12. Σκεψώμεθα δ’ ἑξῆς περὶ τῶν ἀδενωδῶν
13. παραστατῶν, οὓς οἱ μὲν ἄπειροι τῆς ἀνατομικῆς θεωρίας
14. οὐδὲ γινώσκουσι τὴν ἀρχὴν, οἱ δὲ ἔμπειροι πάντες ὥσπερ
15. δι’ ἑνὸς στόματος ἀπεφῄναντο περιέχειν σπέρμα. δυσωποῦμαι
16. οὖν αὐτῶν τό τε πλῆθος καὶ τὴν δόξαν, ὅμως ἅ γε γινώσκω
17. ῥητέον κᾀνταῦθα, καθάπερ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ
18. τῶν ὄρχεων ἐποιησάμην. τί δήποτ’ οὖν, εἰ σπέρματός εἰσιν
1. ἀγγεῖα καὶ οὗτοι, τοῖς ἐκτμηθεῖσι ζώοις τοὺς ὄρχεις ἀπόλλυται
2. παντάπασιν ἡ τῆς μίξεως ἐπιθυμία; χρὴ γὰρ, εἴπερ
3. ἄρα, μίγνυσθαι μὲν, μὴ γεννᾷν δὲ, διότι λεπτὸν καὶ ὀῤῥῶδές
4. ἐστι τὸ κατ’ αὐτοὺς σπέρμα· φαίνεται δὲ οὐχ οὕτως γινόμενον.
5. καὶ μὴν οὐκ ἐγχωρεῖ τὰ μὲν ὄργανα τοῦ σπερμαίνειν
6. ἔχειν, οὐκ ἔχειν δ’ αὐτῶν τὴν χρῆσιν. ἁπάντων γὰρ
7. τῶν ὀργάνων τοῦ σώματος ἡ φύσις τοῖς ζώοις ἔδωκε δυνάμεις
8. συμφύτους ἀδιδάκτους χρῆσθαι πρὸς τὰς οἰκείας
9. ἐνεργείας. ἀποδέδεικται δὲ τοῦτο καὶ πρὸς ἡμῶν ἐν τῷ περὶ
10. χρείας μορίων, καὶ πρὸς Ἀριστοτέλους πρότερον, ἄλλων τε
11. πολλῶν ἰατρῶν τε καὶ φιλοσόφων. ὥστε οὐδὲν δέω κατασκευάζειν
12. αὐτὸς πρὸς ἐκείνους τὸν λόγον ποιούμενος, ἀλλ’
13. ὑποκειμένου κοινοῦ πᾶσιν ἡμῖν ὁμολογήματος, τοῦ μήτ’
14. ἄχρηστόν τι καὶ περιττὸν ἐργάσασθαι μόριον τὴν φύσιν,
15. μήτ’ ἄνευ τῆς χρησομένης αὐτῷ δυνάμεως, ἀναλήψομαι
16. τὸν λόγον. οἱ ἀδενώδεις παραστάται κατὰ τὰς τῶν ὄρχεων
17. ἐκτομὰς οὐδὲν πεπονθότες οὐκ ἐπεγείρουσι τὸ εὐνουχισθὲν
1. ζῶον εἰς τὴν ἀφροδίσιον ὁμιλίαν·, ὡς ἂν ἄλλο τι μᾶλλον
2. ὑπάρχοντες, ἢ σπερματικὸν ὄργανον, ἑτέρας τέ τινος ἕνεκα
3. χρείας γεγονότες. ὥσπερ γὰρ, εἰ, τινὸς ἄλλου μορίου διαφθαρέντος,
4. ἀβλαβῶν δ’ ὑπαρχόντων τῶν ὀφθαλμῶν, οὐχ ὑπέμεινεν
5. ὑμῖν τὸ βλέπειν, οὐκ ἂν ὀφθαλμῶν ἐνέργειαν ἔφαμεν
6. αὐτὸ, καὶ εἰ, τῶν σκελῶν μηδὲν βεβλαμμένων, ἀπόλοιτο
7. ἡ βάδισις, οὐκ ἂν τούτων ἐνέργειαν αὐτὴν ἐτιθέμεθα,
8. κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, εἰ, τῶν ἀδενοειδῶν παραστατῶν
9. ὑγιεινῶν διαφυλαττομένων, ἀπόλοιτο τοῖς ζώοις ἡ ἀφροδίσιος
10. ὁμιλία, τῶν γεννητικῶν οὐκ εἰσὶν οὗτοι μορίων. ὡς
11. οὖν κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς σπερματικοῖς ἀγγείοις
12. ἐπὶ τῶν ἀῤῥένων ἀναστομοῦσθαι, πιθανῶς συνελογίσαντό
13. τινος ἕνεκα γεγονέναι χρείας αὐτοὺς, οὕτως ἐπὶ τῶν θηλειῶν
14. θεασαμένους ἑτέρους τελευτῶντας ἐχρῆν κἀνταῦθα
