Galenus. De semine (De sem.) [n° 022 Fichtner] [GalLat]

Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).

De semine, 1.4, ed. Kühn, 1822, vol. 4, p. 520-527. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.4

1. Καταλιπόντες οὖν ἤδη τοὺς ἄχρι μὲν
2. ὀνόματος Ἀριστοτελικοὺς, ἔργῳ δ’ εἰς τοσοῦτο ἀπολειπομένους,
3. ὡς μηδὲ ἃ κατὰ τὸ πρῶτον ἢ τὸ δεύτερον ἔγραψε περὶ
4. ζώων γενέσεως ἐπίστασθαι, πάλιν ἐπ’ αὐτὸν ἀφικώμεθα τὸν
5. Ἀριστοτέλη, διαλύεσθαι καὶ πνευματοῦσθαι φάσκοντα τὴν
6. γονὴν ἐν ταῖς μήτραις. εἰ γὰρ οὕτως αὐτὴν ὑποληψόμεθά
7. που πνευματοῦσθαι, καθάπερ ἴσμεν εἰς πνεῦμα μεταβάλλον
8. ὑγρὸν ἐπὶ τοῦ γλεύκους, ἐξ ἐλαχίστης κατὰ τὸν ὄγκον ὑγρᾶς
9. οὐσίας πλεῖστος ἀέρος ὄγκος συστήσεται. φαίνεται δὲ τοῦτο
10. καὶ ἐπὶ τῶν ἀνέμων, ὅσοι ποταμῶν ἀποπνέουσιν, ἢ λιμνῶν,
11. ἢ τῆς θαλάττης, οἷον οἵ τ’ ἐγκόλπιοι προσαγορευόμενοι καὶ
12. οἱ πελάγιοι. μέγιστοι γὰρ ἐνίοτε πνέουσιν, ὡς ἂν πλείστης
13. αὐτῶν γενομένης οὐσίας ἐξ ἐλαχίστου κατὰ τὸν ὄγκον ὑγροῦ.
14. καὶ μὲν δὴ καὶ οἱ ἀπόγειοι καλούμενοι τὸ αὐτὸ τοῦτο ἐνδείκνυνται·
15. διαλυομένης γὰρ ἀθροώτερον εἰς ἀέρα τῆς ἐν
16. τῇ γῇ νοτίδος, οἱ τοιοῦτοι πνέουσιν ἄνεμοι. πῶς οὖν, εἴπερ
17. ἐπὶ τῆς πρώτης συλλήψεως ἡ γονὴ πνευματοῦται, σμικρότεραί
18. τε καὶ ἀφυσώτεραι κατ’ ἐκεῖνον τὸν καιρὸν αἱ μῆτραι
1. φαίνονται, περιεσταλμέναι πανταχόθεν ἀκριβῶς τῷ κυήματι;
2. ἐχρῆν γὰρ δήπου καὶ ταύτας, ὡς καὶ τὴν γαστέρα πνευματωθεῖσαν
3. ὁρῶμεν, ἐπὶ πλεῖστον ὀγκουμένην τε καὶ διατεινομένην,
4. καὶ αὐτὰς εἰς μέγεθος αἴρεσθαι καὶ ὀδυνᾶσθαι
5. διατεινομένας. οὐ μὴν φαίνεταί γε ἐνταῦθα οὕτως γινόμενον·
6. προσεσταλμέναι γάρ εἰσι καὶ ἀνώδυνοι. καὶ εἰ ἀνατέμνειν
7. ἐθέλοι τις ἄρτι συνειληφὸς ζῶον, ἀκριβῶς τῇ γονῇ
