Galenus. De semine (De sem.) [n° 022 Fichtner] [GalLat]

Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).

De semine, 2.2, ed. Kühn, 1822, vol. 4, p. 610-615. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:2.2

11. Αὐτοὶ δ’ αὖθις ἀφ’ ἡμῶν αὐτῶν ἴδωμεν, εἴ τίς
12. ποτέ ἐστιν αἰτία, δι’ ἣν τὸ εἶδος τοῦ ζώου κατὰ τὴν μητέρα
13. γίνεται μᾶλλον, ἡ δ’ ὁμοιότης ἄλλοτ’ ἄλλῳ τῶν
14. γονέων. εἰ γὰρ καὶ ὅτι μάλιστα σπερμαίνει τὸ θῆλυ καὶ
15. γόνιμον σπερμαίνει, ἀλλ’ οὔπω γε πλέον ἢ γονιμώτερον τοῦ
16. ἄῤῥενος. ἐχρῆν οὖν ἀεὶ κρατεῖσθαι μὲν τὸ θηλυκὸν σπέρμα,
17. κρατεῖν δ’ αὐτοῦ τὸ ἄῤῥεν, ὥστε καθ’ ἑαυτὸ καὶ τὴν τοῦ
18. εἴδους ἐργάζεσθαι καὶ τὴν τῆς ὁμοιότητος ἐπικράτησιν.
1. ᾗ δή μοι δοκεῖ πρὸς τὴν τούτου λύσιν τοῦ λόγου, ἑξῆς
2. δίειμι, χρησάμενος πρὸς λύσιν ὑποθέσεων, ὑπ’ Ἀριστοτέλους
3. μὲν ἐν τῷ δευτέρῳ περὶ ζώων μορίων, ὑφ’ ἡμῶν δὲ ἐν τῷ
4. πρώτῳ περὶ χρείας μορίων δεδειγμένων. τοῖς γὰρ τῆς ψυχῆς
5. ἤθεσί τε καὶ δυνάμεσιν ἡ φύσις ἐπιτήδειον παρασκευάζει τὸ
6. σῶμα. τὰ δ’ ἤθη καὶ τὰς δυνάμεις ἔχει συμφύτους ἐκ τῆς
7. κατὰ τὴν οὐσίαν κράσεως, ὅθεν καὶ πρώτη γένεσις αὐτῶν,
8. ὡς καὶ τοῦθ’ ὑπ’ Ἀριστοτέλους ἀποδέδεικται. συμβαίνει
9. τοίνυν ἐκ τούτων ὑποκειμένων περαίνεσθαι, ταῖς ὑποβεβλημέναις
10. οὐσίαις τῇ γενέσει τὰ τῶν ζώων ἀκολουθεῖν
11. εἴδη, καὶ εἶναι τὸ μὲν ζῶον ἵππον, ἢ βοῦν, ἢ ἄνθρωπον,
12. ἢ ὁτιοῦν ἄλλο εἶδος κατὰ τὴν οὐσίαν, ὅθεν ἐγένετο, τὴν
13. φύσιν δὲ αὐτοῦ δύναμίν τινα τῆς οὐσίας ἐκείνης κινητικήν
14. τε καὶ διαπλαστικήν. οὐδὲν δὲ διήνεγκεν εἰς τὰ παρόντα
15. λέγειν ὕλην ἢ οὐσίαν· εὔδηλον γὰρ, ὅτι, τῆς οὐσίας πολλαχῶς
16. λεγομένης, ἕν τι νῦν αὐτῆς σημαινόμενον τὸ κατὰ τὴν
17. ὕλην παραλαμβανόμενον. ἐν δὲ τοῖς ζώοις ἡ μὲν ὑποβεβλημένη
1. πρὸς τὴν γένεσιν αὐτῶν οὐσία τὸ καταμήνιόν ἐστι
2. μόνον, ὡς Ἀριστοτέλης ἔλεγεν· ἡ δὲ ἀρχὴ τῆς κινήσεως ἐκ
3. τοῦ σπέρματος αὐτῇ γίνεται. καὶ μὲν δὴ καὶ ὁ Ἀθήναιος
