ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΠΕΡΜΑΤΟΣ
ΒΙΒΛΙΟΝ Β.
1. Ἑξῆς δ’ ἂν εἴη λεκτέον ὑπὲρ τοῦ τῆς θηλείας
2. σπέρματος, ὅσα κατὰ τὴν ἔμπροσθεν διέξοδον εἰπεῖν
3. ἀνεβαλλόμεθα. ἀρχὴ δὲ καὶ τούτων τὰ διὰ τῶν ἀνατομῶν
4. ἐναργῶς φαινόμενα. παράκεινται μὲν οἱ ὄρχεις ταῖς μήτραις,
5. εἷς ἑκατέρωθεν, ὁμοίαν ἀγγείων ἕλικα δεχόμενοι τοῖς
6. ἐπὶ τῶν ἀῤῥένων. οὐ μὴν εἴς γε τὸν αὐτὸν ἀφικνεῖται τόπον,
7. ὅτι μηδ’ ἐκτὸς ἐχρῆν, ὥσπερ τὸ ἄῤῥεν, ἀλλ’ εἰς αὐτὰς
8. τὰς μήτρας σπερμαίνειν τὸ θῆλυ. καὶ τοίνυν αὗται
1. καθάπερ ἀπαντῶσαι τῷ σπερματικῷ πόρῳ προμήκεις ἑαυτῶν
2. ἀποφύσεις ἐκτείνουσιν εἰς τὰ πλάγια, δι’ ὧν ὑποδέχονται
3. τὸ σπέρμα. μεστὸν δέ ἐστι μάλιστα τὸ σπερματικὸν
4. ἀγγεῖον ἐν τοῖς ὀργῶσι ζώοις, ὥσπερ αὖ κενὸν ἐπὶ ταῖς
5. προσφάτοις ὀχείαις. ἔχει δ’ ἀμέλει πλῆθος οὐκ ὀλίγον
6. ἐνίοτε καὶ τοῖς ἐκ πολλοῦ κύουσιν, ἐν οἷς δὴ καὶ προφανῶς
7. θεάσῃ κατὰ τῶν προμήκων ἀποφύσεων, ἃς δὴ κεραίας ὀνομάζουσιν,
8. ὑγρὸν θορῶδες παχύ. πρὸς τοῦτο τὸ χωρίον ἐῤῥέθη
9. πρόσθεν ὁ ἀλλαντοειδὴς ἀνήκειν ὑμὴν ἥ τε παχεῖα
10. γονή. θαυμάσαι δ’ ἐστὶ κᾀνταῦθα τῶν λεγόντων, ἐκτὸς
11. τῆς μήτρας ἀνεστομῶσθαι τὸ σπερματικὸν ἀγγεῖον. κινδυνεύσω
12. μὲν οὖν, εἰ τὸ παραπίπτον ἑκάστοτε τῷ λόγῳ διερχοίμην
13. ἅπαν, εἰς τοῦτο τὸ γράμμα μεταθεῖναι τὴν τῶν
14. γεννητικῶν μορίων ἀνατομήν· οἶδα δ’ αὖ πάλιν, ὡς,
15. εἰ καὶ τὸ ἀληθὲς αὐτὸ διδάσκοιμι μόνον, ἀφαιρήσεσθαι
16. τῆς τοῦ λόγου πίστεως. ὅπως οὖν μήτε περιττῶς μηκύνοιμι,
17. μήτ’ ἔρημον ἁπάσης πίστεως ἀπολείποιμι τὸ λεγόμενον,
1. ἐξουσίαν δοὺς ἅπαντι τῷ βουλομένῳ τῶν ἐξ ἀνατομῆς φαινομένων
2. ὅ τι ἂν ἐθελήσῃ κελεῦσαι δειχθῆναι πρὸς ἡμῶν,
3. αὐτὰ μόνα διηγήσομαι τὰ κατ’ ἀλήθειαν ὄντα. μυρίοις οὖν
4. ἤδη σαφῶς ἐπέδειξα τὰ καλούμενα διπύρηνα διεμβαλλόμενα
5. διὰ τῶν σπερματικῶν ἀγγείων ἔξωθεν εἴσω διὰ τῶν κεραιῶν
6. ἐπὶ μήτραις αἰγὸς, εἰ δὲ βοῦς, ἢ ὄνος, ἢ ἵππος
7. ᾖ τὸ ζῶον, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τριπλάσια καὶ τετραπλάσια
8. τούτων τὸ πάχος, ἢ ξύλα πύξινα στρογγύλα τε
9. καὶ προμήκη καθιέμενα καὶ διεμβαλλόμενα διὰ τῶν κεραιῶν,
10. ἢ τὰς καλουμένας σπαθομήλας. δείξουσι δὲ τοῦτο κᾂν
