1. Ἀπορία δ’ οὐ μικρὰ διαδέχεται αὐτὸν τὸν
2. λόγον ὑπὲρ τῆς κατὰ τὰ μόρια τῶν ἐκγόνων πρὸς τοὺς γεννήσαντας
3. ὁμοιότητος. εἰ γὰρ δὴ κατὰ τὸ κρατοῦν σπέρμα
4. συμβαίνει γίνεσθαι τὴν ὁμοιότητα, πάντα ὅμοια τὰ μόρια
5. γενήσεται θατέρῳ τῶν γονέων, οὗπερ ἂν ἐπικρατήσῃ τὸ
6. σπέρμα. οὐ μὴν φαίνεταί γε συμβαῖνον οὕτω. καὶ μὴν εἴπερ
7. ἐγχωρεῖ τινα μὲν τῶν μορίων ὑπὸ τῆς τοῦ ἄῤῥενος ἐπικρατηθῆναι
8. κινήσεως, ἔνια δ’ ὑπὸ τῆς τοῦ θήλεος, οὐκέτι
9. ὁμοιομερὲς εἶναι δόξει τὸ σπέρμα, καίτοι γε δοκεῖ παντὸς
10. μᾶλλον εἶναι τοιοῦτο. καὶ ἦν ἡμῖν ὁμολόγημα κοινὸν τοῦτο
11. πρὸς Ἀριστοτέλη καὶ Ἀθήναιον, ἐκ τῆς τοῦ αἵματος πέψεως
12. τὴν γένεσιν αὐτῷ τιθεμένους, οὐκ ἐκ τῆς ἁπάντων τῶν τοῦ
13. ζώου μορίων ἀποτήξεως, εἰ μή τι, κᾂν ὁμοιομερὲς ὑπάρχῃ
14. καὶ μιγνύηται κατὰ τὴν γαστέρα τὸ θῆλυ σπέρμα τῷ ἄῤῥενι,
15. δυνατόν ἐστι κατὰ τὰς τῶν ἐμβρύων διαπλάσεις ἐπικρατεῖν
16. ἀλλήλων αὐτὰ κατὰ διαφέροντα μόρια, ὅπου γε καὶ τῶν
17. ὑμένων τῶν περὶ τὸ ἔμβρυον ὁ πρόσθεν λόγος ἐδείκνυεν
1. ἐκ τοῦ τῆς θηλείας μόνης σπέρματος γίνεσθαι τὸν ἀλλαντοειδῆ
2. χιτῶνα. ἐγχωρεῖ δὲ, κᾂν ὁμοιομερὲς ᾖ τὸ σπέρμα
3. τοιοῦτο, οἷον ἐξ ἅπαντος ἑαυτοῦ μορίου δημιουργεῖν ἅπαντα
4. τοῦ ζώου μέρη. ταύτῃ γοῦν οὕτω διαφέρει· τὸ μὲν πρῶτον
5. ἐκπεσὸν, ἤτοι παχύτερόν ἐστι, τὸ δ’ ἐπ’ αὐτῷ κατὰ τὸν
6. δεύτερον ἢ τρίτον ἐξακοντισμὸν, ἤτοι λεπτότερον, ἢ ψυχρότερον,
7. ἢ ἀσθενέστερον, ἢ τῆς τοῦ συμφύτου πνεύματος
8. οὐσίας ἐλάττονος μετέχον, ὥσπερ γε τὰ ἐναντία τὸ μὲν
9. πρῶτον ἀτονώτερον, ἢ ψυχρὸν, ἢ πνευματῶδες ὑπάρχειν,
10. ἐναντίον δ’ αὐτῷ τὸ κατὰ τὴν δευτέραν, ἢ τρίτην, ἢ τετάρτην
11. ἔκπτωσιν, εἷθ’ οὕτως ἐν τῆ μίξει κρατεῖ, ἐν ἄλλοις
12. μὲν τισι μορίοις τὸ τοῦ ἄῤῥενος, ἐν ἄλλοις δὲ τὸ τῆς θηλείας.
