1. Πρὸς ἡμῶν ἤδη λέλεκται δυνάμει τὸ ζήτημα
2. διὰ τοῦ προτέρου γράμματος, εἰρήσεται δὲ οὐδὲν
3. ἧττον καὶ νῦν. οὔτε δὲ Ἀθήναιος, οὔτε Ἀριστοτέλης, οὔτ’
4. ἄλλος ἰατρὸς ἢ φιλόσοφος εὐπόρησε τῆς λύσεως αὐτοῦ·
5. παραπλήσιον δ’ ἔπαθον οἱ πλεῖστοι τοῖς τὴν κίνησιν οὐδ’
6. ὅλως εἶναι φήσασιν, ὅτι μὴ γιγνώσκουσιν, ὅπως γίνεται.
7. καὶ χρὴ κατά γε τοῦτο τὸν Ἐμπεδοκλέα μᾶλλον ἐπαινεῖν
8. Ἀθηναίου καὶ Ἀριστοτέλους, ὅτι φυλάξας τὸ φαινόμενον
9. ἐζήτει τὴν αἰτίαν. εἰ γὰρ, ἐν οἷς ἀποροῦμεν αἰτίας εὐλόγου,
10. τὸ πρᾶγμα ἀναιρήσομεν, ὥρα λέγειν ἡμῖν, ὅτι μήθ’ ὁρῶμεν
11. ὅλως, μήτ’ ἀκούομεν, ἀλλὰ μήτ’ αἰσθανόμεθα, μήτ’
12. ἀναμιμνησκόμεθα, μήτ’ ὀνείρους ὁρῶμεν, ὡς ἄπορός γε
13. καθ’ ἕκαστον αὐτῶν ἡ αἰτία τῆς γενέσεως. ὅτι μὲν οὖν
14. ἔχει τὸ θῆλυ ζῶον σπέρμα, ταῖς αἰσθήσεσι πιστευτέον, ὡς
15. ἔμπροσθεν ἐλέγομεν, οὐκ ἀνατρεπτέον δὲ τῷ λόγῳ τὴν
16. ὕπαρξιν τῶν ἐναργῶν. ἥτις δ’ ἐστὶν ἡ αἰτία, δι’ ἣν, σπερμαίνοντος
1. καὶ τούτου, ὅμως ἄῤῥεν ἐγένετο τὸ ζῶον, ἐπισκεπτέον,
2. ἢ διὰ τί γενομένου τοῦ ἄῤῥενος ἐφυλάχθη καὶ τῷ
3. θήλει τὸ σπέρμα. βέλτιον γὰρ ἦν ἔχειν αὐτὸ περίττωμα
4. συντελοῦν εἰς τὴν τοῦ κυουμένου γένεσιν. οἱ δὲ περὶ τὸν
5. Ἀθήναιον ἔμπαλιν ἐχρήσαντο τῷ λόγῳ· διὰ τοῦτο γὰρ οὐκ
6. εἶναί φασι τῷ θήλει περίττωμα σπερματικὸν, ὅτι τὸ αἱματικὸν
7. ἔχει· δύο δ’ οὐκ ἦν αὐτῷ περιττώματα γενέσθαι.
8. προστιθέασι δ’ ἐνίοτε τῷ λόγῳ καὶ ὡς οὐχ οἷόν τέ ἐστιν
9. ἓν ζῶον ἀμφοτέρας ἔχειν ἐν ἑαυτῷ τὰς ἀρχὰς τοῦ γεννηθησομένου,
10. τήν τε ὕλην καὶ τὴν δύναμιν. ἀλλὰ τοῦτο
11. μὲν οὐκ οἶδ’ ὅπως οἱ πλανώμενοι πάλιν αὐτοὶ κατὰ τὰ
12. φυτὰ μὴ διακεκρίσθαι φασὶ τὰς ἀρχὰς τῆς γενέσεως, ἀλλ’
13. ἀμφοτέρας ἐν αὐτοῖς εἶναι, καὶ τὰς ὡς ὕλης καὶ τὰς ὡς
14. δυνάμεως. Ἀριστοτέλης δ’ ἔτι καὶ μᾶλλον ἐπί τινων ζώων
15. ὦφθαί φησιν ἅπαντα τὰ κυϊσκόμενα, καὶ μηδὲν ἀποκεκριμένον
16. ὑπάρχειν ἐν αὐτοῖς, ἀλλ’ ἡνῶσθαι. καὶ τούτου μὲν
17. ἕνεκεν οὐκ ἀναμένουσι τὸν ἔξωθεν κατήγορον, ἀλλ’ αὐτοὶ
1. καταβάλλουσιν ἑαυτοὺς ὑπὸ τῆς Ἀδραστείας νικώμενοι.
