17. Βουλοίμην δ’ ἂν ἐάσας ἤδη τὰ φαινόμενα
18. πυθέσθαι τοῦ Ἀριστοτέλους, εἰ τὰ πρῶτά τε καὶ κοινότατα
1. τῶν ἐν τοῖς ζώοις ὀργάνων, ὑφ’ ὧν ἅπαντα διοικεῖται τὰ
2. μόρια, συγχωρεῖ καὶ αὐτὸς εἶναι φλέβα καὶ ἀρτηρίαν καὶ
3. νεῦρον. εἰ γὰρ δὴ τοῦτο συγχωρήσειεν, οἶμαι ῥᾳδίως αὐτὸν
4. πείσειν, ὡς ἐκ σπέρματος ἡ γένεσις αὐτοῖς ἐστιν. ἄναιμα
5. γάρ ἐστι ταῦτα τὰ σώματα τῶν ἀγγείων, ὡς ἔνεστιν
6. ἐκκενώσαντας τὸ αἷμα θεάσασθαι, καὶ τάσιν ἱκανὴν ἐπιδέχεται.
7. τὸ μὲν γὰρ νεῦρον οὐδὲ ἐκκενωθῆναι δεῖται, καθάπερ
8. ἡ ἀρτηρία καὶ ἡ φλέψ· οὐδεμία γὰρ αἰσθητὴ κοιλότης
9. ἐστὶν ἐν αὐτῷ. ταῦτ’ οὖν, ὦ θαυμασιώτατε, πότερον
10. ἐξ αἵματος, ἢ ἐκ σπέρματος ἡ φύσις σοι δοκεῖ διαπλάττειν;
11. ἀλλ’ ὅτι μὲν οὐκ ἐξ αὐτοῦ τοῦ αἵματος, ὥσπερ τὰς σάρκας,
12. εὔδηλον. οὐ γὰρ λευκός ἐστιν, οὐδὲ γλίσχρος, οὐδ’ οὕτως
13. παχὺς ὁ τοῦ αἵματος χυμὸς, ὥστ’ ἐπὶ τοῦ ταθῆναί τε καὶ
14. συριγγωθῆναι δύνασθαι συνεχὴς αὑτῷ διαμένειν. εἰ δὲ
15. καὶ μεταβάλλουσα πρότερον μὲν αὐτὸν ἐξ ἐρυθροῦ ἐργάζεται
16. λευκὸν, ἐξ ὑγροῦ δὲ παχὺν, ἐξ ἀγλίσχρου δὲ γλίσχρον,
17. ἐπιλέλησται δήπου τῶν συμφύτων κινήσεων ἡ φύσις,
18. ἃς ἀεὶ μαρτυρεῖς αὐτῇ, καὶ μάτην κάμνει τοιοῦτο
1. σπεύδουσα τὸ αἷμα κατασκευάζειν, οἷον ἐξ ἀρχῆς ἔχει τὸ
2. σπέρμα. καὶ μὴν ὡς οὐδέν γε μάτην ἡ φύσις ἐργάζεται,
3. παρὰ σοῦ αὐτοῦ μεμαθήκαμεν. οὔκουν οὐδὲ νῦν ἐπελάθετο
4. κατὰ τὸ μέγιστον τῶν αὐτῆς ἔργων, οὐ γὰρ δὴ μεῖζόν γέ τι
5. φύσει ἔργον ἢ καὶ τῷ δημιουργῷ παντὶ τῆς προσηκούσης
6. ἀρχῆς. ταύτην γοῦν οὐ μόνον τὸ ἥμισυ τοῦ παντὸς, ὡς
7. ὁ κοινὸς λόγος, ἀλλὰ δυνάμει τὸ σύμπαν ὁμολογεῖς εἶναι
8. καὶ αὐτὸς, ἑπόμενος τῷ διδασκάλῳ σου Πλάτωνι. πολὺ δὲ
9. δὴ μᾶλλον ἐν τοῖς τῆς φύσεως ἔργοις ἡ ἀρχὴ δυνάμει τὸ
10. πᾶν ἐστιν, ὅσῳ καὶ μέγιστα διαπράττεται τῶν τεχνῶν ἁπασῶν
11. ἡ φύσις. ἀλλ’ οὐ χρὴ μακρολογεῖν, οὐδὲ ἔξωθεν
12. ἐπάγειν τὰ μαρτύρια, πρὸς Ἀριστοτέλη διαλεγόμενον, ὃς
13. οὕτω πολὺ νέμει ταῖς πολλαῖς καταβληθείσαις ἀρχαῖς, ὥστε
14. οὐκ ἀφαιρεῖται μὲν τὸ σπέρμα τὸ μὴ οὐ τὸν τοῦ δημιουργοῦ
15. λόγον ἔχειν πρὸς τὸ κυούμενον. ἐξ αὐτοῦ δὲ οὔ φησι
16. γίνεσθαι τὸ ἔμβρυον, ἀλλ’ ἐκ τοῦ καταμηνίου, τὴν ἀρχὴν
17. τῆς κινήσεως παρὰ τοῦ σπέρματος λαμβάνοντος. ἀλλ’ εἴπερ
18. ἱκανὴ μία πληγή τε καὶ ψαῦσις ἐκ τοῦ σπέρματος εἰς
1. τὸ αἷμα γενομένη τοσαύτην τε καὶ τοιαύτην ἐργάζεσθαι
2. κινήσεων διαδοχὴν, ὡς ἐξ αὐτῶν δημιουργεῖσθαι τὸ ζῶον,
3. ἔργῳ μαρτυρεῖς, ὡς ἀρχὴ τὸ σύμπαν ἐστίν. οὔκουν δεῖ παρελθεῖν
4. ἡμᾶς, Ἀριστότελες φίλτατε, τηλικοῦτο ἔγκλημα τῆς
5. ἐπαινουμένης ὑπὸ σοῦ φύσεως, ὡς εὐθὺς ἐν ἀρχῇ μάτην ἐργάζεσθαι.