8. περικειμένας ὄψεται τὰς μήτρας. οὐ μὴν οὐδὲ ἐκκρινόμενον
9. φαίνεται πνεῦμα κατὰ τὸ γυναικεῖον αἰδοῖον, ὥσπερ ἐπὶ τῆς
10. γαστρὸς ἐμφυσηθείσης ἐρυγαί τε καὶ φύσαι κάτω διερχόμεναι
11. κενοῦσί τε τοῦ πνεύματος αὐτὴν καὶ προστέλλουσι τὸν
12. ὄγκον. οὐκοῦν ἔχομεν οὐδὲ βραχὺ πιθανὸν εἰπεῖν τοῦ πνευματοῦσθαι
13. τὴν γονὴν, οὐ φύσας ἔξω διὰ τοῦ τῶν
14. μητρῶν αὐχένος, οὐκ ἐπίδηλον ὄγκον ἔνδον μένοντα, οὐ
15. διάτασιν ἢ ὀδύνην αἰσθητὴν τοῦ κύειν ἀρξαμένης. συγχωρήσαντες,
16. εἰ βούλει, καὶ τοῦτ’ αὐτὸ, πνευματοῦσθαί τε καὶ
17. δύνασθαι τὸ ὑγρὸν τῆς γονῆς ἐκπίπτειν κατὰ βραχύ τε καὶ
18. λεληθότως, ἐπισκεψώμεθα λογικώτερον ἀπ’ αὐτῆς τοῦ 
1. πράγματος τῆς φύσεως ὁρμώμενοι. πότερον γὰρ ἐν αὐτῷ
2. τῷ κύτει τῶν ὑστερῶν περιέχεται τὸ καταμήνιον, ἀθρόον τε
3. προσπίπτον τὸ σπέρμα πλήττει τε καὶ κινήσεων ἀρχὴν παρασχὸν
4. αὖθις ἐκκρίνεται κατὰ τὸν αὐχένα τῶν μητρῶν, ἢ
5. κατ’ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ πλησιάζει τὸ θῆλυ τῷ ἄῤῥενι,
6. διὰ τῶν καθηκόντων ἀγγείων ἀπαντᾷ τῷ σπέρματι,
7. γλιχόμενον ὑποδέξασθαι τὴν παρ’ αὐτοῦ δύναμιν; ἀλλ’ ἑκάτερον
8. ἄτοπον. εἰ μὲν γὰρ ἐν ταῖς κοιλίαις τῶν μητρῶν
9. ἀθρόον ἐστὶν ἐκ πολλοῦ περιεχόμενον, οὐκ ἔτι οὐδὲ αἷμα
10. τοῦτ’ ἔστιν, ἀλλὰ θρόμβος. ὅ τι γὰρ ἐκπέσοι τῶν ἀγγείων
11. αἷμα καθ’ ὁτιοῦν ὄργανον κοῖλον ἐν τῷ ζώῳ, παραχρῆμα
12. θρόμβος γίνεται. ὥστε οὐκ ἐξ αἵματος, ἀλλ’ ἐκ θρόμβου
13. τὸ ζῶον τῷ λόγῳ δημιουργήσομεν, οὐδεμίαν ἐξευρεῖν τινα
14. πιθανὴν πρόφασιν ἔχοντες, ὅπως ἐκκριθήσεται μόνον τὸ
15. σπέρμα. συνελθόντων γὰρ αὐτῶν ἅπαξ εἰς ταὐτὸ κατὰ τὴν
16. ἐν ταῖς μήτραις εὐρυχωρίαν, οὐχ οἷόν τε τὸ μὲν ἐκκρίνεσθαι,
17. τὸ δὲ μένειν. εἰ δ’ ἀπαντᾷ τῷ σπέρματι τὸ αἷμα,
18. χρὴ δήπου τὴν ἀπάντησιν καὶ σύνοδον αὐτῶν ἐπὶ τοῖς