2. λέγομεν δ’ ἡμεῖς αὐτὸ, ἐν ᾧπερ ἀποροῦσιν, ἐν τῷ πρὸ
3. τούτου γράμματι λελύσθαι φθάνειν. πρῶτον μὲν γὰρ οὐδ’
4. ἂν ὀρεχθείη συνουσίας τὸ θῆλυ χωρὶς τοῦ σχεῖν ὄρχεις τε
5. καὶ σπέρμα, καὶ τοῦτο οὐκ ἐκ λόγων γε πιθανῶν, οἷς ἐκεῖνοι
6. χρῶνται, τοῖς ἐπιστημονικοῖς δὲ καὶ ἀποδεικτικοῖς φάσκοντες
7. εἶναι πιστούμεθα. μόνον δ’ ἀρκούμεθα διηγήσασθαι
8. τὰς κατὰ τῶν ὄρχεων ἐκτομὰς, ἃς ἐν πολλοῖς ἔθνεσιν
9. ἐπὶ τῶν θηλειῶν ὑῶν ποιοῦνται. φαίνονται γὰρ αὗται
10. μηκέτι τοῖς κάπροις ἑαυτὰς ὑποβάλλουσαι, καθάπερ ἔμπροσθεν,
11. ἀλλ’ ἐπιλανθανόμεναι πάσης ἀφροδισίου συμπλοκῆς.
12. ἑξῆς δ’ ἄν σοι δηλώσαιμι χρείαν ἑτέραν οὐ σμικρὰν τοῦ τῆς
13. θηλείας σπέρματος, εἰ βουληθείης ἀνατεμὼν θεάσασθαι
14. τὸν ἀλλαντοειδῆ καλούμενον ὑμένα τῶν σπερματικῶν ἀγγείων
15. ἐξημμένον, ὃν ἐκ τοῦ τῆς θηλείας σπέρματος ἐλέγομεν γεννᾶσθαι.
16. θεάσῃ δ’ εὐθέως ἐν ταῖς ἀνατομαῖς, ὡς οὐδὲ δυνατὸν
17. ἦν ἅπαντα τῆς μήτρας ὑπαλεῖψαι τὰ μόρια τῷ τοῦ
18. ἄῤῥενος σπέρματι. κατ’ εὐθὺ γὰρ ἐξακοντιζόμενον φέρεται
1. διὰ τοῦ τῶν ὑστερῶν αὐχένος ἐπὶ τὸν πυθμένα, καὶ ὅσα
2. τούτου πλησίον, ἐπιστραφῆναι δὲ εἰς τὰ πλάγια μέχρι τῶν
3. κεραιῶν αὐτῷ ἀδύνατον. καὶ ταύτην οὖν οὐ μικρὰν χρείαν
4. παρέχει τῷ κυηθησομένῳ τὸ τῆς θηλείας σπέρμα, καὶ
5. ὥσπερ τις οἰκεία τροφὴ γίνεται τῷ τοῦ ἄῤῥενος ὑγρότερόν τε
6. καὶ ψυχρότερον ὑπάρχον, παχυτέρῳ γε ὄντι καὶ θερμοτέρῳ.
7. μὴ τοίνυν ἀδύνατον εἶναι λέγωμεν, ἀμφότερα ἀθροίζειν
8. περιττώματα τὸ θῆλυ. φαίνεται γὰρ ἀθροίζειν αὐτὰ, καὶ
9. δυνατὸν εἶναι φάσκειν τὸ φαινόμενον ἐναργῶς ὑπάρχον. οὐ
10. γὰρ τοῦτο ἀδύνατον, ὅ γε ὑπάρχει σαφῶς, ἀλλ’ ὁ διαβάλλων
11. αὐτὸ λόγος ἀπίθανος, ἐναντιούμενος τοῖς ἐναργέσι. μήτε
12. οὖν μάτην γεγονέναι τὸ τῆς θηλείας λέγωμεν σπέρμα. βέλτιον
13. γὰρ ἦν αὐτοῖς ὀλίγον τι παραθραύσασι τοῦ λόγου φάσκειν
14. ἀδύνατον εἶναι τὸ θῆλυ, τό θ’ αἱματικὸν ἴσχειν περίττωμα,
15. καὶ τὸ σπέρμα γόνιμον, εἴ γε διὰ μὲν τὸ τῆς
16. κράσεως ψυχρὸν ἀθροίζουσιν αἷμα περιττὸν, ἰσχυρᾶς δὲ δεῖ
17. θερμότητος εἰς γένεσιν ἀκριβῶς κατειργασμένου τοῦ σπέρματος.
