12. Εἴ μοι δοκεῖ προσθῆσαν τῷ λόγῳ,
13. τάχα μὲν οὐκ ἀναγκαῖον. ἐπεὶ δὲ ἐξηγησάμην ἅπασαν τῶν
14. ὄρχεων τὴν φύσιν, οὐδὲν ἂν εἴη χεῖρον ὑπὲρ τῶν σπερματικῶν
15. ἀγγείων αὖθις εἰπεῖν. εἰ γὰρ δὴ φαίνεται σπέρματος
16. μεστὰ, καθ’ ὃν οὐκ ἀφροδισιάζει χρόνον τὰ ζῶα, τάχ’ ἂν
17. ἐρωτήσειέ τις, ὅπως γίνεται τοῦτο, πότερον ἑλκόντων αὐτῶν
1. τὴν γονὴν, ἢ τῶν ὄρχεων ἐκπεμπόντων εἰς αὐτὰ διὰ μεγίστης
2. ἐπιδιδυμίδος. ἀποκριτέον οὖν ἐστι καὶ τοῖς ταῦτα
3. ἐρωτῶσιν, ἑκατέρως γίνεσθαι τὴν πλήρωσιν. εἴρηται δὲ καὶ
4. οὗτος ὁ λόγος τῶν φυσικῶν δυνάμεων, ἐπὶ πλεῖστον ἀποδεδειγμένος
5. ἐν ἐκείνῃ τῇ πραγματείᾳ, νυνὶ δὲ ἐξ αὐτοῦ τὸ
6. χρήσιμον εἰς τὰ παρόντα ληπτέον. ἐδείχθη γὰρ ἕκαστον
7. μόριον ἕλκειν μὲν εἰς ἑαυτὸ τὴν οἰκείαν τροφὴν, ἀπολαῦσαν
8. δὲ αὐτῆς, ἐκκρίνειν τὸ κατάλοιπον, ἑαυτῷ μὲν ὑπάρχον περίττωμα,
9. τροφὴν δὲ ἑτέρῳ τὸ μετ’ αὐτὸ γεννησόμενον. αὕτη μὲν
10. ἡ πρὸς ταῦτα ἀπόκρισις. εἰ δέ τις ἔροιτο, τίνος οὖν ἕνεκεν
11. ἡ ἐπιδιδυμὶς ὑπὸ τῆς μηδὲν εἰκῆ ποιούσης ἐγένετο φύσεως,
12. ἀποκριναίμεθα ἂν αὐτῷ, τῶν εἰρημένων ὀργάνων αὐτῶν,
13. ὄρχεώς τε καὶ σπερματικοῦ πόρου, καὶ τῆς ἀρτηρίας καὶ
14. φλεβὸς, ἐν οἷς προαθροίζεται τὸ σπέρμα. μὴ γὰρ οἷόν
15. τε εἶναι τὸν ὄρχιν ἀκινδύνως αὐτοῖς ἑνωθῆναι, σφοδροτάτης
16. συντονίας ἐν τῇ προέσει τοῦ σπέρματος γινομένης. νευρώδης
1. μὲν γὰρ ὁ τῆς ἀρτηρίας τε καὶ φλεβὸς χιτὼν, ὡς
2. καὶ τῶν σπερματικῶν ἀγγείων, ἀδενώδεις δ’ εἰσὶν οἱ ὄρχεις
3. καὶ μαλακοί. ῥᾳδίως οὖν ἔμελλεν ἰσχυρᾷ τάσει τὸ
4. σκληρὸν ἀποῤῥήγνυσθαι τοῦ μαλακοῦ, λαβαῖς ἠρτημένον
5. ἀσθενέσιν. ἐξηύρηται τοίνυν τῇ φύσει τὸ τῆς ἐπιδιδυμίδος
6. σῶμα, μέσον οὐ τῇ θέσει μόνον, ἀλλὰ καὶ τῷ τῆς
7. ὅλης οὐσίας εἴδει. τοσούτῳ γάρ ἐστι μαλακωτέρα τοῦ
8. σπερματικοῦ καὶ τῶν ἑλικοειδῶν, ὅσω τοῦ ὄρχεως σκληροτέρα,
9. τοσούτῳ δὲ πάλιν τούτου νευρωδεστέρα τὴν φύσιν,
10. ὅσῳ ἐκείνων σαρκωδεστέρα τῷ μὲν οὖν νευρώδει
11. καὶ σκληρῷ πρὸς τὸ μαλακὸν καὶ σαρκῶδες ἀνάρμοστος
12. ἡ κοινωνία, τῷ μέσῳ δ’ ἀμφοῖν οἰκεία πρὸς ἄμφω.
13. τοσοῦτον μὲν γὰρ αὐτῇ μέτεστι σκληρότητος, ὡς μὴ
14. ῥήγνυσθαι τεινομένην πρὸς τῶν σπερματικῶν, τοσοῦτον
15. δ’ αὖ μαλακότητος, ὡς εὐαρμόστως ἔχειν ὄρχεων οὐσίας.
16. συνάπτονται τοίνυν διὰ μέσης αὐτῆς οἱ ὄρχεις
17. τοῖς σπερματικοῖς ἀγγείοις· μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς
1. εἰπεῖν, ἀρχὴ καὶ ῥίζα τούτων ἐστὶν ἡ ἐπιδιδυμὶς,
2. ἐξ ὅλου τοῦ ὄρχεως εἰς αὑτὴν ἀρυομένη τὸ
3. σπέρμα.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 1.17, ed. Kühn, 1822, vol. 4, p. 589-592. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