1. στόμασι τῶν ἀγγείων γίνεσθαι. ἀλλ’ εἰ τοῦτο ἔσται,
2. πότερον εἰς τοσαῦτα μόρια τὸ σπέρμα διασχισθὲν, ὅσαπέρ
3. ἐστι τὰ τῶν ἀγγείων στόματα, πρὸς ἕκαστον αὐτῶν φήσομεν,
4. ἢ διαμένον ἑαυτῷ συνεχές; τὸ μὲν δὴ πρότερον οὔτε
5. τῷ γλίσχρῳ τοῦ σπέρματος ὁμολογεῖ, καὶ δεῖταί τινος ἑτέρας
6. αἰτίας ἐπιστατούσης, ἣ σχίσει τε αὐτὸ καὶ πρὸς ἕκαστον
7. ἀπάξει τῶν στομάτων. τὸ δ’ ἕτερον οἰκειότερόν ἐστι μακρῷ
8. τῇ τοῦ σπέρματος οὐσίᾳ, καὶ τρίτης ἄλλης οὐσίας οὐ
9. δεῖται παρὰ τὴν ὁλκὴν τῶν ὑστερῶν καὶ τὸν ἐξακοντισμὸν
10. τῆς γονῆς. ὡς γὰρ ἡ γαστὴρ, ὅταν ἐπιθυμῇ σιτίων, ἀνατρέχει
11. τῷ πυθμένι πρὸς τὸν στόμαχον, αὐτῷ δὲ τῷ στομάχῳ
12. καθάπερ χειρί τινι προσχρῆται, τὸν αὐτὸν τρόπον
13. ἡ μήτρα διὰ τὴν ἐπιθυμίαν τῆς τοῦ σπέρματος ποιότητος
14. ἀπαντᾷ μὲν σύμπασα προστρέχουσα τῷ αἰδοίῳ, τῷ δ’ αὐχένι,
15. οἷον τῷ στομάχῳ, καθάπερ τινὶ χειρὶ χρῆται συνεπωθοῦντι
16. τὸ σπέρμα. καὶ τοίνυν, ὅταν ποτὲ ἀῤῥωστήσῃ ὁ
17. στόμαχος οὗτος, ὁμοίως θατέρῳ στομάχῳ, τῷ τῆς γαστρὸς,
18. ἕλκειν ἀδυνατεῖ τὸ σπέρμα. καὶ τοῦτό ἐστι τὸ πρὸς
1. Ἱπποκράτους εἰρημένον· Οὐ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι
2. τὴν γονήν. ἀλλὰ περὶ μὲν τούτων αὖθις. εἰ δὲ καὶ
3. προσπίπτοι μὲν τοῖς στόμασι τῶν ἀγγείων τὸ σπέρμα, καὶ
4. πάλιν ἀφιστῆται λυόμενον εἰς τὸν ἀέρα, τίς ἔσται τοῦ
5. κυήματος ἡ ἀρχή; πρῶτον μὲν γὰρ τὴν αἰτίαν εὑρεῖν χρὴ
6. τῆς εἰς τὰς μήτρας ἐκπτώσεως τοῦ καθ’ ἕκαστον τῶν ἀγγείων
7. στόματος τῷ σπέρματι πεπλησιακότος αἵματος, ἔπειτα δ’
8. ἑτέραν τὴν εἰς ταὐτὸ ἀθροίσουσαν ἅπαν, ἔπειτα δὲ τοῦ
9. σκεπάσαντος ἔξωθεν ὑμένος ἅπαν τοῦτο τὸ αἷμα. τοῦτο
10. γὰρ οὐκ ἔτι ἐκ λόγου μόνον, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ φαινομένου
11. τὴν ἀνάγκην ἔχει. φαίνεται γὰρ ὑμὴν ἐν κύκλῳ περιέχων
