Galenus. De semine (De sem.) [n° 022 Fichtner] [GalLat]

Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).

De semine, 1.8, ed. Kühn, 1822, vol. 4, p. 539-542. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.8

6. Πάλιν δ’ ἐπάνειμι πρὸς τὸ ἀναβεβλημένον
7. ἐν ἀρχῇ. τοῦτο γὰρ ἕλκει μὲν πρὸς ἑαυτὸ διὰ τῶν εἰς τὴν
8. μήτραν καθηκόντων ἀγγείων αἷμα καὶ πνεῦμα πρὸς τὴν
9. ἰδίαν ἑκάτερον ἑαυτοῦ κοιλότητα, συνεφέλκεται δὲ, ὥσπερ
10. εἴρηται καὶ πρόσθεν, ἅμα τῷ διὰ τῶν ἀρτηριῶν πνεύματι
11. λεπτομερέστερόν τε καὶ θερμότερον αἷμα τοῦ κατὰ τὰς
12. φλέβας. ἐκ μὲν δὴ τούτου τὸ θερμότατον τῶν σπλάγχνων
13. δημιουργεῖ, τὸ δὲ ἕτερον αἷμα τὸ παχὺ τὴν ἥπατος ἰδέαν
14. αὐτῷ συνίστησι. καὶ τοίνυν καὶ περαίνουσιν αἱ μὲν πολλαὶ
15. φλέβες, αἱ διὰ τοῦ χορίου φερόμεναι· αἱ δ’ ἀρτηρίαι πρὸς
16. ἕτερον θερμότερον, ὃ διὰ τὴν ὑπερβάλλουσαν θερμότητα,
17. καθάπερ τις φλὸξ, οὐκ ἀναπαύεται κινούμενον, ἀλλ’ ἐναλλὰξ
18. ἀεὶ διαστέλλεταί τε καὶ συστέλλεται. αἱ μὲν δὴ παράγουσαι
19. τὰς ὕλας εἰς τάδε τὰ σπλάγχνα φλέβες τε καὶ ἀρτηρίαι
1. καθάπερ ῥίζαι τινὲς αὐταῖς εἰσιν· αἱ δ’ εἰς ὅλον ἐξάγουσαι
2. τὸ κύημα πρέμνοις ἀνάλογοι εἰς πολλοὺς πτόρθους σχιζομένοις.
3. ἡ γένεσις δὲ καὶ ταύταις ἐστὶ συριγγουμένης τῆς
4. τοῦ σπέρματος οὐσίας. ἡ δὲ τρίτη τῶν ἀρχῶν. ἀφ’ ἧς σύμπαντα
5. πέφυκε τὰ νεῦρα, τὴν γένεσιν ἐξ αὐτοῦ μόνον τοῦ
6. σπέρματος ἔσχηκεν. ἐν γὰρ τῇ πρὸς τὸ θῆλυ σπέρμα μίξει
7. πολλαὶ τῶν πομφολύγων ἐῤῥάγησαν, ἐξ ὧν εἴσω τε καὶ πρὸς
8. τὸ βάθος ἐχώρει τὸ πνεῦμα σώζειν ἑαυτὸ γλιχόμενον. οὐ
9. γὰρ οἷόν περ ἀτμὸς ἦν, ἀλλ’ αὐτοκίνητος ἀρχὴ ζώου, καθάπερ
10. καὶ αὐτὸ τὸ περιέχον ὑγρὸν αὐτὸ κοιλίαν εἰργάσατο
11. τῷ σπέρματι μεστὴν πνεύματος. ὅπως οὖν μηδ’ ἐντεῦθεν
12. ἑτοίμως κενοῖτο, στεγανὸν ἑαυτῷ τὸν οἶκον ἐργάζεται τῆς
13. περιειληφυίας αὐτὸ τοῦ σπέρματος ὑγρᾶς οὐσίας, ὅσον
14. ἦν παχύτερόν τε καὶ σκληρότερον, ἀπωθούμενον εἰς
15. τὴν ἐκτὸς περιγραφὴν, ὅπερ ἔμελλεν ἐν τῷ χρόνῳ θερμαινόμενόν
16. τε καὶ ξηραινόμενον ὀστοῦν ἔσεσθαι. τοῦτο
17. ἐν ἀρχῇ μὲν ἡ διαπλάττουσα τὸ ζῶον δύναμις ἐργάζεται·
1. φαίνεται δὲ οὐδέπω κατὰ τὴν ἀρχὴν ὑπὸ σμικρότητος, ἀλλ’
2. ὅταν γε πρῶτον φαίνεσθαι δύνηται, μέγιστα μέν εἰσι τὰ
3. τρία ταῦτα, πλησίον δὲ ἀλλήλων ἐφεξῆς κείμενα καὶ ψαύοντα,
4. τὸ μὲν τῶν νεύρων ἀρχὴ γενησόμενον, ὃ προσαγορεύομεν
5. ἐγκέφαλον, ἐφ’ ὑψηλοτέρας ἕδρας ταχθὲν, ὑπόκειται δ’
6. αὐτῷ καρδία τε καὶ ἧπαρ ἀλλήλων ψαύοντα. τοῦ χρόνου
7. δὲ προϊόντος, αἱ εἰρημέναι τρεῖς ἀρχαὶ καὶ διΐστανται
8. πλέον, εἰς ὅλον τε τὸ προσπλαττόμενον τοῦ ζώου σῶμα
9. διαπέμπουσι τὰ βλαστήματα, νωτιαῖον μὲν ὁ ἐγκέφαλος
10. ἀποφύσας, οἷόν πέρ τι πρέμνον, ἡ καρδία δὲ τὴν μεγίστην
11. ἀρτηρίαν, ἣν ἀορτὴν Ἀριστοτέλης ὀνομάζει, τὴν κοίλην δὲ
12. φλέβα τὸ ἧπαρ. καὶ μὲν δὴ καὶ φαίνεται καταρχὰς
13. εὐθὺς ἅμα τῇ τούτων γενέσει περὶ μὲν τὸν νωτιαῖον
14. ἡ ῥάχις πηγνυμένη τὸν αὐτὸν τρόπον, ὃν ὀλίγον ἔμπροσθεν
15. ἐλέγομεν, ἀμφὶ δὲ τὸν ἐγκέφαλον ἐν κύκλῳ περιβληθὲν
16. τὸ κρανίον, ὁ δὲ θώραξ περὶ τὴν καρδίαν, οἷόν περ
17. οἶκός τις εὐρύχωρός τε ἅμα καὶ στεγανός. ἔμελλε δ’ ἄρα
18. περὶ τὴν ἀποκύησιν οὐκ οἶκος μόνον, ἀλλὰ τὸ πρῶτόν τε 
1. καὶ κυριώτατον ἀναπνοῆς ὄργανον ἔσεσθαι. ταῦτα μὲν οὖν
2. ὕστερά ποτε γίνεται.

Cliquer un n° de page pour en afficher l’image