3. Πάλιν δὲ ἐπὶ τὴν πρώτην σύστασιν τοῦ
4. ζώου ἐπανάγωμεν τὸν λόγον, καὶ ὅπως γε ἡμῖν εὔτακτός τε
5. ἅμα καὶ σαφὴς γένοιτο, διελώμεθα τέσσαρσι χρόνοις τὴν
6. σύμπασαν τῶν κυουμένων δημιουργίαν. πρῶτος μὲν, ἐν ᾧ
7. κατὰ τὰς ἀμβλώσεις τε καὶ κατὰ τὰς ἀνατομὰς ἡ τοῦ σπέρματος
8. ἰδέα κρατεῖ. κατὰ τοῦτον τὸν χρόνον οὐδ’ Ἱπποκράτης
9. ὁ πάντα θαυμάσιος ἤδη που κύημα καλεῖ τὴν τοῦ
10. ζώου σύστασιν, ἀλλ’ ὡς ἀρτίως ἠκούσαμεν ἐπὶ τῆς ἑκταίας
11. ἐκπεσούσης ἤδη γονῆς. ἐπειδὰν δὲ πληρωθῇ μὲν τοῦ αἵματος,
12. ἡ καρδία δὲ καὶ ὁ ἐγκέφαλος καὶ τὸ ἧπαρ ἀδιάρθρωτα
13. μὲν ἔτι καὶ ἄμορφα, πῆξιν δ’ ἤδη τινὰ καὶ μέγεθος
14. ἀξιόλογον ἔχῃ, δεύτερος μὲν οὗτος ὁ χρόνος ἐστὶ, σαρκοειδὴς
15. δὲ καὶ οὐκέτι γονοειδής ἐστιν ἡ οὐσία τοῦ κυήματος.
16. οὐκοῦν οὐδὲ γονὴν ἔτι προσαγορεύοντα τὸν Ἱπποκράτην τοιαύτην
17. ἰδέαν εὕροις ἂν, ἀλλ’, ὡς εἴρηται, κύημα. τρίτος ἐπὶ
1. τῷδε χρόνος, ἡνίκα, ὡς εἵρηται, τὰς μὲν τρεῖς ἀρχὰς ἔστιν
2. ἰδεῖν ἐναργῶς, ὑπογραφὴν δέ τινα καὶ οἷον σκιαγραφίαν
3. ἁπάντων τῶν ἄλλων μορίων. ἐναργεστέραν μὲν γὰρ ὄψει
4. τὴν περὶ τὰς τρεῖς ἀρχὰς διάπλασιν, ἀμυδροτέραν δὲ τὴν
5. τῶν κατὰ τὴν γαστέρα μορίων, καὶ πολὺ δὴ τούτων ἔτι
6. ἀμυδροτέραν τὴν κατὰ τὰ κῶλα. ταῦτα γὰρ ὕστερον, ὡς
7. Ἱπποκράτης ὠνόμασεν, ὀζοῦται, τὴν πρὸς τοὺς κλάδους
8. ἀναλογίαν ἐνδειξάμενος τῇ προσηγορίᾳ. τέταρτος δ’ οὗτός
9. ἐστι καὶ τελευταῖος χρόνος, ἡνίκα ἤδη τά τ’ ἐν τοῖς κώλοις
10. ἅπαντα διήρθρωται, καὶ οὐδ’ ἔμβρυον ἔτι μόνον, ἀλλ’ ἤδη καὶ
11. παιδίον ὀνομάζει τὸ κυούμενον ὁ θαυμάσιος Ἱπποκράτης, ὅτε
12. καὶ ἀσκαρίζειν καὶ κινεῖσθαί φησιν, ὡς ζῶον ἤδη τέλειον.
13. ἀλλ’ οὐδὲν ὡς ζώου δέομαι τό γε νυνὶ τοῦ κυουμένου μνημονεύειν,
14. ὡς φυτὸν γὰρ ἅπασάν τε τὴν γένεσιν ἔσχηκε καὶ τὴν
15. διάπλασιν ἀπὸ τοῦ σπέρματος, ὥσπερ ἐκεῖνα διπλῆν ἀρχὴν
16. κινήσεώς τε καὶ διαπλάσεως εὐθὺς ἐξ ἀρχῆς ἐνδειξάμενα. οἵα
17. μὲν γὰρ εἰς τὰ κάτω τε καὶ κατὰ τῆς γῆς ἐστιν ἡ ῥίζωσις
1. τοῖς φυτοῖς, τοιαύτη τοῖς κυουμένοις ἡ εἰς τὴν μήτραν ἔμφυσις
2. τῶν κατὰ τὸ χορίον ἀρτηριῶν τε καὶ φλεβῶν· ὁποῖον
3. δ’ ἄνω τὸ πρέμνον ἐν τοῖς φυτοῖς, τοιαῦται τοῖς ἐμβρύοις
4. αἱ ἀπὸ τῶν τριῶν ἀρχῶν ἐκφύσεις. αὖθις δ’, ὥσπερ τὰ
5. φυτὰ διττὴν ἐκ τῶν σπερμάτων ἔχει τὴν ἔκφυσιν, ἄνω μὲν
6. προάγοντα τὸ πρέμνον τε καὶ τοὺς πτόρθους ἄχρι τῶν
7. ἐσχάτων ἐργάζεται βλαστῶν, εἰς δὲ τὸ κάτω κατασχίζοντα
8. τὴν ῥίζωσιν, οὕτω καὶ τοῖς ἐμβρύοις πολυσχιδεῖς εἰσι τῶν
9. ἀρτηριῶν τε καὶ φλεβῶν, ὡς πρέμνων μὲν εἰς ὅλον τὸ
10. κυούμενον, ὡς ῥιζῶν δὲ εἰς τὴν μήτραν τελευτῶσαι. ταῦτά
11. τοι καὶ μεμψαίμην ἂν Ἀριστοτέλει μέμψιν δικαίαν, οὐ μόνον
12. ὅτι παρεῖδεν, ἃ μὴ ἐχρῆν αὐτὸν παριδεῖν, ἀλλὰ καὶ τῶν
13. ἑαυτοῦ δογμάτων ἐπιλέλησται, καὶ τὰ τῆς φύσεως ἔργα
14. διαφόρως ἐξηγεῖται κατά τε τὰ φυτὰ καὶ τὰ ζῶα. βλέπων
15. οὖν ἐν ἅπασι τοῖς φυτοῖς τὸ σπέρμα τῆς δημιουργικῆς ἀρχῆς
16. οὐδὲν ἧττον ἐν ἑαυτῷ τὴν ὑλικὴν περιέχον, ἐπὶ τῶν
17. ζώων ἀφαιρεῖται τὴν ἑτέραν αὐτῶν. καίτοι τοῦτο ἤρκει μόνον
18. ἀνδρὶ περὶ φύσιν δεινῷ τὴν χρείαν τῆς γονῆς ἐνδείξασθαι.
