Galenus. De semine (De sem.) [n° 022 Fichtner] [GalLat]

Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).

De semine, 2.3, ed. Kühn, 1822, vol. 4, p. 615-619. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:2.3

15. Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως διώρισται,
16. καιρὸς ἂν εἴη διασκέψασθαι τὸ προβαλλόμενον ὡς
17. ἄπορον ὑπό τε τῶν οὐχ ἡγουμένων ὅλως σπερμαίνειν τὸ
1. θῆλυ καὶ τῶν οὐ γόνιμον σπερμαίνειν. εἴπερ γὰρ ἐνεχώρει,
2. φασὶ, τὸ θῆλυ μὴ μόνον ὕλης, ἀλλὰ καὶ δυνάμεως ἀρχὴν
3. εἶναι, περιττὸν τὸ ἄῤῥεν. ἔνιοι δὲ καὶ τῶν ὀρνίθων ἐν
4. τῷδε μνημονεύουσι τῶν τὰ ὑπηνέμια καὶ ζεφύρια καλούμενα
5. τικτόντων ὠὰ χωρὶς τῆς πρὸς τὸ ἄῤῥεν μίξεως. ὁ μὲν
6. οὖν Ἐμπεδοκλῆς διεσπᾶσθαί φησι τὰ τοῦ γεννηθησομένου
7. μόρια, καὶ τὰ μὲν ἐν τῷ τοῦ ἄῤῥενος σπέρματι, τὰ δ’ ἐν
8. τῷ τῆς θηλείας περιέχεσθαι, καὶ αὐτῆς γε τῆς ἀφροδισίου
9. συμπλοκῆς ἐντεῦθεν γίνεσθαι τοῖς ζώοις τὴν ἐπιθυμίαν,
10. ὀρεγομένων ἀλλήλοις ἑνωθῆναι τῶν διεσπασμένων μορίων.
11. οὗτος ὁ λόγος ἐστὶν ἄτοπος, ὑποτιθέμενος μὲν πρῶτον
12. ἑκάστῳ τῶν μορίων ὥσπερ ζώῳ σύμφυτον ὄρεξιν ἑνώσεώς
13. τε καὶ μίξεως εἰς τὴν συμπλήρωσιν ὅλου τοῦ μορίου, εἶτα
14. οὐκ αἰσθάνεται μισγάγκειαν ποιῶν ἑκατέρων τῶν σπερμάτων,
15. οὐχ ὁμοιομερὲς ἀπολεῖπον, οἷόν περ καὶ φαίνεται.
16. ἅπαντα γὰρ ἕξει κατ’ αὐτὸν ἐν ἑαυτῷ τὸ σπέρμα, καὶ ἐκ
17. πάντων συγκείσεται τῶν τοῦ ζώου μορίων, ἀρτηρίας δηλονότι
18. καὶ φλεβὸς, καὶ νεύρου, καὶ ὀστοῦ, καὶ συνδέσμου, καὶ
1. σαρκὸς, ἑκάστου τε τῶν ἄλλων, ἀτάκτως κειμένων παρ’ ἄλληλα,
2. καὶ τοῦ τάξοντος δηλονότι καὶ διακοσμήσοντος δεομένων,
3. ἵν’ ἐξ αὐτοῦ γένηται τὸ ζῶον. τί ποτ’ οὖν ἔσται
4. τοῦτο τὸ τὴν τάξιν αὐτοῖς ἐπιθῆσον; οὐ γὰρ δὴ ὥς γέ τινές
5. φασιν, ἡ τῶν ὁμοίων φορὰ πρὸς τὰ ὅμοια. κατὰ μὲν γὰρ
6. τοῦτον τὸν λόγον ἓν μὲν ὀστοῦν ἦν ἂν μέγα κατὰ τὸ
7. κυούμενον, ἁπάντων ἀφικνουμένων ἐς ταὐτὸ τῶν ὀστωδῶν
8. μορίων, εἷς δὲ χόνδρος, ἀρτηρία δὲ μία, καὶ νεῦρον ἓν,
9. ἕκαστόν τε τῶν ἄλλων. ἄλλου τινὸς ἄρα τρίτου δεήσει τοῖς
10. διεσπαρμένοις ἐν ἑκατέρῳ τῶν σπερμάτων μέρεσι, τοῦ
11. τάξοντος αὐτὰ καὶ διακοσμήσοντος· ὡς ἤτοι τρίτον σπέρμα
12. ζητητέον ἡμῖν, ᾧ ταύτην ἀναθήσομεν τὴν δύναμιν, ἢ ἐν
13. τοῖς πρώτοις σπέρμασιν εὐθὺς περιέχεσθαι φατέον. ἔτι δὲ
14. ἀτοπώτερον ὁ λόγος ἔχει τοῦ Ἐμπεδοκλέους οὐ συνιέντος,
