14. Ἀλλὰ γὰρ οὐ χρὴ καθ’ ἓν ἔργον τῆς
15. φύσεως ἐξηγούμενον τῶν κινήσεων τὴν ἀκολουθίαν ἑαυτὸν
16. λαθεῖν ἀποχωρήσαντα πόῤῥω τῆς ἀρχῆς. ἐπανέλθωμεν οὖν
17. αὖθις ἐπ’ ἐκείνην. ἐπειδὴ προσέπεσε τῷ τῆς μήτρας πυθμένι
1. τὸ σπέρμα, καὶ ἦν ἀδύνατον ὑπαλεῖψαι πᾶσαν αὐτὴν, ἀποφύσεις
2. ἔχουσαν ἑκατέρωσε, καθάπερ τινὰ κέρατα, καὶ ταῦτα
3. ὑπήλειψεν ἡ φύσις ἑτέρῳ σπέρματι, τῷ τοῦ θήλεος, ἅπερ
4. ἐπιδέδεικται μὲν ἡμῖν ἐν ἑτέροις, εἰρήσεται δὲ καὶ νῦν ὀλίγον
5. ὕστερον, ὡς μὴ διακόπτοιτο τοῦ λόγου τὸ συνεχές. εἰς
6. γάρ τοι τὰ κέρατα ταῦτα, καθ’ ἑκάτερον μέρος ἓν ὑπάρχον,
7. ἐμβάλλει σπερματικὸν ἀγγεῖον ἐκ τῶν τῆς θηλείας ὄρχεων
8. ὁρμηθέν. ὅταν οὖν ὑπὸ τὸν αὐτὸν χρόνον ἅμα τῷ ἄῤῥενι
9. τὸ θῆλυ σπερμαίνῃ, δι’ ἑκατέρας τῶν κεραιῶν ἐξακοντιζόμενον
10. τὸ σπέρμα καὶ φερόμενον εἰς μέσον τῆς μήτρας τὸ
11. κύτος ἅμα μὲν ὑπαλείφει τὰς ὁδοὺς, ἅμα δ’ ἐξικνεῖται
12. πρὸς τὸ τοῦ ἄῤῥενος σπέρμα, καὶ αὐτό τε μίγνυται τούτῳ,
13. καὶ ὑμέσιν ἀλλήλοις ἐπιπλέκονται, οὓς τότε κατὰ τὴν οἰκείαν
14. ὁδοιπορίαν εἰργάσατο τὸ τοῦ θήλεος σπέρμα, ὡς τὴν
15. σύμπασαν γονὴν περιλαμβάνειν ταύτην τὴν χρείαν τῷ κυήματι,
16. καὶ οἷον τροφή τις τῷ ἄῤῥενι γίνεσθαι. λεπτότερον
17. μὲν γάρ ἐστιν αὐτοῦ καὶ ψυχρότερον, οἰκειότερον δὲ ἄλλου
18. παντὸς εἰς θρέψιν. ἣν δὲ εἶπον χρείαν παρέχειν αὐτῷ κατὰ
1. τὴν τοῦ ὑμένος γένεσιν, ἀκριβεστέρας ἐξηγήσεως δεῖται.
2. τὸν γὰρ περιλαμβάνοντα τὴν σύμπασαν γονὴν ὑμένα συμπλεκόμενον
3. ἐξάπτει μὲν πρῶτον δι’ αὑτοῦ ταῖς κεραίαις,
4. συνάπτει δ’ αὖθις ἅπαντι τῷ λοιπῷ κύτει τῆς μήτρας.
5. ἔχει μὲν γὰρ ἐπιθυμίαν ἅπαντα αὐτῆς τὰ μόρια περιπτύσσεσθαι
6. τῷ σπέρματι, δύναται δ’ οὐδέπω τοῦτο ποιεῖν
7. ἀπέχοντα πλέον ἢ ὡς ψαύειν αὐτοῦ. ἀλλὰ καὶ ἐν πολλαῖς
8. ἡμέραις, ἅμα μὲν αὐξανομένου τοῦ σπέρματος, ἅμα δὲ καὶ
9. τῆς μήτρας ἀεὶ καὶ μᾶλλον ἑαυτὴν περιστελλούσης, ἄλλοτε
10. ἄλλο μόριον αὐτῆς ἐπιδράσσεται τοῦ σπέρματος. ἅτε δὲ ὄντος
11. ἔτι μαλακοῦ τοῦ περιέχοντος ὑμένος αὐτὸ καὶ τῶν ἀγγείων
12. ἀνεστομωμένων, ἀντιλαμβάνεται δι’ αὐτῶν ἡ μήτρα
13. τοῦ ὑμένος, ὥσπερ οἱ πολύποδες, ὧν ἂν ψαύσωσι ταῖς κοτυληδόσι.