11. ἡμεῖς ἀποθάνωμεν οἱ ἑταῖροι πάντες. οὐδὲ γὰρ οὐδὲ χαλεπὴν
12. ἔχει τὴν χειρουργίαν, ἀλλ’, εἴπερ τι ἄλλο τῶν ἐξ ἀνατομῆς
13. φαινομένων, ἑτοίμην τε καὶ ῥᾴστην. ὥσπερ οὖν ἄξιον
14. μέμψασθαι πολλοῖς τῶν ἰατρῶν, οὕτως ἐπαινέσαι δίκαιον
15. Ἱπποκράτην τὸν πρῶτον ἁπάντων ταῦτα εὑρόντα. φησὶ
16. γοῦν ἀρχόμενος τοῦ περὶ φύσεως παιδίου· Ἢν ἡ γονὴ μένῃ
17. ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικὸς, πρῶτον μὲν
1. μίσγεται ὁμοῦ, ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμούσης, καὶ
2. ἁθροίζεται καὶ παχύνεται θερμαινομένη. καὶ τὰ ἄλλα
3. ἐφεξῆς διδάσκει κατὰ λόγον, ὅπως ἐκ συναμφοτέρας τῆς γονῆς
4. μιχθείσης ἡ γένεσις ἀποτελεῖται τῶν ἐμβρύων. Ἡρόφιλος
5. δὲ οὐκ οἶδ’ ὅπως ἐκτὸς ἐκχεῖσθαί φησι τὸ τῶν θηλειῶν
6. σπέρμα, καίτοι γε περὶ τῶν ὄρχεων ἀκριβῶς ἔγραψε
7. κατὰ αὐτοὺς ἐν τῷ τρίτῳ τῆς ἀνατομῆς, ἐν ἀρχῇ μὲν ὧδέ
8. πως εἰπών· Ἐπιπεφύκασι δὲ τῇ μήτρᾳ καὶ δίδυμοι ἐκ τῶν
9. πλαγίων, ἐξ ἑκατέρου μέρους, ἐπ’ ὀλίγον διαφέροντες τῶν
10. τοῦ ἄῤῥενος. ἔπειτα ἐν τοῖς ἐφεξῆς οὐ μετὰ πάνυ πολλὰ
11. κατὰ τήνδε τὴν ῥῆσιν· Δίδυμοι δὲ ταῖς θηλείαις ἐπιπεφύκασι
12. πρὸς ἑκατέρῳ τῷ ὤμῳ τῆς μήτρας, ὁ μὲν ἐκ τοῦ
13. δεξιοῦ, ὁ δὲ ἐκ τοῦ εὐωνύμου, οὐκ ἐν ἑνὶ ὀσχέῳ ἀμφότεροι,
14. ἀλλ’ ἑκάτεροι χωρὶς, λεπτῷ τινι καὶ ὑμενοειδεῖ ὑμένι περιεχόμενοι,
15. μικροὶ καὶ ὑποπλατεῖς, ἀδέσιν ὅμοιοι, κατὰ μὲν
16. τὸν ἐν κύκλῳ χιτῶνα νευρώδεις, τῇ δὲ σαρκὶ ἄθρυπτοι,
17. ὥσπερ καὶ οἱ τῶν ἀῤῥένων. ταῖς δὲ ἵπποις καὶ πάνυ εἰσὶν
18. εὐμεγέθεις. προσπεφύκασι δὲ ὑμέσιν οὐκ ὀλίγοις πρὸς
1. τὴν μήτραν, καὶ φλεβὶ καὶ ἀρτηρίᾳ, τῇ ἀπὸ τῆς μήτρας
2. εἰς αὐτοὺς ἐμπεφυκυίᾳ. ἀπὸ γὰρ τῆς φλεβὸς καὶ τῆς ἀρτηρίας
3. τῆς εἰς ἑκάτερον τῶν διδύμων προσπέφυκε, φλὲψ μὲν
4. ἀπὸ τῆς φλεβὸς, ἀρτηρία δὲ ἀπὸ τῆς ἀρτηρίας. ὁ δὲ
5. σπερματικὸς πόρος ἐφ’ ἑκατέρου οὐ λίαν μὲν φαίνεται,
6. προσφυὴς δέ ἐστι τῇ μήτρᾳ ἐκ τοῦ ἐκτὸς μέρους, ὁ μὲν ἐκ
7. τοῦ δεξιοῦ, ὁ δὲ ἐκ τοῦ εὐωνύμου. εἵλικταί τε παραπλησίως
8. τῷ τοῦ ἄῤῥενος καὶ τὸ πρόσθεν αὐτοῦ μέρος, καὶ τὸ λοιπὸν
9. κιρσοειδὲς σχεδὸν ἅπαν ἄχρι τοῦ πέρατος. καὶ ἐμπέφυκεν
10. ἀφ’ ἑκατέρου τοῦ διδύμου ὁμοίως, ὥσπερ τῷ ἄῤῥενι.
