφῆς
6. εἰς τὴν ἑαυτοῦ φύσιν. ἔστι δὲ ἑκάστῳ μορίῳ τὸ εἶναι
7. τοῦτο, ὅπερ ἐστὶν, οὐ κατὰ τὴν τῶν ἐνυπαρχόντων ὑγρῶν
8. φύσιν, ἀλλὰ κατὰ τὴν τῶν στερεῶν σωμάτων οὐσίαν, ὑφ’
9. ὧν καὶ τοῖς περιεχομένοις ὑγροῖς ἡ ἀλλοίωσις. ἀλλ’ εἴπερ
10. τοῦτο οὕτως ἔχει, περιέχεται δὲ ἐν ὄρχεσιν θορῶδες ὑγρὸν,
11. ὑπὸ τοῦ τοιούτου δηλονότι τὸ σῶμα αὐτῶν τρέφεται. ἕκαστον
12. δὲ αὐτῶν τὴν οἰκειοτάτην ἐργάζεται τροφήν. ὥστε οἱ
13. ὄρχεις ἐργάζονται σπέρμα. ἐδείχθησαν δὲ καὶ αἱ ἀρτηρίαι
14. καὶ αἱ φλέβες ἐργαζόμεναι· ἀλλ’ αὐταὶ μὲν ὀλίγον ἐν χρόνῳ
15. πολλῷ, οἱ δ’ ὄρχεις οὐ πολὺ μόνον, ἢ διὰ ταχέων, ἀλλὰ
16. καὶ κατειργασμένον ἀκριβῶς. εἰλικρινεστάτη μὲν γὰρ αὐτοῖς
17. ἀκριβῶς ἡ τοῦ σπέρματός ἐστι ποιότης. διὸ καὶ τάχιστα
1. αὐτοῖς μεταδίδωσιν ἅπασι τοῖς τοῦ ζώου μέρεσι. καὶ οὐδὲν
2. θαυμαστὸν, εἴπερ γε καὶ ὀπὸν, εἴτ’ οὖν τὸν Μηδικὸν, εἴτε
3. Κυρηναϊκὸν, ἐὰν ὀλίγον τις προσενέγκοιτο, διά τε τῶν οὔρων
4. αὐτῶν καὶ διὰ τῶν ἱδρώτων ἐμφαίνεταί τι τῆς ποιότητος,
5. ὥσπερ, οἶμαι, καὶ πήγανον, ἢ σκόροδον, ἤ τι
6. τοιοῦτο. αἱ γὰρ ἰσχυραὶ δυνάμεις ἑαυταῖς συναλλοιοῦσι τὸ
7. σύμπαν σῶμα. κατὰ τοῦτον οὖν τὸν λόγον ἐλάχιστον
8. ὑγρὸν ἐμπεσὸν ζώου σώματι τῶν δηλητηρίων ὀνομαζομένων
9. ὅλον ἐν τάχει μεταβάλλει τε καὶ συνδιατίθησιν ἑαυτῷ τὸ
10. σῶμα. καὶ ἡ ἴασις δὲ διὰ τῶν ἀλεξιφαρμάκων ὁμοίως γίνεται,
11. πᾶν ἀλλοιούντων καὶ τούτων τὸ σῶμα τὴν ἐναντίαν
12. τοῖς δηλητηρίοις ἀλλοίωσιν, οὐ τῆς οὐσίας αὐτῶν εἰς
13. ὅλον διασπειρομένης τὸ ζῶον, (οὐ γὰρ οἷόν τε βραχὺν οὕτω
14. χυμὸν ἐλαχίστῳ χρόνῳ πληροῦν ὄγκον σώματος ἐνίοτε μέγιστον,)
15. ἀλλὰ τῆς ποιότητος διαδιδομένης, οἵα περ ὁρᾶται
16. διάδοσις, ἐκτὸς μὲν τῆς ἡλιακῆς αὐγῆς εἰς τὸ περιέχον,
1. ἐν ἡμῖν δὲ ἐκ καρδίας μὲν εἰς ἀρτηρίας, ἐξ ἐγκεφάλου δὲ
2. εἰς νεῦρα. τί δὴ θαυμαστόν ἐστι, κᾀκ τῶν ὄρχεων εἰς
3. ὅλον τὸ σῶμα διαδίδοσθαί τινα δύναμιν, οἵα τοῖς μὲν
4. νεύροις αἰσθήσεώς τε καὶ κινήσεως ἐξ ἐγκεφάλου, ταῖς δ’
5. ἀρτηρίαις τοῦ σφύζειν ἐκ καρδίας; ἥτις δύναμις ἐν μὲν
6. τοῖς ἄῤῥεσιν εὐρωστίας τε καὶ ἀῤῥενότητος, ἐν δὲ τοῖς θήλεσιν
7. αὐτῆς τῆς θηλύτητός ἐστιν αἰτία. καὶ διὰ τοῦτο
8. ὁμοιοῦται τὸ θῆλυ ζῶον ἐκτμηθὲν τοὺς ὄρχεις εὐνουχισθέντι
9. τῷ ἄῤῥενι. τὰ μὲν γὰρ ἄλλα σύμπαντα μόρια
10. τὰς αὐτὰς ἔχει δυνάμεις ἐν ἀμφοτέροις· ὅπερ δὲ ἐξαίρετον
11. ἦν ἐν ἑκατέρῳ, δι’ ὃ τὸ μὲν ἄῤῥεν αὐτῶν ὑπῆρχε, τὸ δὲ
12. θῆλυ, τοῦτο ἀποτελέσαντα τὸ κατάλοιπον ἑαυτῷ ἔσχε ταὐτὸν,
13. ὡς εἰ κατ’ ἀρχὰς ἐγεγόνει μήτε θῆλυ, μήτε ἄῤῥεν,
14. ἀλλά τι τρίτον, διαφέρον μὲν ἀμφοῖν, οὐδέτερον δὲ ἐκείνων.