1. εἰ γὰρ οὐκ ἄλλαις μὲν δυνάμεσιν ἡ φύσις τοῦ σπέρματος
2. ἐργάζεται τὸ φυτὸν, ἄλλαις δὲ τὸ ζῶον, ἐξ ὧν ἐν φυτοῖς
3. ὁρᾷς ἐπὶ τὰ ζῶα μετατίθει· τὴν αὐτὴν γὰρ ἀναλογίαν εὑρήσεις
4. ἐν ἀμφοῖν. δεῖται τὸ τοῦ φυτοῦ σπέρμα γῆς, ἵν’ ἐξ
5. αὐτῆς τρέφηταί τε καὶ αὐξάνηται, δεῖται καὶ τὸ ἡμέτερον
6. σπέρμα μήτρας ἕνεκα τῶν αὐτῶν. ῥίζας ἑαυτῷ γεννᾷ τὸ
7. φυτὸν, αἷς ἕλξει τὴν τροφὴν ἐκ τῆς γῆς, καὶ τὸ χορίον
8. ἀγγεῖα, τὰς ῥίζας τῶν ἐμβρύων. ἀποφύει τε στέλεχος ἀφ’
9. ἑαυτοῦ τὸ σπέρμα, καὶ ἀπ’ ἐκείνου κλάδους, εἶτ’ ἄλλους
10. ἐπὶ ἄλλοις αὖθις κλῶνας κατασχιζομένους, εἶτ’ ἐκείνους αὖθις
11. εἰς ἄλλους, καὶ τοῦτο μὴ παύεται γενόμενον ἄχρι τῶν
12. ἐσχάτων βλαστῶν. ὁρᾷς κᾀνταῦθα καὶ τὰ μὲν στελέχη τρία
13. καθ’ ἑκάστην ἀρχὴν, ἀορτὴν, καὶ κοίλην φλέβα, καὶ νωτιαῖον,
14. αὖθις δ’ ἀπὸ τούτων ἀποφύσεις πολλὰς οἷόν περ
15. κλάδους εἰς ἄλλους αὖθις ἑαυτῶν ἐλάττους κλῶνας κατασχιζομένους,
16. εἶτ’ ἐκείνους αὖθις εἰς ἄλλους, καὶ τοῦτο μὴ
17. παυόμενον ἄχρι τῶν ἐσχάτων ἀποβλαστημάτων. εἰ δὲ τριπλοῦν
18. ὁρᾷς τὸ φυτὸν, ἢ ἔναιμον, ἢ σαρκοειδὲς, οὐ χρὴ
1. τούτων ἕνεκα νομίζειν ἄλλο τι καὶ οὐ φυτὸν ὑπάρχειν αὐτό.
2. τὸν γοῦν δημιουργὸν τὸν αὐτὸν ἔχει ἀμφότερα καὶ τὴν φυτικὴν
3. ψυχήν. ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι τὸ φυτὸν τοῦτο μέλλει
4. γενήσεσθαι ζῶον, οὐκ ἀποβαλὸν ἣν εἶχεν ἐξ ἀρχῆς δύναμιν,
5. ἀλλ’ ἑτέραν ἐπικτησάμενον. ἐκ τόπου δὲ μεταβαίνειν
6. εἰς τόπον αὐτὸ χρὴ τελειωθέν τε καὶ ἀπολυθὲν τῆς μήτρας.
7. ἀλλ’ οὐκ ἂν δύναιτο τοῦτο ποιεῖν, οὔτε ψυχρὸν ὁμοίως τοῖς
8. δένδροις γινόμενον, οὔτε ὀργάνων ἀποροῦν μεταβατικῶν.
9. ἵν’ οὖν ἅμα τε θερμὸν ᾖ συμμέτρως, εἰς ὅσον πρέπει ζώῳ
10. γενέσθαι θερμῷ, καὶ τοὺς τόπους ἀμείβειν δύνηται, δύο
11. ἀρχὰς ἐπεκτήσατο, τὴν μὲν ἑτέραν ὀργάνων διαφυλαξόντων
12. αὐτῷ τὴν κατὰ φύσιν θερμότητα, τὴν δὲ ἑτέραν ὑπηρετησόντων
13. ἁπάσαις ταῖς καθ’ ὁρμὴν ἐνεργείαις. ἀλλὰ τούτοις
14. μὲν ὕστερον χρήσεται.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 1.9, ed. Kühn, 1822, vol. 4, p. 542-546. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