14. οὕτω γάρ ἐστι τὰ σώματα τῶν ἀγγείων ὅμοια
15. ταῖς τῶν πολυπόδων κοτυληδόσιν, ὥστε οὐδὲ ὀνομάζουσιν
16. ἄλλως αὐτά. λέλεκται δέ μοι τελεώτερον περὶ τούτου ἐν
17. τῷ πέμπτῳ τῆς Ἱπποκράτους ἀνατομῆς ἐξελέγχοντι τὴν
18. ἄγνοιαν τῶν ἐγκαλούντων τἀνδρὶ καὶ νομιζόντων, τὰς ἐπιτρεφομένας
1. ἐν κύκλῳ τοῖς στόμασι τῶν ἀγγείων σάρκας ἐν
2. ἐνίοις τῶν ζώων ὀνομάζειν αὐτὸν κοτυληδόνας. οὔτε γὰρ
3. ἐκείνας ὀνομάζομεν, αἱ δ’ ὄντως κοτυληδόνες ἀγγείων εἰσὶ
4. πέρατα, δι’ ὧν ἐφ’ ἑκάστῳ μηνὶ τὸ περιττὸν τοῦ αἵματος
5. ἐξ ὅλου τοῦ σώματος εἰς τὴν μήτραν ἐξοχετεύεται. ὅ τι δ’
6. ἂν τούτων τῶν στομάτων ἅψηται τοῦ σπέρματος, ἐπισπᾶται
7. δι’ αὑτοῦ τὴν τροφὴν ἐκεῖνο, πρὸς ἑαυτὸ τετρημένου τοῦ
8. ὑμένος, ὡς ἂν ἔτι μαλακοῦ τε καὶ νεοπαγοῦς ὄντος. εἶτ’
9. ἐν τῷ χρόνῳ, καθάπερ ὀλίγον ἔμπροσθεν εἶπον, ἀγγεῖον
10. γίνεται συμφυές τε ἅμα καὶ ὅμοιον τῷ τῆς μήτρας. καί σοι
11. πάρεστι θεάσασθαι κατὰ τὰς τῶν ἐγκυμόνων ζώων ἀνατομὰς
12. καὶ μετὰ ἀρτηριῶν καὶ φλεβῶν τὸν ἔξωθεν ὑμένα
13. τῶν ἐμβρύων. ὀνομάζεται δὲ χορίον ὑμὴν οὗτος ὁ
14. ἔξωθεν, ὃν διοδεύουσιν αἱ ἀρτηρίαι τε καὶ αἱ φλέβες, ὕλας
15. ἐκ τῆς μήτρας εἰς τὸ κυούμενον ἄγουσαι. θατέρῳ δ’ ὑμένι,
16. τῷ πρὸς τὰς κεραίας ἀνήκοντι, τὴν μὲν προσηγορίαν διὰ
17. τοῦ σχήματος ἔθεντο· παραπλήσιος γὰρ ὢν ἀλλᾶντι καὶ
1. τοὔνομα παρηγμένον ἀπ’ ἐκείνου κέκτηται. ἡ χρεία δὲ αὐτοῦ
2. τοῖς ἐμβρύοις ἐν μὲν ταῖς πρώταις ἡμέραις, ἣν ἀρτίως εἶπον,
3. αὐξανομένων δὲ τῶν ὑγρῶν περιττωμάτων, ὑποδέξασθαι
4. τὸ ἕτερον. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ὀλίγον ὕστερον
5. εἰρήσεται.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 1.7, ed. Kühn, 1822, vol. 4, p. 535-539. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