15. συλλογίσασθαι τὸ μὴ τῆς αὐτῆς, εἶθ’ ἑξῆς ἀπορήσαντας
16. ὑπὲρ τῆς κατὰ τὰς ἀποδείξεις μάχης, ὥσπερ ἡμεῖς
17. ἠπορήσαμεν, ἐπισκέψασθαι, πότερον ἐξ ἀνάγκης ἀληθές
18. ἐστι τὸ τοὺς εἰς ταὐτὸ χωρίον ἀνεστομωμένους ὀχετοὺς ἕνεκα
1. τῆς αὐτῆς δημιουργεῖσθαι χρείας, ἢ τὸ μὲν τοὺς ἕνεκα τῆς
2. αὐτῆς χρείας γεγονότας εἰς ταὐτὸ ἐμβάλλειν ἀληθὲς, οὐκ
3. ἀληθὲς δὲ τὸ τοὺς εἰς ταὐτὸ ἥκοντας ἐξ ἀνάγκης εἰς
4. μίαν συντελεῖν. αὐτίκα γέ τοι καὶ ὁ τῆς κύστεως πόρος τὸ
5. οὖρον ἐξοχετεύων εἰς τὸν αὐτὸν τοῦτον πόρον, ὅνπερ καὶ οἱ
6. παραστάται πάντες οἱ τέσσαρες ἐπὶ τῶν ἀῤῥένων ἀνεστόμωνται·
7. ὥστ’ οὐ χρὴ πρὸς ἕτερον ἀπελθεῖν μόριον, ἀλλ’ ἐξ
8. αὐτοῦ τοῦ προκειμένου μαθεῖν, ὡς οὐκ ἂν ἦν ἀναγκαῖον
9. τοὺς εἰς ταὐτὸ χωρίον ἀνεστομωμένους πόρους εἰς μίαν
10. ἐνέργειαν συντελεῖν. εἰ δὲ καὶ ἐξ ἑτέρων αὐτὸ πιστώσασθαι
11. χρὴ, ἀφθονίᾳ πιστώσεται παραδειγμάτων. εἰς μὲν τὴν τοῖ
12. στόματος εὐρυχωρίαν ἅπασαν τὴν ἔνδον, ἣν ὀνομάζουσι φάρυγγα,
13. τά τ’ ἐσθιόμενα καὶ πιόμενα διὰ τοῦ στόματος
14. ἐμπίπτει, κᾀκ τῆς κατὰ τὰς ῥῖνας συντρήσεως ὅ τ’
15. εἰσπνεόμενος ἀὴρ καὶ ἡ κόρυζα· καλεῖ δ’ αὐτὴν Ἱπποκράτης
16. μὲν ὡς τὰ πολλὰ βλένναν, οἱ δὲ ἄλλοι μύξαν·
17. ἔτι τε πρὸς τούτοις ἐξ ἐγκεφάλου δι’ ὑπερῴας περίττωμα,
18. κᾀκ τῶν παρὰ τῇ ῥίζῃ τῆς γλώσσης ἀδένων τὸ σίελον,
1. εἰς ἔντερα δὲ τά τ’ ἐκ τῆς γαστρὸς ἥκει, καὶ τὸ χολῶδες
2. ὑγρὸν ἐξ ἥπατος, ἐξ ἀδένων τέ τινων ἑτέρων αὖ πάλιν ἐνταῦθα
3. τεταγμένων ὑγρὸν γλίσχρον ὅμοιον σιέλῳ, περὶ ὧν
4. ἀδένων οὐ σμικρὰ ζήτησις γέγονε τοῖς ἀνατομικοῖς ἀπὸ Ἡροφίλου
5. τε καὶ Εὐδήμου τὴν ἀρχὴν λαβοῦσα. καὶ μοι δοκῶ
6. τὸν λόγον ἐπιστήσας ἐνταῦθα, διότι κατὰ τύχην δή τινα
7. πρῶτον ἐμνημόνευσα μορίων, ἃ δὴ αἰσθητῶς οἱ ἀδένες ἐπιτέγγουσι,
8. πρὸς τὸν κράτιστον Μαρῖνον ἐρεῖν τι, χρησάμενος
9. ἀρχαῖς εἰς τὸν λόγον, ἃς αὐτὸς ἐκεῖνος ἐξ ἐναργῶν
10. ἐπεστήσατο. διττὴν οὖν ἁπάντων χρείαν φησὶν εἶναι τῶν
11. ἀδένων, ἤτοι στηριζόντων ἀγγεῖα μετέωρα, σχιζόμενα καὶ
12. κινδυνεύοντα διασπασθῆναι κατὰ τὰς σφοδροτέρας κινήσεις,
13. ἢ γενέσεως ὑγρῶν ἕνεκεν, ἐπιτέγγειν δυναμένων μόρια τὰ
14. χρῄζοντα παρεσπαρμένης φύσει ὑγρότητος γλίσχρου, πρὸς τὸ
15. μὴ ῥᾳδίως καταξηραινόμενα δυσκίνητα γίνεσθαι. τὸ μὲν δὴ
16. τῶν ἑτέρων ἀδένων γένος, ὃ τὰ σχιζόμενα τῶν ἀγγείων στηρίζει,
17. καταλείπωμεν ἐν τῷ παρόντι, μηδέν γε αὐτοῦ δεόμενοι.