13. ὅπου δ’ ἂν κρατήσῃ, τὸ μέρος ἐκεῖνο συνεξομοιοῦται
14. τῷ κρατοῦντι. συνυπάρχει γὰρ ἐν ἅπαντι μορίῳ τῆς
15. ὕλης ὁ δημιουργὸς, οὐκ ἀποκέκριται δὲ χωρὶς ἰδίᾳ μὲν τὸ
16. κινοῦν, ἰδίᾳ δὲ τὸ κινούμενον, ἀλλ’ ἑαυτὸ κινεῖ καὶ ῥυθμίζει
17. τὸ σπέρμα, καὶ δὴ καὶ αὐξάνει, καθάπερ ἔμπροσθεν
1. ἐλέγετο, τὴν τροφὴν ἕλκον ἐκ τῆς κυούσης. οὐδὲν οὖν
2. θαυμαστὸν ἑκατέρων τῶν γονέων ὁμοιοῦσθαι τὰ ἔγγονα
3. κατὰ διαφέροντα μέρη. ἆρ’ οὖν οὕτω καὶ περὶ τῶν γεννητικῶν
4. μορίων καὶ ταύτην τις αἰτίαν θήσεται τοῦ τὸ μὲν
5. ἄῤῥεν αὐτῶν γίνεσθαι, τὸ δὲ θῆλυ, καὶ τοῦ τῷ παντὶ
6. σώματι διαφέρειν τὸ ἄῤῥεν τοῦ θήλεος, οὐκ ἐν ἀνθρώποις
7. μόνον, ἀλλὰ καὶ κατὰ σύμπαντα τῶν ζώων γένη; καί τις
8. ἐξ ἀπόπτου θεασάμενος ταῦρον εὐθὺς γνωρίζει τὸ ἄῤῥεν
9. ἄνευ τοῦ κατασκέψασθαι τὰ γεννητικὰ μόρια, καὶ λέοντά γε
10. ὁμοίως ἐστὶ γνωρίζειν τε καὶ διακρίνειν λεαίνης, ἀλεκτρυόνα
11. τῆς ἀλεκτορίδος, αἰγός τε θηλείας τράγον, καὶ προβάτου
12. κριόν. οὕτω δὲ καὶ ἄνδρα διακρίνομεν γυναικὸς οὐκ ἀποδύσαντες
13. πρότερον, ἵν’ ἐπισκεψώμεθα τὴν διαφορὰν τῶν μορίων,
14. ἀλλ’ ἠμφιεσμένους θεασάμενοι. τό τε γὰρ ὅλον σῶμα
15. διαλλάττουσι, καὶ τῶν ὑστέρων ὀνομαζομένων μορίων τὰ
16. μὲν οὐδ’ ὅλως ἐστὶ τοῖς θήλεσι, τὰ δὲ οὐ τοιαῦτα. γένεια
17. γοῦν καὶ λόφοι, καὶ πλῆκτρα, καὶ χαυλιόδοντες ἀῤῥένων
1. ζώων μόρια. τοῖς δὲ ἐλάφοις καὶ τὰ κέρατα πολλὰ, καὶ
2. κατὰ ταῦτα τῶν ἀῤῥένων τὰ θήλεα ἀπολείπεται. διαλλάττει
3. δὲ καὶ τῷ τὰ μὲν εἶναι ψιλότερα, τὰ δὲ λασιώτερα, καὶ
4. τὰ μὲν μαλακότριχα καὶ πλατυΐσχια, τὰ δὲ εὐρύστερνα, καὶ
5. ἄλλαις πολλαῖς διαφοραῖς, ὥστ’ οὐκ ἂν ἄπο τρόπου δόξειεν
6. ὁ φυσικὸς Στρατόνικος ὑπειληφέναι, τὸ μὲν ἄῤῥεν γίνεσθαι
7. ζῶον ἐπικρατείᾳ γονῆς ἄῤῥενος, τὸ δὲ θῆλυ θηλείας.
8. οὕτω μέν γε καὶ φλεψὶ καὶ ἀρτηρίαις οἴεται διαφέρειν αὐτὰ,
9. καθάπερ γε τοῖς γεννητικοῖς μορίοις, ἀπείρως ἔχων ἀνατομῆς
10. ἀκριβοῦς· οὐ γὰρ ὁ ἀριθμὸς μόνον, ἀλλὰ καὶ ἡ διάπλασις
11. ἡ αὐτὴ καὶ ἡ θέσις ἁπάσαις ταῖς ἀρτηρίαις ἐστὶ καὶ
12. ταῖς φλεψὶ καθ’ ὅλον τὸ σῶμα τῶν ἀῤῥένων τε καὶ θηλέων
13. ζώων. ἀλλὰ ταύτῃ μὲν ἥμαρτε πάμπολυ· τὸ δ’ οἰηθῆναι,
14. τὸ μὲν ἄῤῥεν ζῶον, ὅταν ἐπικρατήσῃ τὸ τοῦ ἄῤῥενος σπέρμα,
15. τὸ δὲ θῆλυ κατὰ τὴν τῆς θηλείας ἐπικράτησιν γίνεσθαι,
16. πιθανὸν ἱκανῶς ἐστι. μάχεται δὲ αὐτῷ τὸ καὶ τὰ θήλεα
17. πολλάκις ὁμοιότατα γίνεσθαι τῷ πατρὶ καὶ τῶν ἀῤῥένων
1. οὐκ ὀλίγα τῇ μητρί. βέλτιον οὖν ἴσως ἐστὶν οὐχ ἁπλῶς
2. ἐπικρατείᾳ τῶν σπερμάτων γίνεσθαι φάναι τὸ θῆλυ καὶ
3. ἄῤῥεν, ἀλλὰ κατὰ τὰ διαφέροντα μόρια. μάχεται δὲ, ὡς
4. εἴρηται, καὶ τοῦτο, τὸ μὴ μόνον τὰ γεννητικὰ μόρια διαλλάττειν
5. αὐτοῖς, ἀλλὰ καὶ τὸ σύμπαν σῶμα. δεήσει γὰρ,