11. εἰς τὸ σαρκῶδες τοῦ αὐχένος τῆς κύστεως, λεπτός τε ὢν
12. καὶ σκολιὸς ἐν τῷ ἐμπροσθίῳ μέρει, καθ’ ὃ τὰ τῶν
13. ἰσχίων ὀστᾶ ψαύει, ἐν ᾧπερ καὶ ἀπολήγει, ὡς τὸ αἰδοῖον
14. ἐξ ἑκατέρου τοῦ μέρους εἰς τὸ ἐντὸς διαπεφυκός. παραστάτης
15. δὲ ὁ κιρσοειδὴς οὐχ ἑώραται ἐν τῷ θήλει. αὕτη μὲν
16. ἡ τοῦ Ἡροφίλου ῥῆσις. ὃ δέ μοι θαυμάζειν παρίσταται
17. μάλιστα, καὶ δὴ φράσω. καὶ θέσιν, καὶ μέγεθος, καὶ φύσιν
18. ἀκριβῶς γράψας τῶν ἐν τοῖς θήλεσι ζώοις ὄρχεων, οὐ
19. παραλιπὼν δὲ οὐδὲ περὶ τῆς ἐμβαλλούσης ἑκατέρωθεν
1. φλεβὸς καὶ ἀρτηρίας οὐδὲν, ἀλλ’ ἀκριβώσας τὴν διήγησιν,
2. εἶτα ἑξῆς ὑπὲρ τοῦ σπερματικοῦ πόρου τὸ μὲν, ὅτι
3. προσφυής ἐστι ταῖς μήτραις ἔξωθεν ἑκατέρωθεν, ἀληθῶς
4. εἰπὼν, τὸ δ’, ὅτι μὴ λίαν φαίνεται, ψευσάμενος, (ἀξιόλογον
5. γάρ ἐστι τὸ μέγεθος,) ἑξῆς τούτου πολὺ μᾶλλον ἐψεύσατο,
6. φάμενος εἰς τὸν αὐχένα τῆς κύστεως ἐμφύεσθαι τῷ
7. τοῦ ἄῤῥενος ὁμοίως. οὐ μόνον γὰρ εἰς τὸν τῆς κύστεως
8. αὐχένα τῶν σπερματικῶν πόρων οὐδέτερος ἐμφύεται κατ’
9. οὐδὲν θῆλυ ζῶον, ἀλλ’ οὐδὲ τὸν τῶν μητρῶν αὐτῶν, καίτοι
10. γε ἐγγυτέρω πολὺ τοῦ τῆς κύστεως κύτους ἐστὶν, ἀλλ’ ὅμως
11. οὐδὲ πρὸς τοῦτον ἐξικνοῦνται, παραπεφυκότες δὲ τοῖς πλαγίοις
12. μέρεσι τῶν μητρῶν, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν, ἐπ’
13. ἄκραν ἔρχονται τὴν καθ’ ἑαυτὸν ἑκάτερος κεραίαν, ἐκχέαντες
14. εἴσω τὸ σπέρμα, ὅπερ ἐν μὲν τῷ κύειν ἀθροίζεται
15. κατὰ τοῦτο τὸ χωρίον, ἐν δὲ τοῖς ὀνειρωγμοῖς πρῶτον
16. μὲν εἰς τὴν μήτραν ἐμπίπτει, μετὰ δὲ ταῦτα εἰς τὸ
17. ἐκτὸς ἐκκενοῦται. καθάπερ ὤφθη καὶ νῦν ἐπὶ γυναικὸς
1. ὑπὸ νοσημάτων ὑστερικῶν ἐνοχλουμένης εἰς τὴν μήτραν μὲν
2. πρῶτον, ἐκ ταύτης δὲ ἔξω πλεῖστόν τε καὶ παχύτατον ἐκχυθὲν
3. σπέρμα· χρόνον δ’ αὐτὴ συχνὸν χηρεύουσα τοσοῦτό
4. τε καὶ τοιοῦτο ἠθροίκει. ἀλλὰ τότε τάσεις τινὲς αὐτὴν κατέλαβον
5. ὀσφύος καὶ χειρῶν καὶ ποδῶν, ὡς σπασθῆναι δοκεῖν,
6. ἐφ’ αἷς ἐξεκρίθη τὸ σπέρμα, καὶ τὴν ἡδονήν τε παραπλησίαν
7. ἔλεγεν αὐτῇ γεγονέναι τῇ κατὰ τὰς συνουσίας.