15. πάλιν οὖν ἀναμνήσωμεν ὧν πολλάκις ἐπεδείξαμεν, ὡς ἕκαστον
16. τῶν μορίων ἐκ τῶν φλεβῶν ἕλκει τὸν οἰκεῖον ἑαυτῷ
17. χυμὸν ἄχρι καὶ τῶν περιττωμάτων. οὕτως ἐδείκνυντο καὶ
18. οἱ νεφροὶ τὸ οὖρον ἐπισπώμενοι, καὶ ἡ χοληδόχος κύστις
1. τὴν χολήν. ἕλκουσιν οὖν καὶ οἱ ὄρχεις τὸ ὑγρὸν τὸ θορῶδες,
2. ὃ προπαρασκευάζουσιν αὐτοῖς αἱ τῶν ἀγγείων ἕλικες.
3. εἶτ’ ἀπολαύσαντες αὐτοῦ τῆς ποιότητος, αὐτοί τε μεταδόντες
4. ἐν τούτῳ τῷ χρόνῳ τῆς ἑαυτῶν, ὀλίγον ὕστερον ἐναποτίθενται
5. τοῖς σπερματικοῖς πόροις τὸ περιττὸν, οἱ δ’
6. ἀποκρίνουσιν ἐκτὸς ἐν ταῖς συνουσίαις. εἰ δ’ ἀμετρότερόν
7. τις λαγνεύοι, συνεχέστερον ἕλκοντες ἐκ τῆς τῶν
8. ἀγγείων ἕλικος οἱ ὄρχεις τὸ σπέρμα, τελέως ἐκκενοῦσιν
9. αὐτά. καὶ εἰ ἀνατέμοις τὸ τοιοῦτο ζῶον, οὐχ εὑρήσεις ἐν
10. αὐτῷ θορῶδες ὑγρόν· ὥσπερ αὖ πάλιν ἀφροδισίων ἀπεσχημένον
11. ἀνατεμὼν ζῶον εὑρήσεις πλεῖστόν τε καὶ πάχιστον
12. σπέρμα. βουλοίμην δ’ ἂν οὖν καὶ σὲ τὸν ὁμιλοῦντα τοῖσδε
13. τοῖς γράμμασι, κᾂν νῦν γοῦν ἀλήθειαν τιμήσαντα, βασανίσαι
14. τὰ λεγόμενα, μὴ κατὰ τὸ πάρεργον, οὐδὲ γὰρ
15. οὕτως εὑρέθη, ἀλλὰ πρῶτον μὲν ἐπὶ τὰς ἀνατομὰς ἐλθόντα,
16. καὶ θεασάμενον ἀκριβῶς, ὅσα εἴρηται τῶν ἔμπροσθέν
17. τε καὶ μάλιστα αὐτῶν ὧν δὴ νῦν πέπαυμαι λέγων,
1. ὡς τοῖς μὲν ἀπεσχημένοις ὁμιλίας τῆς πρὸς τὸ θῆλυ ζῶον
2. ἅπαντα σπέρματός εἰσι μεστὰ, πρῶτον μὲν ὁ κιρσοειδὴς
3. παραστάτης, εἶθ’ ὅλον τὸ σπερματικὸν ἀγγεῖον, εἶτ’ ἐπιδιδυμὶς,
4. εἶθ’ ὅλος ὁ ὄρχις, εἶθ’ ἡ τῶν ἀγγείων ἕλιξ· εἰ
5. δέ τις συνεχέσι λαγνείαις ἐξεκένωσεν ἅπαν τὸ σπέρμα, τούτου
6. τοῦ ζώου μήτ’ ἄλλο τι μόριον ἔχειν σπέρμα, μήτε τὴν
7. ἕλικα. κατὰ τοῦτον οὖν τὸν καιρὸν οἱ ὄρχεις ἕλκουσιν ἐκ
8. τῶν ὑπερκειμένων φλεβῶν ὅσον ἐν αὐταῖς περιέχεται θορῶδες
9. ὑγρόν. ἔστι δ’ ὀλίγον τοῦτο καὶ δροσοειδῶς ἀναμεμιγμένον
10. τῷ αἵματι· τοιούτου δ’ ἐδείχθησαν κᾀκεῖναι δεόμεναι.