6. οἶμαι, ζητῆσαι τὴν αἰτίαν, ἥτις ποτ’ ἐστὶ, δι’ ἣν ἄῤῥεν μὲν
7. ἐνίοτε τὸ παιδίον γίνεται, ὁμοιότατον δὲ τῇ μητρί. κατὰ
8. μὲν οὖν τὸν ἔμπροσθεν λόγον ὁμοιότητες φαίνονται διτταὶ
9. τοῖς ἐγγόνοις πρὸς τὰ γεινάμενα. πρώτη μὲν ἡ κατὰ τὸ τῆς
10. ὅλης οὐσίας εἶδος, ὅταν ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππος
11. ἐξ ἵππου γένηται, καὶ ταύτης τὸ πλέον ἡ μήτηρ φαίνεται
12. παρέχειν. ἑτέρα δ’ ἡ κατὰ ταῦτα τοῖς εἴδεσι διαφορὰ, ἀνθρώπου
13. πρὸς ἄνθρωπον, καὶ ἵππου πρὸς ἵππον, ἐν αἷς
14. τὸ ἐπικρατῆσαν τῶν σπερμάτων ἐδείκνυτο πλέον. ἄλλη δ’
15. εὕρηται νῦν ὁμοιότης τρίτη παρὰ τὰς πρόσθεν, ἢ ὡς
16. ἄῤῥενος πρὸς ἄῤῥεν, ἢ θήλεος πρὸς θῆλυ, περὶ ἧς πρόκειται
17. σκοπεῖν, ὅπως γίνεται. οὔτε γὰρ, ὅταν ἐν τοῖς
1. γεννητικοῖς μορίοις ἐπικράτησις γίνηται, διὰ τὸ καὶ παντὶ
2. τῷ σώματι διαφέρειν ἄῤῥεν θήλεος, οὔτ’ ὅταν πάντη
3. κρατήσῃ τὸ ἕτερον σπέρμα, πολλὰ γὰρ καὶ τῶν ἀῤῥένων
4. ὁμοιοῦται τῇ μητρὶ, καὶ τῶν θηλειῶν τῷ πατρί. τίς
5. οὖν ἄλλη παρὰ ταύτας ἐστίν; ἐμοὶ μὲν δοκεῖ μία μόνη
6. λείπεσθαι τῇ κράσει τῶν δραστικῶν ποιοτήτων ἑπομένη,
7. καλεῖν δ’ οὕτως εἴωθα θερμότητα καὶ ψυχρότητα. σκεπτέον
8. οὖν, εἰ κατὰ τὴν τούτων ὑπάλλαξιν ἄῤῥεν καὶ θῆλυ
9. γίγνεσθαι δύναται. φαίνεται δὲ καὶ αὐτῶν τῶν κυουμένων
10. ἔτι τὸ ἄῤῥεν τοῦ θήλεος οὐ μόνον θερμότερον, ἀλλὰ
11. καὶ ξηρότερον εὐθέως ἐξ ἀρχῆς ὑπάρχον. οἷον αὐτίκα
12. τὸ μὲν ἄῤῥεν ἅπαντες, οἷς τούτων ἐμέλησεν, οὐχ Ἱπποκράτης
13. μόνον, ἐλάττονι χρόνῳ διαπλάττεσθαι καὶ μορφοῦσθαί
14. φασι, τὸ δὲ θῆλυ πλέονι. φαίνεται γὰρ οὕτως ἔν τε ταῖς
15. ἐκτρώσεσι καὶ ταῖς τῶν κυούντων ζώων ἀνατομαῖς. πότερον
16. οὖν αὐτῶν ἡγητέον ὑγρότερόν τε εἶναι καὶ ψυχρότερον; ἆρά
17. γε τὸ ταχέως μὲν ἑκάστου τῶν μορίων ἐμφαῖνον τὴν ἰδέαν,
1. ἰδίᾳ μὲν ὀστοῦ, ἰδίᾳ δὲ νεύρου, ἰδίᾳ δὲ ἀρτηρίας καὶ
2. φλεβὸς, ἑκάστου τε τῶν ἄλλων; ἢ τὸ μέχρι πλείστου γονοειδές
3. τε καὶ αἱματῶδες φαινόμενον; ἢ τοῦτό γε πρόδηλον,
4. ὡς τῷ θερμῷ καὶ ξηρῷ θᾶττον μὲν ὀστοῦν πήγνυται,
5. θᾶττον δ’ ἀποτείνεται τὰ νεῦρα, θᾶττον δὲ αἱ φλέβες καὶ
6. ἀρτηρίαι συριγγοῦνται, καὶ τὰ ἄλλα πάντα διαπλάττεται
7. μόρια; καθάπερ γὰρ ὁ μὲν ὑγρὸς πηλὸς οὐκ ἐπιδέχεται
8. τύπον οὐδὲ διάπλασιν οὐδεμίαν, ὁ δὲ μετρίως σκληρὸς ἐπιδέχεται,
9. οὕτω καὶ τὸ πρῶτον κύημα. παραπλήσιον οὖν
10. ἐστιν ἄρτι πηγνυμένῳ γάλακτι, καὶ ὥσπερ τοῦτο διαπλάττειν
11. οὐδεὶς ἐπιχειρεῖ τῶν τυροποιῶν, πρὶν μετρίως παγῆναι,
12. κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ ἡ φύσις τὸ ζῶον. οὐδὲ γὰρ εἰ
13. ἐπιχειροῦσι πλέον ἂν αὐτῷ τι γένοιτο, μηδέπω τῇς ὕλης
14. ἕδραν ἐχούσης, ἀλλὰ ἀστηρίκτου τε καὶ τρομώδους διαῤῥεούσης.