15. ἥτις ποτὲ ἡ αὔξησις ἔσται τῷ κυήματι. σμικροτάτων γὰρ
16. ἐξ ἀνάγκης οὐσῶν τῶν πρώτων ἀρτηριῶν καὶ φλεβῶν, ἔτι
17. δ’ ὀστῶν καὶ νεύρων, καὶ χόνδρων, καὶ συνδέσμων, ὑμένων
18. τε καὶ σαρκῶν, ὅμοιον δήπου χρὴ τὸ προσπλασσόμενον 
1. αὐτοῖς ὑπάρχειν, ἵν’ αὐξηθῇ. πόθεν οὖν ἕξομεν τοῦτο;
2. φαίνεται μὲν γὰρ οὐδὲν ἄλλο τοῖς κυουμένοις ἐπιῤῥέον
3. πλὴν τοῦ καταμηνίου· τοῦτο δὲ αἷμα μόνον ἐστὶν, οὐ δήπου
4. συγκείμενον ἐκ νεύρων καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ
5. ὀστῶν, ἁπάντων τε τῶν ἄλλων μορίων. εἰ δ’ ἀλλοιουμένου
6. καὶ μεταβαλλομένου τούτων τῶν μορίων ἕκαστον γίνεσθαι
7. φήσομεν, ἐν τῷ σπέρματι τὸν ταῦτα ἐργασόμενον
8. ὑποθέσθαι χρὴ τεχνίτην, ὃν ἐξ ἀρχῆς ἔχοντες ἀτόπως ὑποτιθέμεθα
9. διεσπασμένα μόρια. πῶς γὰρ δὴ καὶ διέσπασται;
10. πότερον τοῦ μὲν τῆς κεφαλῆς ὀστοῦ τὸ μέρος ἑκάτερόν
11. ἐστιν ἰδίᾳ περιγεγραμμένον ἐν ἑκατέρῳ τῶν σπερμάτων,
12. πάλιν ἑκάστου τῶν σπονδύλων, εἶτ’ αὖθις ἰδίᾳ βραχιόνων
13. τε καὶ πήχεων, ἑκάστου τε τῶν ἄλλων, ἢ συμπάντων
14. γε ὁμοῦ τῶν ὀστῶν ἀδιάπλαστόν τε καὶ συγκεχυμένην
15. ἔχει τὴν οὐσίαν ἑκάτερον τῶν σπερμάτων, εἶτ’ ἐξ
16. αὐτῆς ἄλλος τις τεχνίτης διαπλάττει μὲν τῶν ὀστῶν
17. ἕκαστον, εἶτ’ ἄλλος συντίθησιν, ὥσπερ ἐκ τοῦ πηλοῦ
18. τοὺς πλίνθους διαπλάττει μὲν ὁ πλινθουργὸς, συντίθησι
1. δ’ ἀλλήλοις ὁ οἰκοδόμος; ἀλλά τοι τὰ πάντα ἐστὶν ἀδύνατα
2. καθ’ ἕκαστόν τε τῶν ὀργανικῶν μορίων ἐπισκεπτομένῳ
3. τι καὶ μάλιστα τῶν γεννητικῶν. ἤτοι γὰρ ἐν ἑκατέρῳ τῶν
4. σπερμάτων ἑκατέρων ἐστὶ τὰ μόρια τῶν γυναικείων καὶ
5. ἀῤῥενικῶν ὀργάνων, ἢ τῶν γυναικείων ἐν τῷ τῆς θηλείας,
6. τῶν δ’ ἀῤῥενικῶν ἐν τῷ τοῦ ἄῤῥενος. ὁποτέρως δ’ ἂν ἔχῃ,
7. μιχθέντων αὐτῶν ἄμφω διαπλασθήσεται κατὰ τὸ κυούμενον,
8. ὡς γίνεσθαι πάντα ἡμῶν τὰ ἔγγονα τοιαῦτα τὴν ἰδέαν,
9. οἵους οἱ πλάσται πλάττουσι τοὺς καλουμένους ἑρμαφροδίτους,
10. ἀμφότερα ἔχοντας τέλεα τὰ γεννητικὰ μόρια, καὶ
11. τὰ τῶν ἀῤῥένων καὶ τὰ τῶν θηλειῶν. εἰ δ’ ἀπόλλυται
12. θάτερα, καὶ σκέλος ἀπόλλυσθαι, καὶ χεῖρα, καὶ ἄλλο τι
13. μέρος ἀναγκαῖον ἔσται. πολυειδῶς οὖν ἄτοπος ἡ Ἐμπεδοκλέους
14. δόξα, καὶ μένειν ἔτι φαίνεται τὸ ἐξ ἀρχῆς πρόβλημα
15. ἄπορον, διὰ τί, εἴπερ ὑπάρχει καὶ τῷ θήλει ζώῳ
16. σπέρμα, τὸ ἄῤῥεν ἐγένετο· διὰ τί οὐ γεννᾷ τὸ θῆλυ μόνον
17. αὐτὸ καθ’ ἑαυτό.

Cliquer un n° de page pour en afficher l’image