4. ὡσαύτως Ἀριστοτέλει τὴν μὲν ὕλην τῆς τοῦ ζώου γενέσεως
5. ἐν τῷ καταμηνίῳ τίθεται, τὴν κινοῦσαν δὲ αὐτὸ δύναμιν
6. ἐν τῷ τοῦ ἄῤῥενος σπέρματι. συμβήσεται τοίνυν αὐτοῖς ἐκ
7. τῶνδε τὸ μὲν ἥμισυ τοῦ προβληθέντος αὐτάρκως ἐπιλύεσθαι,
8. τὸ δ’ ὑπόλοιπον ἥμισυ καταλιπεῖν ἄπορον. οἰκεῖον
9. μὲν γάρ ἐστι τῷ καταμηνίῳ τὸ εἶδος τοῦ ζώου· κατὰ γὰρ
10. τὴν ὕλην, ἐξ ἧς γίνεται, τοῦτο ἐδείχθη συνιστάμενον· ἡ
11. μορφὴ δὲ ἑκάστου τῶν εἰδῶν, ὡς καὶ πρόσθεν ἐλέγομεν,
12. ἀεὶ κατὰ τὸ ἄῤῥεν, ὧν τὸ μὲν πρότερον ἀληθὲς μέν πως,
13. οὐ μὴν πάντη, τὸ δεύτερον δέ ἐστι πάντως ψεῦδος. εἰ μὲν
14. γὰρ οἰκεῖον τὸ εἶδος τῇ ὕλῃ τῆς τοῦ ζώου γενέσεως, ἀληθὲς
15. τὸ πρότερον· εἰ δ’ οὐ ξύμπαν, ἀλλά τι καὶ τοῦ τὴν
16. δύναμιν παρέχοντος εἴδους ἐπιμίγνυται, τοῦτο ψεῦδος. ἐδείκνυτο
17. δ’ ἔμπροσθεν οὐ σύμπαντος τοῦ ζώου τὸ εἶδος κατὰ
18. τὴν μητέρα τυπούμενον, ἀλλὰ τὸ πλεῖστον μὲν κατ’ ἐκείνην, 
1. ἔχον δέ τι καὶ παρὰ τοῦ πατρός. ὥστ’ ἔοικεν ἀδύνατον εἶναι
2. λυθῆναι τελέως τὸ ζητούμενον ἐπὶ ταῖς Ἀθηναίου καὶ
3. Ἀριστοτέλους ὑποθέσεσιν ἁπάσαις μενούσαις. ἐπισκεψώμεθα
4. οὖν, ἥντινά ποτε κινητέον ἡμῖν ἐστι. τὴν μὲν δὴ
5. προτέραν ἀκίνητον χρὴ φυλάττεσθαι, δι’ ἐναργῶν ἀποδεδειγμένην
6. ἐν τοῖς περὶ χρείας μορίων ὑφ’ ἡμῶν τε καὶ Ἀριστοτέλους.
7. κινητέον δ’, εἴπερ ἄρα, τὴν τοῦ καταμηνίου καὶ
8. τὴν τοῦ σπέρματος. οὔτε γὰρ τὸ σπέρμα δύναμις μόνον
9. ἐστὶν, ἀλλὰ καὶ ὕλη τις, οὕτε τὸ καταμήνιον μόνον ὕλη,
10. ἀλλὰ καὶ δύναμις. ὅτι μὲν οὖν τὸ σπέρμα καὶ πρὸς τὴν ὑλικὴν
11. ἀρχὴν τοῦ ζώου συμβάλλεται τὰ μέγιστα, κατὰ τὸ πρότερον
12. ἐπιδέδεικται βιβλίον· ὅτι δὲ τὸ καταμήνιον εἰς τὴν δυναμικὴν,
13. ἐν τῷδε δειχθήσεται, τοσοῦτο μόνον ἡμῶν ἀναμιμνησκόντων
14. ἐξ ὧν ἐν τῷ προτέρῳ γράμματι περὶ τῆς τοῦ
15. σπέρματος ἐδείχθη γενέσεως, ὅτι κατειργασμένον ἐστὶν ἀκριβῶς
16. αἷμα πρὸς τῶν περιεχόντων ἀγγείων αὐτό. κατὰ γάρ