8. τοῦτο μὲν οὖν τὸ σπέρμα παχύ τε ἦν καὶ πολὺ διὰ τὸ μὴ
9. κεκενῶσθαι χρόνῳ πολλῷ. ταῖς δ’ ἄλλαις ἔλαττόν τε καὶ
10. ὑγρὸν ἐκπίπτον φαίνεται πολλάκις ἔσωθεν ἐξ αὐτῶν τῶν
11. ὑστερῶν, ἵνα περ οὐρεῖ. δι’ ὃ καὶ Ἀθήναιος ἀπίθανός
12. ἐστι φάσκων, ὥσπερ τοῖς ἄῤῥεσι τοὺς τιτθοὺς, οὕτω καὶ τοῖς
13. θήλεσι τὰ σπερματικὰ διακεῖσθαι μόρια, αὐτῆς μόνης τῆς
14. ἀναλογίας τῶν μορίων ἐν τῇ πρώτῃ διαπλάσει γενομένης,
15. οὐ μὴν τῆς γε ἐνεργείας φυλαχθείσης· οὐχ ὁρῶν, ὅτι τοῖς
16. μὲν ἄῤῥεσι πλὴν ὀλίγων ἤδη τινῶν οὐκ ἔστι τὰ περὶ τοὺς
17. τιτθοὺς ἀδενώδη σώματα, ὡς τὰ τοῖς θήλεσιν ὑπάρχοντα
1. μέγιστα, ταῖς δὲ θηλείαις οὐ μόνον τὰ σπερματικὰ τῶν
2. ἀγγείων ἐστὶ μεστὰ σπέρματος, ἀλλὰ καὶ οἱ ὄρχεις. διὸ καὶ
3. τῶν ἀῤῥένων ὀλιγίστοις ἐξαιρομένους ἰδεῖν ἔστι τοὺς τιτθοὺς,
4. οὐδὲ τούτοις ἀξιολόγους, ἅπασι δὲ τοῖς θήλεσι περιεχόμενον
5. ἐν τοῖς σπερματικοῖς τὸ σπέρμα. ὥσπερ οὖν, εἰ πᾶσι τοῖς
6. ἄῤῥεσιν ἑωρᾶτο κατὰ τοὺς μαστοὺς γάλα περιεχόμενον, οὐκ
7. ἐχρῆν τῷ λόγῳ σκοπεῖσθαι περὶ τῆς ὑπάρξεως αὐτοῦ, κατὰ
8. τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδὲ ἐπὶ τῶν θηλειῶν ὁρῶντας
9. τὸ σπέρμα περιεχόμενον οὐ χρὴ ζητεῖν, εἰ ἀποκρίνουσι
10. σπέρμα. μὴ τοίνυν ἔτι πρὸς Ἱπποκράτην ζυγομαχείτωσαν
11. εἰπόντα κατὰ τὴν ἀρχὴν τοῦ περὶ φύσεως παιδίου γράμματος·
12. Ἤν ἡ γονὴ μείνῃ ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς
13. γυναικός· ἀλλὰ ζητείτωσαν, ἥντινα χρείαν παρέχεται.
14. δύναται γὰρ, ὡς ἔφαμεν ἐν τῷ πρὸ τούτου λόγῳ, τὸν ἀλλαντοειδῆ
15. γεννᾷν ἡ φύσις καὶ ἐξ αὐτοῦ, δύναται δὲ καὶ
16. τροφὴν οἰκείαν καὶ πρώτην αὐτῷ παρεσκευακέναι τὸ τοῦ
17. ἄῤῥενος σπέρμα, δύναται δὲ καὶ, ὡς Ἱπποκράτης ὑπελάμβανεν,
18. ἐξ ἀμφοῖν κεραννυμένων ἓν τέλειον γίγνεσθαι σπέρμα.
1. καὶ τίν’ ἦν δυνατὰ, εἰ μὴ ταῦτα; τὸ γοῦν ἐπεγείρεσθαι τὸ
2. θῆλυ πρὸς ἀφροδίσια δυνατὸν ἐν τοῖς μάλιστά ἐστι. καὶ
3. πολλῷ γε ἦν ἄμεινον, ὅτι μὲν ὑπάρχει τὸ τῶν θηλειῶν
4. σπέρμα, τοῖς φαινομένοις πιστεύειν, ἥντινα δὲ δύναμιν
5. ἔχει, τῷ λόγῳ σκοπεῖσθαι. τὰ μὲν οὖν φαινόμενα καὶ
6. πρόσθεν εἴρηται καὶ νῦν αὖθις εἰρήσεται. πόροι σπερματικοὶ
7. μεστοὶ σπέρματος ἐκκρίνουσι τοῦτο χωρὶς τοῦ συνελθεῖν
8. ἄῤῥενι τὸ θῆλυ, κατά τε τοὺς ὀνειρωγμοὺς αὑτῶν πάσχουσιν
9. ὁμοίως τοῖς ἄῤῥεσι, καὶ, ὡς εἴρηται πρόσθεν,
10. ἐπὶ τῆς χηρευούσης γυναικὸς, ἐπί τε τῶν ζώων ἐπὶ τῇ κορυφῇ
11. τοῦ ἀλλαντοειδοῦς εὑρισκόμενον. ὅπερ καὶ μάλιστα φαινόμενον
12. ἐλέγχει καὶ Ἀριστοτέλην μὲν, οὐχ ἥκιστα δὲ καὶ
13. Ἀθήναιον, ἀλλὰ καὶ τῶν νεωτέρων ἰατρῶν ὅσοι φασὶν, ἐμπεφυκέναι
14. ταῖς κεραίαις τὰ σπερματικὰ, τετρημένα δὲ τρήμασι
15. πλαγίοις τισὶν ἐκχεῖν τὸ σπέρμα κατὰ τῶν μητρῶν
16. ἔξωθεν. καὶ γὰρ καὶ συγχωρήσειεν ἄν τις αὐτοῖς ἀληθεύειν,
17. ὀξύτερον μὲν ὁρῶσιν αὐτοῦ τοῦ Λυγκέως ἐν τῷ σμικροτάτῳ
18. τρήματι βλέπειν, ἀμβλύτερον δὲ τῶν ὑποχεομένων
1. τὸ μὴ βλέπειν τὰ μέγιστα, τοῦ γε μηδ’ ὅλως ζητῆσαι, πόθεν
2. μὲν ἀθροίζεται τοῦ ἀλλαντοειδοῦς ὃ κατὰ τὴν κορυφήν
3. ἐστι. τί δ’ ἀναλίσκεται τὸ κατὰ τῆς μήτρας ἐκχεόμενον,
4. εἰκότως ἄν τις αὐτοῖς μέμψαιτο. δυοῖν γὰρ θάτερον,
5. ἢ ὑπειδόμενοι τὴν ἀπορίαν ἑκόντες ἐσιώπησαν, ἢ ὅλως
6. οὐδὲ ζήτημα οὐδὲν ᾠήθησαν εἶναι. τὸ μὲν δὴ σιωπᾷν
7. ἑκόντας οὐκ ἀγαθῶν ἀνδρῶν ἔργον ἐστί· τὸ δὲ μηδ’ ὅλως
8. οἰηθῆναι ζητήσεως ἄξιον ὑπάρχει νωθρῶν διάνοιαν ἀνθρώπων.