15. οὐδὲ γὰρ ὁ πλάστης ἐπιχειρεῖ πηλὸν ἢ κηρὸν
16. ὑγρὸν διαπλάττειν, πρὶν μετρίαν λαβεῖν πῆξιν. ξηρότερον
17. μὲν δὴ διὰ ταῦτα τὸ θᾶττον μορφούμενον. εὐρείας δὲ ἀρτηρίας
1. καὶ φλέβας καὶ θώρακα, καὶ ἁπλῶς εἰπεῖν ἁπάσας
2. τῶν μορίων τὰς κοιλότητας ἴσχει τὸ διαφυσώμενον, ἐπεὶ
3. μᾶλλον ἐργάζεσθαί τι τοῦτο πέφυκε πολὺ πνεῦμα θερμόν.
4. ταῦτά τοι καὶ ἀρτηρίας μείζονάς τε καὶ ἰσχυρότερον ἔχει
5. σφυζούσας, καὶ ὅλον τὸ σῶμα σύντονόν τε καὶ ἕτοιμον εἰς
6. τὰς κινήσεις. τὰ τοιαῦτα οὐκ ἀποκυηθέντων μόνον, ἀλλὰ
7. καὶ κυομένων ἔτι θερμοῦ κρατοῦντος τὰ ἅπαντά ἐστι γνωρίσματα.
8. διὰ ταῦτα κᾀν δεξιᾷ μήτρᾳ φαίνεται κυούμενα
9. τὰ ἄῤῥενα, καὶ σπανίως ὤφθη ποτὲ θῆλυ κατὰ ταύτην τὴν
10. μήτραν, ὥσπερ γε καὶ κατὰ τὴν ἀριστερὰν ἄῤῥεν. οὕτω δὲ
11. καὶ τῶν ὄρχεων εὐτραφέστερος μὲν ὁ δεξιὸς ὑπάρχει, καὶ
12. πρῶτος μὲν ἐν τῷ τραγᾷν διαφυσηθεὶς ἀῤῥενογόνους ποιεῖ,
13. ἀτροφώτερος δὲ καὶ ὕστερον ἀρξάμενος ἐξαίρεσθαι θηλυγόνους.
14. εἴρηται δ’ ὑπὲρ τούτων ἐπὶ πλέον ἐν τῷ πέμπτῳ τῆς
15. Ἱπποκράτους ἀνατομῆς· ἐκείνου γάρ ἐστιν εὑρήματα. νῦν
16. δ’ ἀρκεῖ τό γε τοσοῦτο ἐξ αὐτῶν λαβεῖν, ὡς, εἴπερ ἐστὶ τὰ
17. δεξιὰ μόρια θερμότερα τῶν ἀριστερῶν, ὥσπερ ἐστὶν, εἴη ἂν
1. τοῦτο γνώρισμα τοῦ θερμότερον εἶναι τὸ ἄῤῥεν τῆς θηλείας.