6. ποιῆσαι μὲν γὰρ αὐτὴν φλέβα, καὶ ἀρτηρίαν,
7. καὶ νεῦρον, ἀναγκαιότατόν ἐστιν. ἔχουσα δὲ εἰς τοῦτο καὶ
8. λευκὸν καὶ παχὺν καὶ γλίσχρον χυμὸν, ἐκβάλλει μὲν
9. τοῦτο, ὡς νομίζεις, ἐξ αἵματος δ’ ἕτερον ὅμοιον γεννᾷ. καὶ
10. μὴν εἰ μὲν ἐξ αὑτοῦ τὸ αἷμα δύναμιν ἔχει γεννᾷν τε ἅμα
11. καὶ διαπλάττειν τὸν τοιοῦτον χυμὸν, οὐ δεῖται τοῦ σπέρματος.
12. εἰ δὲ ἐξ ἐκείνου λαμβάνει τὸ δύνασθαι, τί τὸ πρῶτον
13. δεόμενον τῷ δευτέρῳ, καὶ παρ’ ἐκείνου τὸ δύνασθαι προσλαμβάνεσθαι,
14. πρὸς ὑπηρεσίαν χρῆται; δεῖ μὲν γὰρ, ἤτοι
15. τῆς δυνάμεως τοῦ σπέρματος, ἢ τῆς σωματικῆς οὐσίας αὐτὴν
16. καταγνοῦσαν, ἄλλῳ χρήσασθαι πρὸ αὐτοῦ, μέμψασθαι
17. δὲ οὐδέτερον ἔχει. τήν τε γὰρ δύναμιν αὐτὸ τῷ αἵματι
18. παρέχει καὶ κατὰ σε τήν τε οὐσίαν ἔχον ἐπιτηδειοτάτην
1. φαίνεται πρὸς τὴν τῶν κυριωτάτων ὀργάνων διάπλασιν.
2. εἰ γὰρ ἄναιμον ἡ φύσις εἶναι βούλεται τῶν τριῶν ὀργάνων
3. τὴν οὐσίαν, ἔχειν τοιαύτην ὕλην τὴν γονὴν, εἴτε παχεῖαν,
4. καὶ ταύτην μᾶλλον αἵματος ὑπάρχειν, εἴτ’ ἀποτείνεσθαι καὶ
5. συριγγοῦσθαι, καὶ μέχρι πλείστου προϊοῦσαν ἄνευ τοῦ ῥήγνυσθαι,
6. τί ἂν εἰς ταῦτα ἐπιτηδειότερον τοῦ γλίσχρου ἐξεύροι;
7. πάντων οὖν ὧν δεῖται πρὸς τὴν τῶν τριῶν ἀγγείων
8. γένεσιν, ἡ τοῦ σπέρματος οὐσία συλλαβοῦσα κέκτηται. μὴ
9. τοίνυν ἀτιμάσωμεν αὐτὸ τῷ λόγῳ, διότι μηδὲ ἡ φύσις τοῦτο
10. ἔργῳ ἔπραξεν. οὐδὲ γὰρ οὐδ’, ὅτι πλῆρές ἐστι τοῦ πνεύματος
11. τοῦ ζωτικοῦ, τοῦτο λέληθέ σε. σὺ γὰρ εἷς ὁ καλῶς
12. εἰκάσας ἀφρῷ τὸ σπέρμα, πολλὰς πομφόλυγας ὑπὸ σμικρότητος
13. ἀοράτους εἰς ἓν συνελθούσας ἐργάσασθαι φάσκων
14. αὐτό· σὺ καὶ τὸν μῦθον οὐκ ἐμέμψω, τὴν Ἀφροδίτην ἐξ
15. ἀφροῦ γεγενῆσθαι λέγοντα. τί τοίνυν ἐκβάλλεις τῶν μητρῶν
16. τὴν τοιαύτην ἀρχὴν τοῦ ζώου; ἢ τί δώσεις ὄργανον
17. τῇ φύσει τούτου βέλτιον, ἢ κοιλίας, ἢ πόρους, ἢ ὑμένας,
1. ἢ ἀγγεῖα δημιουργούσῃ; φήσεις γὰρ δήπου καὶ αὐτὸς, ὡς τὰ
2. μὲν τιτρᾶται, τὰ δὲ διαφυσᾶται, τὰ δ’ εὐρύνεται, τὰ δ’ ἀποτείνεται
3. τῆς ὕλης ἐν τῷ διαπλάττεσθαι τὸ ζῶον, εἰ μή τι κᾀνταῦθα