12. τὸ κύημα μετὰ τὴν πρώτην σύλληψιν εὐθέως, ἄν τε πλειόνων
13. ἄν τε ὀλιγίστων ἡμερῶν ᾖ. καὶ γὰρ καὶ τριῶν καὶ τεττάρων ἀπὸ
14. τῆς ἀρχῆς ἡμερῶν ἐκπίπτει πολλάκι ταῖς γυναιξὶν ἐν ὑμένι
15. περιεχομένη γονή. καὶ μέντοι καὶ ἐν ταῖς ἀνατομαῖς τῶν
16. ζώων ἔνεστί σοι ταὐτὸ τοῦτο φωρᾶσαι. θεάσῃ γὰρ ἐναργῶς
17. μὲν τὴν μήτραν ἅπασαν ἀμφὶ τὸ σπέρμα συνεσπασμένην,
18. ὑμένα δ’ ἐκείνῳ περικείμενον. ἄμεινον δὲ Ἱπποκράτους
1. ἀκοῦσαι περὶ τῶν αὐτῶν λέγοντος ἐν τῷ περὶ φύσεως παιδίου
2. γράμματι· παιδεύσει τε γὰρ ἡμᾶς τῷ τῆς θεωρίας
3. ἀκριβεῖ, καὶ τέρψει, κεράσας οἵᾳ δὴ λέξει τὴν διήγησιν,
4. ὥστ’ ἐπανιέναι τε βραχὺ τὸ σφοδρὸν τοῦ λόγου, καὶ διαναπαύεσθαι
5. σὺν ὠφελείᾳ τερπόμενον, ἵν’ ἑξῆς νεανικώτεροι
6. γενόμενοι συντείνωμεν ἡμᾶς αὐτοὺς ἀκμαιότερον ἐπὶ τὸ
7. κατάλοιπον τοῦ λόγου. καὶ τοίνυν ἤδη ἀκούσωμεν τοῦ Ἱπποκράτους.
8. Ὡς δὲ εἶδον τὴν γονὴν ἑκταίην ἐοῦσαν, ἐγὼ
9. διηγήσομαι. γυναικὸς οἰκέτις μουσουργὸς πολύτιμος ἦν,
10. παρὰ ἄνδρας φοιτέουσα, ἣν οὐκ ἔδει λαβεῖν ἐν γαστρὶ,
11. ὅκως μὴ ἀτιμοτέρη ἔῃ. ἠκηκόει δὲ ἡ μουσουργὸς, οἷα γυναῖκες
12. πρὸς ἀλλήλας λέγουσιν, ὅτι, ἐπὴν γυνὴ μέλλῃ λήψεσθαι
13. ἐν γαστρὶ, οὐκ ἐξέρχεται ἡ γονὴ, ἀλλ’ ἔνδον μένει. ταῦτα
14. ἀκούσασα, συνῆκε, καὶ τοῦτο ἐφύλασσεν ἀεὶ, καί κως ὡς
15. ᾔσθετο οὐκ ἐξιοῦσαν τὴν γονὴν, ἔφρασε τῇ δεσποίνῃ. καὶ
16. ὁ λόγος ἦλθεν ἕως ἐμέ. κᾀγὼ ἀκούσας, ἐκελευσάμην αὐτὴν
17. πρὸς τὴν γῆν πηδῆσαι. καὶ ἑπτάκις ἐπειδὴ ἐπεπήδητο, ἡ
1. γονὴ κατεῤῥύη ἐπὶ τὴν γῆν, καὶ ψόφος ἐγένετο, κᾀκείνη
2. ἰδοῦσα ἐθεᾶτο αὐτὴν καὶ ἐθαύμαζεν. ὁκοῖον δ’ ἦν, ἐγὼ
3. ἐρέω· οἷον εἴ τις ὠοῦ ὠμοῦ τὸ ἔξω λεπύριον περιέλοι, ἐν
4. δὲ τῷ ἔνδον ὑμένι τὸ ἔνδον ὑγρὸν διεφαίνετο. ταυτὶ μὲν
5. Ἱπποκράτης μαρτυρεῖ περὶ τοῦ μένειν ἔνδον τὴν γονὴν, καὶ