1. ὑγρότερον μὲν οὖν τὸ θῆλυ καὶ ψυχρότερον, θερμότερον
2. δὲ καὶ ξηρότερον τὸ ἄῤῥεν. εὐλόγως ἄρα τὸ μὲν
3. ἐνδεῖ τι πρὸς τὴν τοῦ σπέρματος ἀκριβῆ κατεργασίαν, τὸ
4. δ’ οὐκ ἐγχωρεῖ περίττωμα σχεῖν αἱματικὸν ὑπὸ θερμότητός
5. τε καὶ ξηρότητος ἅπαν ἐξικμαζούσης. διὰ τοῦτο καὶ ὅσα
6. ἐστὶ τῶν ζώων ξηρότερα ταῖς κράσεσιν, ὥσπερ ὄρνιθές τε
7. πολλαὶ καὶ τῶν ἰχθύων οὐκ ὀλίγοι, τὰ ὠὰ πέφυκε γεννᾷν
8. ἄνευ τῆς πρὸς τὸ ἄῤῥεν ὁμιλίας. ἐνδεῖ ΄γοῦν ὅμως καὶ
9. τούτοις τι πρὸς τὸ τέλειον, εἰ μὴ μεταλάβοι τῆς ἐξ ἐκείνου
10. θερμότητος. οὐ μὴν ἀδύνατόν γε ἐπινοῆσαι τοιαύτην
11. κρᾶσιν ζώου σώματος, ὡς γεννῆσαι ἀτέλεον ζῶον ἄνευ τῆς
12. πρὸς ἕτερον ὁμιλίας· ζῶον μέντοι γε τέλεον ἐν αὑτῷ κυῆσαι
13. χαλεπὸν ὄντως ἐστὶ καὶ ἴσως ἀδύνατον. ἐν πολλῷ γὰρ
14. χρόνῳ δεῖ τρέφεσθαι τὸ τοιοῦτο κύημα· τοῦτο δ’ οὐκ ἐγχωρεῖ
15. γενέσθαι χωρὶς τοῦ περιττωματικὸν εἶναι τὸ θῆλυ.
16. περιττωματικὸν δ’ οὐκ ἂν εἴη χωρὶς τοῦ ψυχρότερόν τε
17. καὶ ὑγρότερον ἱκανῶς ὑπάρχειν τῇ κράσει. τοιοῦτο
18. δ’ ὂν, οὔτ’ ἀξιόλογον τῷ πλήθει τὸ σπέρμα γεννᾷν, οὔτε
1. γλίσχρον, οὔτε θερμὸν, οὔτε παχὺ δυνατόν ἐστιν, ὥστ’
2. οὐδὲ γόνιμον. ἔδειξε γὰρ ὁ πρόσθεν λόγος, ὡς τοιοῦτο
3. εἶναι χρὴ τὸ γόνιμον, ὡς εὐθὺς ἅμα τῷ καταβληθῆναι τὸ
4. μὲν ὑμενοῦσθαι τῆς οὐσίας αὐτοῦ, τὸ δὲ εἰς ἀγγεῖον ἀποτείνεσθαι,
5. τὸ δὲ πλάττειν προσήκει. δέδεικται τοίνυν ἀναγκαία
6. τοῦ θήλεος ἡ ὑγρότης τε καὶ ἡ ψυχρότης, ἐν οἷς
7. ζώοις ἡ φύσις ὅμοιον τῷ κυοῦντι τὸ κατὰ τὰς μήτρας διαπλάττει
8. ζῶον. ὅπερ γὰρ τοῖς φυτοῖς γῆ, τοῦτο τοιούτοις ἡ
9. μήτηρ ἐστὶ, τροφὴν ἐπαρδεύουσα, μέχρι περ ἂν ὅλον ἐπεργασθῇ
10. τέλεον τὸ ζῶον. αἰτία δὲ τούτων ἡ τῆς τροφῆς ἐστι
11. διαφορά. τοῖς μὲν γὰρ φυτοῖς ὁ ἐκ τῆς γῆς χυμὸς ἡ τροφὴ,
12. τοῖς ζώοις δὲ καρποὶ, πόαι, καὶ γάλα, καὶ ζώων ἑτέρων
13. σάρκες, ὥσπερ καὶ τῷ σπέρματι τῷ μὲν τῶν φυτῶν ὁ ἐκ
14. τῆς γῆς χυμὸς αὐτάρκης, τῷ δὲ τῶν ζώων, ἐπειδὴ μήτε
15. ἐσθίειν ἤδη, μήτε πίνειν ἐστὶ τὸ κύημα δυνατὸν, ἡ τῆς μητρὸς
16. ἐν ταῖς φλεψὶν ὕλη τροφὴ σύμφυτος. ἐχρῆν οὖν αὐτὸ συναφθῆναι
17. τῇ μητρὶ, καθάπερ τὸ τοῦ φυτοῦ σπέρμα τῇ γῇ.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 2.4, ed. Kühn, 1822, vol. 4, p. 620-625. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