9. ἆρ’ οὖν ἐν τούτῳ μόνῳ διαμαρτάνουσιν, ἢ πολὺ
10. μᾶλλον ἐν οἷς οὐδὲν αὐτῶν; μέμνηνται μὲν γὰρ καταμηνίων,
11. ὕλην οἰκείαν θέμενοι τῷ κυουμένῳ, τὸ δὲ σπέρμα
12. δημιουργὸν αὐτοῦ, ἀνατεινόμενοί τε πολλὰ τῷ λόγῳ πρὸς
13. τοὺς ἀφ’ ὅλου τοῦ σώματος ἔρχεσθαι τὸ σπέρμα φάσκοντας,
14. καὶ δείξαντες, ὡς οὐχ ὁρῶσιν οὗτοι τόν τε κοσμήσαντα καὶ
15. τάξαντα τὸ παραγινόμενον, αὐτό τε φάμενοι τὴν ἐν τῷ
16. σπέρματι δύναμιν εἶναι τοῦτο, διαπλάττουσάν τε καὶ μορφοῦσαν
17. τὸ κύημα, μικρὸν ὕστερον ἐπιλαθόμενοι τούτων
1. οὐκ αἰσθάνονται τοσαύτας τῇ ὕλῃ διδόντες δυνάμεις, ἃς
2. ἔμπροσθεν ἐδίδοσαν τῷ δημιουργῷ. ὅτι μὲν γὰρ τοῦ διαπλάττοντος
3. ἔργον ἐστὶν, ὅμοιον ἢ ἀνόμοιον ἐργάσασθαι τὸ
4. ἔγγονον ὁποτέρῳ τῶν γεννησάντων, οὐδεὶς ἀγνοεῖ. τὰ δ’
5. ὁμοιούμενα παιδία τῇ μητρὶ διὰ τὴν τροφὴν ὁμοιοῦσθαί
6. φασι, κᾄπειτα ἐντεῦθεν ἀποτείνουσι δολιχὸν τοῦ λόγου,
7. δεικνύντες, ὅσαι διὰ τροφῆς ἀλλοιώσεις ἐγίγνοντο καὶ ζώοις
8. καὶ φυτοῖς. εἶτ’ οὐκ αἰσθάνονται μηδεμίαν ὧν λέγουσιν
9. ἀλλοιώσεων ἐπιδεῖξαι δυνάμενοι τὸ εἶδος ἐξαλλάττουσαν.
10. αὐτίκα γὰρ τὸ Περσαῖον φυτὸν εἰς Αἴγυπτον μετακομισθὲν
11. ἐξηλλάγη τὴν ἰδέαν, ἀλλὰ χρηστῆς ἐπιλαβόμενον
12. τροφῆς τὸν καρπὸν ἐδώδιμον ἔσχεν, οὐκ ὂν πρότερον
13. τοιοῦτο· οὔτε τὰ πρόβατα μεταστάντα ποτὲ εἰς νομὴν ἑτέραν
14. ταῖς ἔμπροσθεν αἰξὶν ὡμοιώθη, καθάπερ οὐδ’ αἶγες
15. προβάτοις ἢ ὄνοις καὶ ἵπποις. ἐν μέντοι ταῖς ἐπιμιξίαις
16. τῶν ἑτερογενῶν ζώων αὐτὸς Ἀθήναιος ὁμολογεῖ προσγίνεσθαί
17. τι τῷ κυουμένῳ παρὰ τῆς μητρὸς, οὐκ εἰς τὴν
1. τῆς χροίας ὑπάλλαξιν, ἢ λεπτότητος, ἢ παχύτητος, ἢ εὐφωνίας,
2. ἤ τινος ἑτέρου τοιούτου· μικρὰ γὰρ ταῦτα, καὶ
3. τῆς ὕλης μόνης αὐτοῦ κατὰ τὸ ζῶον εἴδους εἶναι τὰ πάθη.