4. τὸν ἀτμὸν τοῦ αἵματος ἕξεις ὄργανον, ἵνα καὶ νῦν ἡ φύσις
5. ἐκβάλλουσα τὸ ἕτοιμον ἕτερον κάμνῃ τοιοῦτο ἐργαζομένη. πῶς
6. οὖν οὐκ ἐναντιώτατος ὁ λόγος ἐστὶ τοῖς ἔργοις τῆς φύσεως, ἐὰν
7. ἐκκρίνεσθαι μὲν εἰς ἀέρα λυθὲν τὸ σπέρμα, κατέχεσθαι δὲ
8. τὸ καταμήνιον φάσκωμεν; ὃ γὰρ ὡς ἀλλότριον ἐκκρίνει καθ’
9. ἕκαστον μῆνα, δίδομεν αὐτῇ νῦν ὡς οἰκειότατον. εἰ δὲ
10. ἔμπροσθεν μὲν ἀλλότριον, οἰκεῖον δὲ γίνεται μεταλαβὸν τῆς
11. τοῦ σπέρματος ποιότητος, ἐξ ἐκείνου τὴν οἰκειότητα προσκτᾶται,
12. ἔχοντος δήπου πρότερον αὐτοῦ. οὐ γὰρ δὴ
13. μεταδίδωσί γέ τινος τοῖς πέλας, οὗ μὴ μετέσχηκεν αὐτό.
14. πάλιν οὖν ἐνταῦθα ἡ φύσις εὑρίσκεται τὸ μὲν πρώτως
15. οἰκεῖον ἐκβάλλουσα, τὸ δὲ ἐκείνου μετασχὸν αἱρουμένη.
16. καίτοι γε οὐ τῆς ποιότητος αὐτῷ μεταδίδωσιν ἐκ τοῦ σπέρματος
1. ὁ Ἀριστοτέλης, ἀεὶ δ’ ἀρχὴν κινήσεως ἐνδίδωσι
2. μόνην, ὥσπερ τοῖς θαύμασιν ἐμφυλάττοντα τὴν ἑαυτοῦ
3. κατασκευὴν ἐκ μόνου τοῦ λαβεῖν τὴν τοιαύτην ἀρχὴν ἐπὶ
4. πλεῖστον ἐξαρκεῖ κινούμενα. καὶ μὴν οὐ διὰ κίνησιν, ἀλλὰ
5. διὰ ποιότητος οἰκειότητα καὶ ἀλλοτριότητα τὸ μὲν αἱρουμένας
6. τε καὶ κατεχούσας ἔστιν ἰδεῖν τὰς φύσεις, τὸ δ’ ἀποστρεφομένας
7. τε καὶ διὰ τοῦτο ἐκβαλλούσας. οὐδὲ γὰρ οὐδ’
8. ἐν τῇ γαστρὶ μένον οὐδὲν ἔστιν ἰδεῖν τῶν οὐκ οἰκείων αὐτῇ.
9. τί δεῖ λέγειν περὶ τῆς γαστρὸς οὕτως ἐναργῶς ἢ δι’ ἐμέτου
10. ἐκβαλλούσης τὸ λυποῦν, ἢ κατ’ ἔντερον ἐκκρινούσης αὐτὸ,
11. τὴν μήτραν ὁρῶντας ὅμοια διαπραττομένην; ἐδείχθη γὰρ
12. καὶ ἥδε κατὰ τῶν φυσικῶν δυνάμεων λόγον ὁμοίως τοῖς
13. ἄλλοις ἅπασι μορίοις ἕλκουσα μὲν καὶ κατέχουσα τὸ οἰκεῖον,
14. ἐκβάλλουσα δὲ τὸ ἀλλότριον. ἀλλὰ μὴν ἀποκρίνει γε τὸ
15. καταμήνιον ὡς περιττόν. οὔκουν κατασχεῖν αὐτὸ δύναταί
16. ποθ’ ὡς οἰκεῖον. οὐ γὰρ τοῦτό ἐστι ταῖς ὑστέραις οἰκεῖον,
1. ἀλλὰ τὸ σπέρμα, καὶ τούτου δεκτικὸν ὄργανον ἡ φύσις
2. ἐποίησεν αὐτάς.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 1.5, ed. Kühn, 1822, vol. 4, p. 527-534. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