2. ἐδείχθη δὲ καὶ ξηρότερον, θερμότερον γάρ ἐστι καὶ
3. ξηρότερον. ἀλλ’ ὅτι μέν ἐστι τοιοῦτο, πάντες ὁμολογοῦσιν,
4. ὅσοι τι περὶ κράσεων ἐπραγματεύσαντο, καὶ ὡς ἕπεταί γε
5. τῇ τοιαύτῃ κράσει ῥώμη τῶν ἐνεργειῶν, ὡμολόγηται καὶ
6. τοῦτο. διότι δὲ τὸ μὲν τοιοῦτο τῇ κράσει κύημα τοὺς ὄρχεις
7. ἐκτὸς ἔχει κρεμαμένους, καὶ κατ’ αὐτῶν τὸ αἰδοῖον
8. πρόμηκες, καὶ μήτραν οὐδαμόθεν, τὸ δ’ ὑγρότερόν τε ἅμα
9. καὶ ψυχρότερον ἔνδον μὲν τοὺς ὄρχεις καὶ τὰς μήτρας, ἔνδον
10. δὲ καὶ αὐτὸ σύμπαν τὸ αἰδοῖον, ἐν τῷ παρόντι λόγῳ
11. προὔκειτο σκοπεῖσθαι. δοκεῖ δέ μοί τι τῶν ἐξ ἀνατομῆς
12. φαινομένων ὁρμητήριον ἡμῖν γενέσθαι τῆς τῶν ζητουμένων
13. εὑρέσεως. ἔστι δὲ τοῦτο τῶν γεννητικῶν μορίων ἀναλογία
14. κατά τε τὸ ἄῤῥεν ζῶον καὶ κατὰ τὸ θῆλυ. διφυῆ γὰρ
15. ὑπάρχουσαν τὴν μήτραν τῶν γυναικῶν εἴ τις ἐπινοήσειε
16. δύο ταῦτα πάσχουσαν, ἅμα τε προπίπτουσαν ἔξω τοῦ
17. περιτοναίου καὶ οὕτως ἐκτρεπομένην, καὶ ὅσα μέν
1. ἐστιν ἔξωθεν αὐτῆς, νῦν ἔνδοθεν γενέσθαι, τὰ δ’ ἔνδον
2. ὑπάρχοντα νῦν ἔξωθεν φαίνεσθαι, γεννήσειεν ἂν οὕτω τοὺς
3. ὄρχεις ἐν ὀσχέῳ, τοῦ μὲν τῆς μήτρας κύτους ὀσχέου γενηθέντος,
4. τοῦ περιτοναίου δὲ ἐρυθροειδοῦς, αὐτῶν δὲ τῶν
5. ὄρχεων οὐκ ἔξωθεν, ὥσπερ νῦν εἰσι, τῶν μητρῶν, ἀλλ’ ἔσωθεν
6. γενομένων. καὶ γὰρ καὶ ὁ κρεμαστὴρ ὀνομαζόμενος,
7. ἔστι δ’ ἑκατέρωθεν εἶς ἀπὸ τῶν εἰς τοὺς λαγόνας ἀποφυομένων
8. μυῶν, ὡσαύτως φαίνεται καθήκων εἰς τὴν μήτραν
9. κατά γε τὰ τοῦ περιτοναίου τρήματα, κατὰ τὸν αὐτὸν τρόπον
10. ἐπὶ τῶν ἀῤῥένων ὁδὸς γινομένη ταῖς μὲν ἀρτηρίαις καὶ
11. φλεψὶν ἄνωθεν κάτω, τοῖς σπερματικοῖς δ’ ἀγγείοις κάτωθεν
12. ἄνω· ταῖς θηλείαις δ’ ἐντὸς τοῦ περιτοναίου τοῦτο
13. κείμενον ἀπὸ τοῦ μυὸς ἄρτημα πρὸς τὴν μήτραν διαπέμπεται
14. καθ’ ἑκάτερον μέρος ἀριστερόν τε καὶ δεξιὸν, ὥστε καὶ ταῦτα
15. ἀναλόγως εἶναι τοῖς ἐπὶ τῶν ἀῤῥένων κρεμαστῆρσιν. ὁ δὲ
16. δὴ τράχηλος τῶν ὑστερῶν ἔνδον καὶ οὗτος κείμενος ἐπὶ τῶν
17. θηλειῶν ἐκτός ἐστιν ἐπὶ τῶν ἀῤῥένων αὐτὸ τὸ ἀνδρῶν
18. αἰδοῖον ἀπεργασθείς. ἡ δὲ τούτων πόσθη τὸ γυναικεῖόν
1. ἐστιν αἰδοῖον ἐπὶ τῶν θηλειῶν. ἐπίπωμα γὰρ ὥσπερ τοῦτο
2. στομάχου τῶν ὑστερῶν ἐστιν, οὕτως ἡ πόσθη τοῦ τῶν ἀῤῥένων
3. ἐστὶν αἰδοίου δερματώδης ἐπίφυσις ἔνδον κοίλη, πλὴν
4. ὅσα πολλῷ μεῖζόν ἐστιν ἐπὶ τῶν θηλειῶν, ἢ ἐπὶ τῶν ἀῤῥένων.