4. τὰ δ’ ἀπὸ τῆς μητρὸς ὅλον ἐξαλλάττει τὸ εἶδος. εἰ μὲν
5. ὄνου σπέρμα ταῖς μήτραις ἵππος ὑποδέξηται, τὰ κυήματα οὐ
6. τὸ τοῦ πατρὸς εἶδος μόνον ἴσχονται, ἀλλ’ ἐξ ἀμφοτέρων τῶν
7. γειναμένων μικτόν· εἰ δ’ ἀλώπηξ κυνὸς, κᾀνταῦθα τοῦ
8. γεννωμένου μὴ κυνὸς, ἀλλὰ μικτοῦ τινος ἐξ ἀμφοῖν γενῶν
9. ἀποτελουμένου. καὶ μέν γε καὶ μεῖζον ἔτι τοῦ γε κατὰ τὸ
10. ἕβδομον βιβλίον, ὅπερ ἐστὶ περὶ σπέρματος, αὐτῷ προσομολογεῖ
11. ὁ Ἀθήναιος, οὐκ οἶδ’ ὅπως οὐκ αἰσθάνεται. πλέον
12. γὰρ ἔχειν φησὶ παρὰ τῆς μητρὸς ἢ τοῦ πατρὸς τὸ γεννώμενον,
13. οἷον ἀφ’ ἵππου μὲν τὸν ἡμίονον πλέον ἢ τοῦ ὄνου,
14. ὥσπερ δὲ κᾀπειδὰν ἀλώπηξ κυνὶ μιχθῇ, τὸ γεννηθὲν, εἰ
15. μὲν ὁ κύων ἄῤῥην ὑπάρχει, τὸ τῆς ἀλώπεκος ἴσχει εἶδος,
16. εἰ δ’ ἀνάπαλιν εἰς τὴν τοῦ κυνὸς ἰδέαν μεταπίπτει
17. τὸ ἔγγονον, ὡς γίνεσθαι τὸ μὲν ἐξ ἀλώπεκος ἀλώπεκα κυνοειδῆ,
18. τὸ δ’ ἐκ κυνὸς ἀλωπεκοειδῆ κύνα. καὶ γὰρ εἰ
1. πρόβατον τράγος ὀχεύσειε, πρόβατον γεννᾶσθαί φησι σκληρότριχον·
2. εἰ δ’ ἔμπαλιν αἶγα κριὸς μαλακότριχον, ὡς οὐδὲν
3. ἧττον εἰς τὴν ἰδέαν τοῦ γινομένου συντελεῖσθαί τι
4. παρὰ τῆς μητρὸς, ἀλλὰ καὶ πλέον ἢ παρὰ τοῦ πατρός.
5. ἐχρῆν δὲ μὴ ὅτι πλέον ἐκ τῆς μητρὸς εἶναι τοῖς ἐγγόνοις,
6. ἀλλὰ μηδὲ τὸ ἔλαττον. ὅλως γὰρ οὐδὲν ὑπαλλάττει μορφῇ
7. τοῦ κατὰ τὸ ζῶον ἢ τὸ φυτὸν εἴδους, ἀλλ’ ἐκ τῶν σπερμάτων
8. ἔχει πάντα τὴν τοιαύτην ἀρχήν. καὶ τί δεῖ μακρολογεῖν;
9. ὁμολογοῦσι γὰρ τοῦτό γε καὶ οὗτοι, πρὸς οὓς ὁ λόγος
10. ἐστί μοι μάλιστα. λέγω δὲ τὸ μὴ μόνον ἐγγίνεσθαι τῇ
11. ὕλῃ τὸ εἶδος, ἐξ οὗ γίνεται τὸ μὲν ἄνθρωπος, τὸ δὲ δρῦς,
12. ἢ πλάτανος, ἢ κιττὸς, ἀλλὰ καὶ τὴν μορφὴν αὐτὴν ὑπὸ
13. τοῦ σπέρματος τὴν ὕλην διαπλάττοντος ἀποτελεῖσθαι. στοχάζεσθαι
14. δ’ αὐτό φασι κατὰ τὴν μόρφωσιν οὐ τοῦ σχήματος
15. μόνον, ἀλλὰ καὶ τοῦ μεγέθους καὶ τῆς θέσεως ἑκάστου
16. τῶν μορίων, ἔτι τε τῆς πρὸς ἄλληλα συμφύσεως. ἵν’
17. οὖν γνῶσιν, ὅτι ἁμαρτάνουσιν, ἐρωτήσομεν αὐτοὺς λόγον ἐξ
1. ὧν αὐτοὶ τίθενται περαινόμενον. πότερον ἡ διαπλάττουσα
2. τὸ κύημα δύναμις ὀφθαλμὸν μὲν καὶ ῥῖνα καὶ ὀφρὺν,
3. ἕκαστόν τε τῶν ἄλλων μορίων ἐξεργάζεσθαι πέφυκεν, ἡ δ’
4. ὕλη τήν τε γρυπὴν ῥῖνα καὶ σιμὴν, ὀφθαλμόν τε γλαυκὸν
5. καὶ μέλανα δημιουργεῖν, ἢ τῆς αὐτῆς ἐστι δυνάμεως εἴποι