11. βιαίως οὖν ἀφαιρούμενον πρὸς τῶν ὄρχεων αὐτῶν,
12. σφοδροτέραν ἐχόντων δύναμιν, αὗται τῶν ὑπερκειμένων ἀντισπῶσιν,
13. αἱ δ’ αὖ πάλιν αὐτῶν ἐφεξῆς, εἶτ’ ἐκεῖναι τῶν
14. ἐχομένων, καὶ τοῦτο οὐ παύεται γινόμενον, ἄχρι περ ἂν
15. εἰς μοῖραν πᾶσαν τοῦ σώματος ἡ μετάληψις ἐξικνῆται, ὥστε
16. τὰ καθ’ ὅλον τὸ ζῶον μόρια κενοῦσθαι τῆς οἰκείας τροφῆς.
17. ἀντισπᾷ γὰρ ἀεὶ τὸ τελέως ἐκκενωθὲν ἐκ τοῦ πλέον
1. ἔχοντος οἷον ἐξαρπάζον βιαίως. ἀεὶ τοίνυν τούτου γινομένου,
2. καὶ πάντων ὥσπερ ἐν χορῷ μεταδιδόντων ἀλλήλοις,
3. μέχρι τοσούτου κενοῦσθαι τὰ καθ’ ὅλον τὸ ζῶον ἀγγεῖά
4. τε καὶ μόρια πάντα ἀναγκαῖόν ἐστιν, ἄχρι περ ἂν ἐμπλησθῇ
5. τὸ ἰσχυρότατον. οὐ μόνον δὲ τῆς θορώδους ὑγρότητος
6. ἀφαιρεῖσθαι πᾶσι τοῦ ζώου τοῖς μέρεσι συμβήσεται
7. κατὰ τοὺς τοιούτους καιροὺς, ἀλλὰ καὶ τοῦ πνεύματος
8. τοῦ ζωτικοῦ· καὶ γὰρ καὶ τοῦτο ἐκ τῶν ἀρτηριῶν
9. ἐκκενοῦται μετὰ τῆς σπερματώδους ὑγρότητος. ὥστε
10. οὐδὲν θαυμαστὸν, ἀσθενεστέρους ἀποτελεῖσθαι τοὺς λαγνεύοντας
11. ἀμετρότερον, ἀφαιρουμένου τοῦ σώματος ἅπαντος
12. ἑκατέρου τῶν ὑγρῶν τὸ εἰλικρινέστατον, προσερχομένης δὲ
13. καὶ τῆς ἡδονῆς, ἥτις αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἱκανὴ διαλύειν
14. τὸν ζωτικὸν τόνον· ὥστ’ ἤδη τινὲς ὑπερηδυσθέντες
15. ἀπέθανον. ἀλλὰ ταῦτα μὲν εἰρήσθω κατὰ τὸ πάρεργον,
16. οὐκ ὄντα πάρεργα. ζητεῖται γοῦν οὐδὲν ἧττον τῶν ἄλλων
17. αὐτοῖς καὶ τοῦτο τὸ πρόβλημα, διὰ τί μάλιστα ἐκλύει
18. συνουσία. καὶ λέγουσιν εἰς αὐτὸ πολλὰ καὶ ψευδῆ, διότι
1. τὰς πρώτας ἀρχὰς ἠγνόησαν, αἷς ἐξ ἀνάγκης ἕπεται τοῦτο
2. πάλιν. ἀλλ’ ὁ λόγος ἑαυτὸν ἐπὶ τὰ προκείμενα καλεῖ, καί
3. φησιν, ἐκ σπέρματος μὲν εἶναι τὴν γένεσιν ἅπασι τοῖς
4. στερεοῖς τοῦ ζώου μορίοις, ἐκ σπέρματος δὲ καὶ τὴν θρέψιν,
5. ὥσπερ οὖν τοῖς σαρκοειδέσιν ἅπασιν ἐξ αἵματος
6. ὑπάρχειν καὶ γένεσιν καὶ θρέψιν. ἕκαστον γὰρ, ἐξ ἧς τὸ
7. πρῶτον οὐσίας ἐγένετο, καὶ τρέφεται διὰ παντὸς, ὅτι καὶ
8. ἡ θρέψις ἀναπλήρωσίς ἐστι τῆς ἀποῤῥεούσης οὐσίας. ἔστι
9. τοίνυν καὶ γεννᾶσθαι μὲν ἔτι καὶ νῦν, ὅσα τὴν ἀρχὴν ἐξ
10. αἵματος ἐγένετο, μὴ γεννᾶσθαι δὲ, πλὴν εἴπου τινὰ φλέβα
11. σπανίως, οἷς ἐκ σπέρματος ἡ γένεσις.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 1.16, ed. Kühn, 1822, vol. 4, p. 582-589. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