5. ἅπαντα οὖν φαίνεται ἔχειν τὰ γεννητικὰ μόρια ταῦτα
6. τὸ θῆλύ τε καὶ ἄῤῥεν ζῶον ἤτοι τῇ θέσει διαφέροντα, τῷ
7. τὰ μὲν αὐτῶν ἐντὸς εἶναι τοῦ περιτοναίου, τὰ δὲ ἐκτὸς, ἢ
8. τῷ μεγέθει, καθάπερ ἐπὶ πόσθης τε καὶ ὄρχεων ἀρτίως
9. ἐλέγετο. καὶ γὰρ καὶ τὰ τρέφοντα τοὺς ὄρχεις ἀγγεῖα τῶν
10. αὐτῶν ἀφώρμηται φλεβῶν καὶ ἀρτηριῶν, ὡσαύτως δὲ καὶ τὰ
11. κατὰ τὸν καυλὸν καὶ τὸν ὄσχεον ἐπὶ τῶν ἀῤῥένων τοῖς τὸν
12. τράχηλόν τε τῶν ὑστερῶν καὶ τὸ γυναικεῖον αἰδοῖον· οὕτω
13. δὲ καὶ τῶν τὰς μήτρας τρεφόντων ἀγγείων ἀνάλογον αἱ
14. ἀρχαὶ τοῖς τῶν ὄρχεων τῶν ἀνδρῶν. οὐ μὴν οὐδὲ τῶν νεύρων
15. ἀρχὴ διάφορος ἑκατέροις ἐστὶν, ἀλλ’ ἀπὸ τῶν αὐτῶν
16. τοῦ νωτιαίου χωρίων ἐπ’ ἀῤῥένων τε καὶ θηλειῶν ἀφώρμηνται.
17. πάντ’ οὖν φαίνεται τὰ συνιστῶντα τὴν οὐσίαν τῶν
1. γεννητικῶν μορίων ἑκατέρων τῶν ζώων ὑπάρχοντα, καὶ κατὰ
2. μηδὲν ὅλως πλεονεκτοῦν, μήτε τὸ θῆλυ τοῦ ἄῤῥενος, μήτε
3. τὸ ἄῤῥεν τοῦ θήλεος, ἀλλ’ ἑνὶ μόνῳ διαφέροντα, τῷ τὰ
4. μὲν ἔνδον εἶναι, τὰ δὲ ἐκτός. ὥστε, εἰ νοήσεις ἐν τῇ τοῦ
5. κυουμένου ζώου διαπλάσει τὰ γεννητικὰ μόρια τὴν μὲν
6. πρώτην ὑπογραφὴν καὶ οἷον ὑποτύπωσιν ἐντὸς λαμβάνοντα
7. τοῦ περιτοναίου, μετὰ ταῦτα δ’ ἐκτὸς ἀνίσχοντα, τὴν ἄῤῥενος
8. ζώου γένεσιν οὕτως ἂν μάθοις. ὅτι δ’ οὐκ ἄλλως ἡ
9. φύσις εἴωθε τὰ τοιαῦτα δημιουργεῖν τῶν μορίων, ἐκ πολλῶν
10. τεκμηρίων ἔνεστί σοι μαθεῖν· ἑνὸς μὲν καὶ πρώτου
11. τῶν φαινομένων ἐπὶ τοῖς νεογενέσι ζώοις, ὀδόντων μὲν ἐν
12. τοῖς φατνίοις ἔτι κατακεκρυμμένων ἐντὸς, ὀφθαλμῶν δ’ ἐπὶ
13. τῶν πλείστων ἔτι κεκλεισμένων, ἐπ’ ἐνίων δὲ μηδὲ διηρθρωμένων.
14. ἀκριβῶς δ’ ἕξεις τὴν τούτων θέαν, τὰς ἀμβλώσεις
15. παραφυλάττων, ἔτι τε ἐπὶ ταῖς τῶν κυούντων ζώων
16. ἀνατομαῖς εὕροις ἂν τά τ’ ἄλλα καὶ αὐτὰ τὰ γεννητικὰ
17. μόρια τοιαύτην ἴσχοντα τὴν γένεσιν. ἀνδρὶ δὲ γεγυμνασμένῳ
18. περὶ φύσιν ἀρκεῖ καὶ ταῦτα λογίσασθαι μόνα τὰ νῦν
1. λεχθησόμενα. χρῆται μὲν ὀργάνοις ἡ φύσις εἰς τὴν τῶν
2. μορίων δημιουργίαν καὶ μάλιστα τῶν ἐχόντων κοιλίας ἀέρι
3. τε καὶ πυρί. καὶ γὰρ εὐρῦναι, καὶ διαφυσῆσαι, καὶ παρατεῖναι,
4. καὶ ξηρᾶναι, καὶ κρατῦναι τὰ σώματα τούτων ἔργον
5. ἐστίν· εἰ δ’ ἀναπνεύσειε πρὸς τὸ ἐκτὸς, ἀπολείψει τὴν
6. ὕλην. ὅσα τοίνυν τῶν εἰρημένων μορίων ἡ φύσις
7. διαπλάττει τὴν ἐκτὸς ἅπασαν περιγραφὴν οἷον ἕρκος ὀχυρόν.
8. ὅταν δ’ ὑπογράψηται τὸ τῶν δημιουργουμένων εἶδος,
9. ἀθροωτέρᾳ φορᾷ χρησαμένη τοῦ πνεύματος ἅμα μὲν
10. ἔξω προωθεῖ τὸ διαπλασθὲν, ἅμα δὲ ῥηγνύει τὸ περιέχον.