6. τὸ τὴν ῥῖνα διαπλάττειν εὐθὺς, καὶ γρυπὴν αὐτὴν, ἢ σιμὴν,
7. ἢ εὐθεῖαν ἐργάσασθαι; καθάπερ, οἶμαι, καὶ ὁ Πολύκλειτος,
8. ἡνίκα ἔπλαττε τὸν δορυφόρον, αὐτὸς μὲν τὴν
9. ῥῖνα καὶ τὸν ὀφθαλμὸν ἐδημιούργησε, τῷ πηλῷ δὲ ἐπέτρεψεν
10. εὐθεῖαν αὐτὴν ἐργάσασθαι. ἀλλὰ γὰρ, ὅπως μηδὲν
11. ἐπιδεὲς ᾖ, καθ’ ἑκατέραν ἀπόκρισιν ὁ λόγος περαινέσθω. καὶ
12. πρῶτον ὑποκείσθωσαν ἡμῖν ἀποκρίνασθαι, τὴν μὲν ῥῖνα
13. πρὸς τοῦ δημιουργοῦ, τὴν δ’ εὐθεῖαν ῥῖνα πρὸς τῆς ὕλης
14. γίνεσθαι. καὶ δὴ καὶ κατὰ τὸν αὐτὸν τρόπον ὀφθαλμὸν
15. μὲν ὑπὸ τῆς διαπλαττούσης δυνάμεως, ἤτοι δὲ ἢ γλαυκὸν,
16. ἢ μέλανα, πρὸς τῆς ὕλης. ὡσαύτως δὲ καὶ περὶ τῶν ἄλλων,
17. αὐτὸ μέντοι ἕκαστον ὑπὸ τοῦ σπέρματος γίνεσθαι,
18. τοῖον δὲ ἢ τοῖον ὑπὸ τοῦ καταμηνίου. καὶ μὴν καὶ εἰ τοῦτο
19. θείημεν, ἀκολουθήσει τὸ διὰ παντὸς ὁμοιοῦσθαι τῇ μητρὶ
1. τὸ γενόμενον. ἡ γὰρ ὁμοιότης ἐκ τῆς τῶν μορίων γίγνεται
2. διαπλάσεως, οὐ κατὰ τὸ κοινὸν εἶδος, ἀλλὰ κατὰ τὰς ἐγγινομένας
3. αὐτῷ διαφορὰς, ὡς τό γε κοινὸν εἶδος ἄνθρωπον
4. ποιεῖ, καὶ ἵππον, καὶ βοῦν, ἡ δὲ κατὰ τὰ μόρια διαφορὰ
5. σιμὸν καὶ γρυπὸν ἐργάζεται, κατὰ τοῦτο δὲ ὅμοιον ἢ ἀνόμοιον
6. τοῖς γονεῦσιν. αὖθις οὖν ὑποθώμεθα, τὴν τοιαύτην
7. διάπλασιν ἐκ τῶν σπερμάτων γίγνεσθαι. ἀλλ’, εἴπερ σπερμαίνει
8. μόνον τὸ ἄῤῥεν, οὐκ ἄν ποθ’ ὅμοιον γένοιτο τῇ
9. μητρὶ τὸ ἔγγονον. ὥσθ’ ἑκατέρωθεν ὁ λόγος ἄπορος. εἰ
10. μὲν γὰρ ὑπὸ τῆς δυνάμεως, ὅπερ ἐστὶν ὑπὸ τοῦ σπέρματος,
11. ὁμοιότης ἀποτελεῖται, τοῖς ἄῤῥεσι μόνοις ὁμοιωθήσεται τὰ
12. ἔγγονα, τῇ μητρὶ δ’ οὐδέποτε οὐδὲν ὅμοιον γενήσεται· εἰ
13. δ’ ἐκ τῆς ὕλης, ὅπερ ἐστὶ τοῦ καταμηνίου, τοῖς θήλεσι μόνοις,
14. οὐδὲν δὲ οὐδέποτε ὅμοιον ἔσται τῷ πατρί· καὶ μὴν
15. ἑκατέροις ὁμοιούμενα φαίνεται· ὥστε κενεῶς χρῶνται τῶν
16. λημμάτων. τὸ μὲν γὰρ σχῆμα τοῦ λόγου συλλογιστικὸν οὐδεὶς
17. ἀγνοεῖ τῶν γε κᾂν βραχύ τι περὶ ἀποδείξεως μεμαθηκότων.
18. ὅπως δὲ σαφέστερον ἔτι ᾖ καὶ τοῖς βραχύ τι γεγυμνασμένοις,
1. ἐρωτήσω τόν λόγον ἑκάτερον ἰδίᾳ. αἱ ὁμοιότητες
2. ἐκ τῶν σπερμάτων, τὸ σπέρμα ἐκ μόνου τοῦ ἄῤῥενος·
3. οὗτος μὲν ὁ πρότερος λόγος. ὁ δ’ ἕτερος· αἱ ὁμοιότητες
4. ἐκ τοῦ καταμηνίου, τὸ καταμήνιον ἐκ μόνου τοῦ
5. θήλεος. εὔδηλον τοίνυν γέγονεν ἤδη, ἐὰν τὸ πρότερον
6. ἀληθὲς ὑπόθηται, ψευδὲς ἀκολουθήσει συμπέρασμα οὐδέν.
