3. Ὅσον μὲν οὖν αὐτοῦ τῶν ὑστερῶν ἔψαυσε,
4. τοῦτο ὑμὴν εὐθέως ἐγένετο, καθότι μικρὸν ἔμπροσθεν
5. ἐδείχθη. τὸ δ’ ἄλλο πᾶν εἶχε μὲν δήπου καὶ αὐτὸ συμφύτους
6. δυνάμεις, ἑλκτικὴν μὲν τῶν οἰκείων, δι’ ἧς καθέλξειν
7. τε καὶ ἀλλοιώσειν ἔμελλε καὶ τροφὴν ἑαυτῷ ποιήσασθαι,
8. τῶν ἀλλοτρίων δὲ καὶ περιττῶν ἀποκριτικήν. εἶχε δὲ καὶ
9. ὕλας οἰκείας, ἃς ἕλξειν ἔμελλε παρὰ τῆς μήτρας, αἷμα καὶ
10. πνεῦμα, διὰ τῶν στομάτων, οἷς συνῆπται. καὶ τοίνυν εὐθὺς
11. ταῦτα εἵλξατο διὰ τοῦ περιέχοντος ὑμένος οὐδέπω σκληροῦ
12. γεγονότος. ἅμα τε οὖν ἐφέρετο τὰ παρὰ τῆς μήτρας ἐκ
13. τῶν ἀγγείων ἑλκόμενα, καὶ ὁ ὑμὴν ἀεὶ καὶ μᾶλλον ἐγίνετο
14. σκληρός. καὶ τελέως μὲν οὕτως ἤδη σκληρὸς ἦν καὶ συνεχὴς,
15. ὅλον ἐν κύκλῳ περιλαμβάνων τὸ κύημα, μόνα δ’
16. ἐκεῖνα διετέτρητο, δι’ ὧν ταῖς ὕλαις ἦν ἡ φορά. ἅτε γὰρ
17. οὐδένα χρόνον ἡσυχαζούσης τῆς ὁλκῆς, ἔμενεν ἀεὶ τὸ τρῆμα
1. τοῦ ὑμένος, οὐ δυνάμενον συμφῦναι διὰ τὸ μηδ’ ἄλλο
2. μηδὲν ἕτερον ἑτέρῳ δύνασθαι συμφῦναι, μέσων ἱσταμένων
3. ἀεικινήτων σωμάτων. οὐ μόνον δὲ οὐ συμφύεται τὸ
4. τρῆμα τοῦ ὑμένος, ἀλλὰ καὶ διὰ παντὸς εὐρύνεται πρὸς
5. λόγον τοῦ πλήθους τοῦ διαῤῥέοντος. διαῤῥεῖ δὲ ἀεὶ μὲν τὸ
6. θρέψον, οὐκ ἴσον δ’ ἀεὶ τῷ πλήθει, διότι μηδ’ αὐτὸ τὸ
7. τρεφόμενον ἴσον ἀεὶ φυλάττει τὸ μέγεθος, ἀλλ’ ἐπιδίδωσιν
8. συνεχῶς αὐξανόμενον. ὥστε ἀναγκαῖόν ἐστιν ἀνάλογον ἐκείνου
9. τῆς αὐξήσεως τὸ πλῆθος τῶν ὑλῶν ἐπιῤῥεῖν, αἷμα μὲν
10. ἐκ τῶν φλεβῶν, πνεῦμα δὲ σὺν αἵματι λεπτομερεῖ καὶ
11. ὀλίγῳ καὶ θερμῷ διὰ τῶν ἀρτηριῶν, καὶ δὴ καὶ τῷ χρόνῳ
12. συριγγουμένην θ’ ἅμα καὶ τελεουμένην τὴν ὁδὸν ἀγγεῖον
13. γίνεσθαι.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 1.6, ed. Kühn, 1822, vol. 4, p. 534-535. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