11. εἰ δ’ ἀῤῥωστήσειέ ποτε περὶ τὸ τελευταῖον ἔργον, ἀτελὲς ἐγκαταλείπει
12. τὸ γινόμενον, ὥσπερ ἀμέλει φαίνεται καθ’ ὅλον
13. τὸ τῶν ἀσπαλάκων γένος, οἷς ἀνατετύπωνται μὲν ἔνδον οἱ
14. ὀφθαλμοὶ, πρὸς τοὐκτὸς δ’ ἀνίσχειν οὐκ ἠδυνήθησαν, ἀῤῥώστου
15. κατὰ τοῦτο τῆς φύσεως αὐτῶν γενομένης, ὡς μὴ
16. συντελέσαι τὸ ἔργον, ὃ προὔθετο. δέδεικται δὲ ἱκανῶς Ἀριστοτέλει
17. τῶν ζώων τὰ μὲν ἀτελέστερα κατά τε μόρια καὶ
18. σύμπαν ἐνίοτε τὸ σῶμα. τῶν γοῦν ὀφθαλμῶν, ἐπειδὴ τούτων
1. ἐμνήσθην, ἐπὶ μὲν ἐνίων ζώων οὕτως ἐστὶ τέλεος τε καὶ
2. δραστήριος ἡ φύσις, ὥστε οὐδὲν αὐτοῖς ἐνδεῖ γεννηθεῖσιν,
3. ἀλλ’ εὐθὺς ὁμοίως βλέπει τοῖς ἀκμάζουσιν. ἐπ’ ἐνίων δ’
4. ἀνοίγονται τὰ βλέφαρα, καὶ χρόνου δεῖται μακροτέρου πρὸς
5. τὴν τῆς ἐνεργείας ἀκρίβειαν. τὰς δὲ κύνας ἤδη που καὶ ἡ
6. παροιμία φησὶ τυφλὰ τίκτειν ὑπὸ σπουδῆς. ἀλλ’ ἀκριβῶς
7. μὲν ἄν τις ὀνομάζων ἀτελῆ μᾶλλον ἢ τυφλὰ καλέσειε τὰ
8. νεογενῆ κυνίδια, μέλλοντα δι’ ὀλιγίστων ἡμερῶν ὄψεσθαι·
9. τοὺς δ’ ἀσπάλακας ὄντως τυφλοὺς εἶναί τε καὶ γεννᾶσθαι.
10. τούτων δ’ αὐτῶν ἔτι μᾶλλον ὀφθαλμῶν ἐστέρηνται τὰ
11. πλεῖστα τῶν ὀστρέων γένη. τῶν σκωλήκων δὲ τισὶ μὲν οὐδ’
12. ὅλως ἔνεισιν ὀφθαλμοὶ, τισὶ δ’ αὐτὸ μόνον ἴχνος ἀμυδρόν.
13. ὥσθ’ οἷον βαθμούς τινας ἡ φύσις ἔοικεν ἔχειν, πρῶτον μὲν,
14. ἐν ᾧ βραχύ τι τῶν φυτῶν ἀποκεχώρηκε ζῶον ποιήσασα,
15. μίαν ἔχον αἴσθησιν τὴν ἁφὴν, δεύτερον δὲ, ἐν ᾧ καὶ γεῦσιν
16. προστίθησι, καὶ τρίτον, ἐν ᾧ καὶ ὄσφρησιν, εἶτα τετάρτῳ
17. βαθμῷ τὴν ἀκοὴν, καὶ πέμπτῳ τὴν ὄψιν, εἶτ’ αὐτῶν ἃς
1. εἴρηκα διαφοράς. οὐδὲν οὖν θαυμαστόν ἐστιν, ὥσπερ οἱ
2. ἀσπάλακες ἔχουσι μὲν τοὺς ὀφθαλμοὺς ἔνδον ἀρχομένους
3. διαρθροῦσθαι, ἔξω δ’ αὐτοὺς ἡ φύσις προαγαγεῖν οὐκ
4. ἠδυνήθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ γεννητικὰ τοῖς
5. θήλεσι τῶν ζώων ἔνδον μὲν διαπλασθῆναι καὶ πρὸς τοὐκτὸς
6. ἀνασχεῖν μὴ δυνηθῆναι, διὰ τὸ τὴν φύσιν ὅλην αὐτῶν ἀῤῥωστοτέραν
7. τε εἶναι καὶ ἀτελεστέραν, ὥσπερ καὶ Ἀριστοτέλης
8. ἔλεγεν. ἀλλὰ τοσοῦτόν γε τῆς τῶν ἀσπαλάκων φύσεως
9. ἡ τῶν θηλέων ζώων ἐστὶ τελεωτέρα, καθ’ ὅσον ἐκεῖνοι μὲν
10. οὐδενὸς ἀπολαύουσι χρηστοῦ τῆς τυφλότητος, οὐ σμικρὰ δὲ
11. εἰς τὴν τοῦ γένους διαδοχὴν συντελεῖ τὸ θῆλυ ζῶον· ἅτε
12. γὰρ ὑγρότερόν τε καὶ ψυχρότερον γενόμενον, ἔμελλε θρέψειν