7. καὶ μὴν οὐδ’ ἄλλο γ’ ἂν εὕροις τρίτον· ἀλλ’ ἐκ καταμηνίου
8. καὶ σπέρματος ἡ τῶν ζώων ἐστὶ γένεσις, ὡς ἐντεῦθεν
9. μὲν οὐδὲν ἄλλο τρίτον ἡμῖν ζητητέον. ὑπολείπεται δὲ, τῶν
10. ὑπολοίπων λημμάτων οὐκ ἀληθὲς εἶναι τὸ ἕτερον. ἦν δὲ
11. τὸ μὲν ἕτερον αὐτῶν, ἐν ᾧ τὸ καταμήνιον ἐλέγετο μόνης
12. εἶναι τῆς μητρός· τὸ δ’ ἕτερον, ἐν ᾧ τὸ σπέρμα μόνον
13. τοῦ πατρὸς, ὥστ’ ἐκ τούτων πάντως ἕτερόν ἐστι ψεῦδος.
14. ἀλλὰ τὸ τῆς μητρὸς εἶναι μόνης τὸ καταμήνιον ἀληθές
15. ἐστι καὶ κατ’ αὐτοὺς ἐκείνους. ὥστε ψευδῶς λέγεται τὸ
16. μόνου τοῦ πατρὸς εἶναι τὸ σπέρμα. πρόδηλον δὲ, ὡς, εἴτε
17. σπέρμα λέγοιμεν, εἴτε γόνιμον σπέρμα, καθ’ ἑκατέρου λέξιν
18. ὁ λόγος περανθήσεται, πρὸς μὲν οὖν τοὺς μηδ’ ὅλως ἡγουμένους
1. σπερμαίνειν τὸ θῆλυ μόνον ἁπλῶς ὀνομαζόντων
2. ἡμῶν τὸ σπέρμα, πρὸς δὲ τοὺς σπερμαίνειν μὲν λέγοντας,
3. οὐ μὴν γόνιμόν γε τοῦτο, ἅμα λεγόντων ἡμῶν γόνιμον
4. σπέρμα. ταυτὶ μὲν ἱκανὰ τὴν δόξαν ἐλέγχειν αὐτῶν. ἔστι
5. δὲ καὶ χωρὶς ἐλέγχου τὴν ἀπόδειξιν ἐξ εὐθείας ποιεῖσθαι
6. διττῶς συλλογιζομένοις, ὑποθετικῶς τε καὶ κατηγορικῶς.
7. ὑποθετικῶς μέν· εἰ ἑκατέροις τῶν γονέων ὁμοιοῦται τὰ
8. ἔγγονα, κατὰ κοινὴν αἰτίαν ἀμφοτέροις ὑπάρχουσαν ὁμοιοῦται·
9. ἀλλὰ μὴν ἑκατέροις τῶν γονέων ὁμοιοῦται τὰ ἔγγονα·
10. κατὰ κοινὴν αἰτίαν ἄρα ἀμφοτέροις ὑπάρχουσαν ὁμοιοῦται.
11. εἶτ’ αὖθις· εἰ κατὰ κοινὴν αἰτίαν ὁμοιοῦται τὰ ἔγγονα τοῖς
12. γεννήσασιν, ἤτοι γε κατὰ τὴν τοῦ σπέρματος οὐσίαν, ἢ
13. κατὰ τὴν τῶν καταμηνίων ὁμοιοῦται· ἀλλ’ οὐκ ἔστι τῶν
14. καταμηνίων κοινή· κατὰ τὴν τοῦ σπέρματος οὐσίαν ἄρα
15. ὁμοιοῦται. κατηγορικῶς δὲ οὕτω συλλογισόμεθα· ἐπεὶ τὰ
16. ἔγγονα ἀμφοτέροις τῶν γονέων ὁμοιοῦται, κοινὴν ἔχει τὴν
17. ὁμοιοῦσαν αὐτοῖς τοῖς γονεῦσιν ἀρχήν· ἐγγόνοις γὰρ ἡ
1. ὁμοιότης πρὸς τὸ γεννῆσαν κατὰ τὴν ἀρχὴν γίνεται. εἶτ’
2. αὖθις ἐπὶ τῷδε τῷ λόγῳ ἐρωτήσομεν ἕτερον ᾧδε· ἢ διὰ
3. σπέρμα τοῖς ἐγγόνοις ἡ ὁμοιότης πρὸς τὸ γεννῆσάν ἐστι,
4. ἢ διὰ τὸ καταμήνιον· ἀλλ’ οὐ διὰ καταμήνιον· διὰ σπέρμα
5. ἄρα. εἶτα ἐπὶ τούτῳ πάλιν ἕτερον λόγον· εἰ διὰ τὸ σπέρμα
6. τοῖς ἐγγόνοις εἰσὶν αἱ ὁμοιότητες, ἀναγκαῖον καὶ τὸ
7. θῆλυ σπερμαίνειν, ὅτι πολλοὶ παιδίων ὁμοιότατοι τῇ μητρὶ
8. φαίνονται. ταυτὶ μὲν οὖν Ἀθηναίου τε χάριν εἰρήσθω καὶ
9. Ἀριστοτέλους, ἐπεὶ χαίρουσί τε καὶ χρῆσθαι σπουδάζουσιν
10. ἐπιστημονικαῖς ἀποδείξεσιν.