17. τοι τοῦτον τὸν λόγον οὐ μόνον ὕλη τοῦ γεννηθησομένου
1. τὸ αἷμα γίνοιτ’ ἂν, ἀλλὰ καὶ σπέρμα δυνάμει. φαίνεται δὲ
2. καὶ Ἀθήναιος ἐπὶ τοῦτον ἀφικνούμενος ἐξ ἀνάγκης τὸν λόγον
3. ὕστερον, ἡνίκα ζητεῖ, πῶς ὁμοιοῦται τῇ μητρὶ τὸ ἔγγονον,
4. ἀληθὲς μέν τι λέγων, οὐ μὴν ἑαυτῷ ὁμολογούμενον,
5. ὡς αὖθις δείξω. νῦν δὲ ἐπὶ τὸ προκείμενον ἰτέον. ὅτι μὲν
6. ἐξ ὕλης τε καὶ δυνάμεως ἕκαστον τῶν ζώων γίνεται, κοινὸν
7. ἡμῖν ὁμολόγημά ἐστιν. ὅτι δὲ καὶ τὸ σπέρμα καὶ τὸ καταμήνιον
8. ἀμφοτέρας ἔχει τὰς ἀρχὰς, οὐ μὴν ὡσαύτως ἰσοσθενεῖς,
9. ἀλλὰ τὸ μὲν σπέρμα τὴν ποιητικὴν ἰσχυροτάτην, ὀλιγίστῳ
10. δὲ ὄγκῳ τὴν ὑλικὴν, τὸ δὲ αἷμα τὴν μὲν ὑλικὴν
11. πλείστην, ἀσθενεστάτην δὲ τὴν δυναμικὴν, ἐκεῖνοι μὲν οὐκ
12. οἶδ’ ὅπως ἠγνόησαν, ἡμᾶς δ’ οὐ χρὴ παρελθεῖν ἀναμνησθέντας
13. ὧν ἀπεδείξαμεν. εἰ μὲν γὰρ τὴν ὑλικὴν ἀρχὴν τοῦ
14. γεννηθησομένου, καθ’ ἣν ἐδείκνυτο τοῦ ζώου τὸ εἶδος ἀποτελούμενον,
15. ἐν τῷ καταμηνίῳ μόνον εἶναι συνέβαινεν, ἀκριβῶς
16. ἂν ὁμοειδῶς ἐγεννᾶτο τῇ μητρὶ τὸ ἔγγονον, ὥσπερ γε
17. καὶ, εἰ τὴν ποιητικὴν μόνον ἐν τῷ σπέρματι, διά παντὸς ἂν
1. ὡμοιοῦτο τῷ πατρί. ἐπεὶ δ’ ἀμφοτέρων μὲν ἑκάτερον
2. αὐτῶν μετείληφεν, ἐπικρατεῖ δὲ ἐν μὲν τῷ καταμηνίῳ
3. τὸ πλῆθος τῆς ὕλης, ἐν δὲ τῷ σπέρματι τῆς δυνάμεως ἢ
4. ῥώμης, δεόντως, οἶμαι, τὸ εἶδος τοῦ ζώου κατὰ τὴν μητέρα
5. μᾶλλον ἐμφαίνει ἢ κατὰ τὸν πατέρα ὁ ἔγγονος, καίτοι εἰς
6. τὴν ὑλικὴν ἀρχὴν αὐτοῦ συντελεῖ τὸ σπέρμα· τὸ δὲ τῆς
7. ὁμοιότητος αὐτῷ οὐ μᾶλλον ἢ κατὰ τὸ ἄῤῥεν, καίτοι γε,
8. ὅσον ἐπὶ τῇ ῥώμῃ τοῦ σπέρματος, ἀεὶ ἐχρῆν ὁμοιοῦσθαι
9. τῷ πατρὶ τὸ ἔγγονον. ἀλλ’ ἡ θήλεια γονὴ συντελοῦσα εἰς
10. εὐρωστίαν προσέλαβε τὴν ἐκ τοῦ καταμηνίου δύναμιν, ἐννέα
11. μησὶν ἐπανιοῦσαν, ὅσον ἠλαττοῦτο κατὰ τὴν πρώτην σύνοδον.
12. οἰκεῖον γὰρ ἦν τῷ τῆς θηλείας σπέρματι τὴν αὑτοῦ
13. μᾶλλον οὐσίαν τε καὶ δύναμιν αὐξάνειν καὶ ῥώννυσθαι, ἤπερ
14. τὴν τοῦ ἄῤῥενος.

Cliquer un n° de page pour en afficher l’image