6. ἔχειν ὑμένα. φαίνεται δὲ κᾀν ταῖς ἀνατομαῖς τῶν ζώων
7. ὑμὴν οὗτος, ἐξημμένος μὲν ἐκ τῶν μητρῶν κατ’ ἐκεῖνα τὰ
8. μέρη, καθ’ ἃ τῶν ἀγγείων ἐστὶ τὰ στόματα, τὸ δ’ ἄλλο
9. σύμπαν ὑποτεταμένον μὲν αὐταῖς, οὐ συμπεφυκὸς δὲ,
10. συνεχὲς γὰρ ἑαυτῷ μένον τὸ σπέρμα, καθ’ ὃν ὑπὸ
11. τῆς μήρας ἕλκεται καιρὸν, ἐκτείνεται μὲν δήπου καὶ πλατύνεται,
12. πάντων τῶν μορίων τῆς μήτρας ὁμοίως ὀρεγομένων
13. αὐτοῦ, τῷ δ’ εἶναι γλίσχρον τε καὶ παχὺ καὶ θερμοῖς ὁμιλεῖν
14. σώμασιν ὑμενοῦται ῥᾳδίως, ὥσπερ ταυτὶ τἀκτὸς, ὅσα
15. δημιουργοῦσιν οἱ σιτοποιοὶ κατά τινος σκεύους θερμοῦ τε
16. καὶ πλατέος, ἐπαλείφοντες ὑγρὸν ἀτρέμα σταῖς· ὀνομάζεται
17. δὲ ἴτριά τε καὶ ῥύμματα τὰ τοιαῦτα πάντα πλατύσματά
18. τε καὶ πέμματα. τοιοῦτο ἕτερον ἐντὸς, οἷον ἐκτὸς ὁ σιτοποιὸς 
1. ἐκ τοῦ σίτου τῶν ἰτρίων, ἡ φύσις τοῦ σπέρματος
2. ἐργάζεται τὸν ὑμένα, ταθῆναι μὲν ἐπιπλέον ἀναγκασθέντος
3. τοῦ σπέρματος, ὅτι πάντα αὐτοῦ τὰ μόρια τῆς μήτρας
4. ἐγλίχετο, κινδυνεύοντος δὲ ἐν τῷ τείνεσθαι διασπασθῆναι,
5. καὶ δὴ διασπωμένου πολλάκις, ὅταν ὑγρότερόν τε καὶ ἀτονώτερον
6. ὑπάρχον ἰσχυρῶς ὑπὸ πολλῶν ἅμα μερῶν ἀνθέλκηται.
7. ἀλλ’ εἰ μὲν τοῦτο πάθοι, διαῤῥεῖ, καὶ ἀποπίπτει,
8. καὶ φθείρεται, τῆς συνεχείας λυθείσης· εἰ δ’ ἀντισχῇ τεινόμενον,
9. ὡς μὴ διασπασθῆναι, (γλίσχρον δ’ εἶναι χρὴ καὶ
10. πολὺ καὶ παχὺ τὸ τοιοῦτο,) παραχρῆμα ὑμενοῦται σύμπαν
11. αὐτοῦ τὸ ἔξω τὸ τῶν μητρῶν ψαῦσαν, ἀφίσταται δ’ ἀπ’
12. αὐτοῦ, ὥσπερ τὸ ἴτριον ἀπὸ τοῦ χαλκοῦ σκεύους· οὐ γὰρ
13. οἷόν τε λεῖον τῷ λείῳ συναφθῆναι. μεγίστη δὲ τοῦ λόγου
14. πίστις· ἔνθα τραχύς ἐστι τῆς μήτρας ὁ χιτὼν, ἔστι δὲ δήπου
15. τοιοῦτος ἐν τοῖς στόμασι τῶν ἀγγείων, ἐκείνοις μόνοις
16. συνδεῖται.

Cliquer un n° de page pour en afficher l’image