13. περιττώματα πρὸς τροφὴν τοῖς κυουμένοις ἐπιτήδεια. καὶ
14. δὴ καὶ κεφαλαίοις ὀλίγοις ἅπασαν αὐτῶν ἐπέλθωμεν τὴν
15. φύσιν. ὅταν ἡ τοῦ πρώτου κυήματος σύστασις ὑγροτέρα γίνηται
16. καὶ ψυχροτέρα, τήν τε ἀρχὴν τῆς μορφώσεως ὀψιαίτερον
17. ἴσχει καὶ τὴν τελευτὴν οὕτω βραδεῖάν τε καὶ
1. ἀῤῥωστον, ὡς μὴ δυνηθῆναι πρὸς τοὐκτὸς ἀνασχεῖν τὰ
2. μόρια. διὰ ταῦτ’ οὖν αὐτὰ περὶ τὰ τελευταῖα διαπλασθέντα
3. κάμνειν συνέβη τὴν φύσιν, καὶ ἀσθενεστέραν τῶν ἄλλων
4. ἀποτελεῖσθαι. δέδεικται δ’ ἡμῖν ἐν ἑτέροις, ὅ τί περ ἂν ᾖ
5. περιττὸν εἴτε τροφῆς χρηστῆς εἴτε μὴ χρηστῆς, ὠθούμενον
6. ὑπὸ τῶν ἰσχυροτέρων μορίων εἰς ἀσθενέστερα. καὶ τοίνυν
7. καὶ τὸ θῆλυ ζῶον ὅτι μὲν ἀσθενέστερον ἐγένετο, καὶ
8. περιττωματικόν ἐστιν, ὅτι δ’ ἁπάντων αὐτοῦ τῶν μορίων
9. ἀσθενέστερα τὰ γεννητικὰ, διὰ τοῦτο εἰς ταῦτα ἀφικνεῖται
10. τὸ περιττὸν αἷμα, κάθαρσις μὲν τοῖς θήλεσιν ὑγιεινὴ γινομένη,
11. πρὶν κύειν, ὕλη δ’ εἰς τροφὴν ἐπιτήδειος τοῖς ἐμβρύοις
12. ἐν τῷ τῆς κυήσεως καιρῷ. ταῦτ’ οὖν εἴρηταί μοι
13. καὶ γέγονε δῆλον, ἐπὶ μὲν τῇ θερμοτέρᾳ τε καὶ ξηροτέρᾳ
14. κράσει τοῦ κυήματος ἄῤῥεν ζῶον γενόμενον, ἐπὶ δὲ
15. τῇ ψυχροτέρᾳ καὶ ὑγροτέρᾳ θῆλυ· τὸ δ’ εἶδος ἢ τὸ γένος
16. τοῦ ζώου, καλεῖν γὰρ ἑκάτερον ἐγχωρεῖ, τὸν ἄνθρωπον
17. καὶ τὸν ἵππον καὶ τὸν βοῦν, τῇ φύσει τῆς ὑποβεβλημένης
18. ὕλης εἰς τὴν τοῦ ζώου γένεσιν ἀκόλουθεν ὑπάρχειν, ὥσπερ
1. γε καὶ τὴν ὁμοιότητα τῆς μορφῆς ἑκατέρῳ τῶν γονέων τῆς
2. τε διαπλαστικῆς καὶ μορφωτικῆς γενέσθαι δυνάμεως ἐν τῷ
3. σπέρματι ἐχομένης· ὥστ’ ἔχειν ἡμᾶς τριῶν ὁμοιοτήτων ἀρχὰς
4. τρεῖς, τὴν μὲν τοῦ γένους τοῦ ζώου κατὰ τὴν οὐσίαν, ἐξ
5. ἧς ἐγένετο, τὴν δὲ τῆς μορφῆς κατὰ τὴν ἐκ τοῦ σπέρματος
6. κίνησιν, τὴν δ’ ὡς ἄῤῥενος ἢ θήλεος ἐκ τῆς ἀμφοτέρων
7. τῶν ἀρχῶν κράσεως. ἀρχὰς δ’ ἀμφοτέρας λέγω καταμήνιόν
8. τε καὶ σπέρμα. ταῦτα μὲν οὖν ἱκανῶς ἔχειν μοι δοκεῖ. καὶ
9. γὰρ ὅτι τοῖς προγόνοις ὁμοιοῦταί τινα κατὰ τοὺς σπερματικοὺς
10. λόγους, οὐ μόνον τοὺς τοῦ πατρὸς, ἀλλὰ καὶ τοὺς τῆς
11. μητρὸς, εὔδηλον ἐκ τῶν εἰρημένων ἐστί.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 2.5, ed. Kühn, 1822, vol. 4, p. 626-642. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:2.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