1. προχειρισώμεθα δὲ θάτερον τὸ ἐν τῷ λόγῳ τῶν
2. γλίσχρων ὑγρῶν γεννητικὸν, ὃ καὶ τὴν οὐσίαν τοῦ σώματος
3. ἑτέραν ἔχειν φησὶν αὐτὸς ὁ Μαρῖνος· ἀραιότερον γὰρ εἶναι
4. καὶ σηραγγῶδες, ὑγρότητός τε μεστὸν, ὥσπερ σπογγιὰν διάβροχον,
5. οὐ μὴν ἐκ πάντων γε αὐτῶν ἐκφύεσθαι πόρους
6. αἰσθητούς. εἰς τοῦτό γε τὸ γένος τῶν ἀδένων φησὶ καὶ
7. ἀρτηρίας καὶ φλέβας ἐκφύεσθαι, καὶ τινα τῶν κατὰ μεσεντέριον
8. ἀγγείων εἰς τοιούτους ἀδένας τελευτᾷν. διττὸν γὰρ
9. καὶ τούτων εἶναι τὸ γένος τῶν ἀδένων, ὅτι καὶ τὴν χρείαν
10. διττὴν, πυκνοὺς μὲν καὶ ξηροὺς, ὅσοι στηρίζουσι τὰ σχιζόμενα
11. τῶν ἀγγείων, ἀραιοὺς δὲ καὶ ὑγροὺς, εἰς οὓς ἀγγεῖα
12. καταφύεται. τούτους φησὶ καὶ τὴν οἷον φλεγματώδη γεννᾷν
13. ὑγρότητα τὴν ὑπαλείφουσαν τὸν ἔνδον χιτῶνα τῶν ἐντέρων.
14. ὅτι δὲ καὶ οἱ τὸ σίελον γεννῶντες ἀδένες αἰσθητοῖς ἀγγείοις
15. εἰς τὸ στόμα προχέουσιν αὐτὸ, σχεδὸν οὐκέτι οὐδεὶς ἀγνοεῖ,
16. καὶ μὲν δὴ ὡς τὴν φάρυγγα πᾶσαν ἀδένες ὑγραίνουσι τῆς
17. αὐτῆς χρείας ἕνεκεν. ἐπιεικῶς γὰρ ἤδη καὶ τοῦτο τοῖς ἀνατομικοῖς
1. ὡμολόγηται πᾶσι. Μαρῖνος δὲ καὶ ἄλλους ἀδένας
2. ἐπὶ τοῖς εἰρημένοις ἄλλων μορίων ὑγραντικοὺς καταλέγει, μὴ
3. πάνυ σαφῆ μηδὲ ἐναργῆ τὴν πίστιν ἔχοντας· διὸ παραλείπωμεν
4. ἐκείνους. ἀρκεῖ δέ μοι τὴν εἰς τὸ προκείμενον πίστιν
5. ἀπὸ τῶν ἐναργῶν λαβεῖν. εἰ γὰρ καὶ τὴν τοῦ στόματος
6. εὐρυχωρίαν ἀδένες ὑγραίνουσι, καὶ τὸν φάρυγγα, καὶ
7. τὸν στόμαχον, εἴτε σύμπαν τὸ ἔντερον, οὐδὲν δήπου θαυμαστόν
8. ἐστι καὶ τῷ τῆς κύστεως αὐχένι παρεσκευάσθαι
9. τινὰ ὁμοίαν ἐπικουρίαν, ὅπως μὴ καταξηρανθείς ποτε δυσκίνητος
10. γένηται. πολὺ δὲ δήπου μᾶλλον αὐτῷ τῷ αἰδοίῳ
11. τοῦ ἄῤῥενος εἰκός ἐστι τοιαύτην ἐπικουρίαν ὑπὸ τῆς φύσεως
12. παρεσκευάσθαι. δι’ ὃ καὶ τοῖς ἄῤῥεσιν ἀξιόλογοι τὸ
13. μέγεθός εἰσιν ἀδένες οὗτοι· κίνδυνος γὰρ ἐπ’ αὐτοῖς, ὡς
14. ἂν προμήκους τε καὶ γυμνοῦ τοῦ αἰδοίου τεταγμένου, ξηρανθέντος
15. ποτὲ διαστραφῆναι καὶ μῦσαι τὸν πόρον αὐτοῦ.
16. ἐπὶ δέ γε τῶν θηλειῶν ὁ τῆς μήτρας αὐχὴν οὔτε προμήκης
17. οὔτε γυμνὸς, ἀλλ’ ἔνδον κείμενος, ἔκ τε τῶν περιεχόντων
1. αὐτῶν ἰκμάδα δέχεται παμπόλλην, ἐξ αὐτῶν τε τῶν καταμηνίων
2. ἐπιτέγγεται. δύναιτο δ’ ἂν ἴσως ἡ φύσις εὐλαβηθεῖσα
3. τὴν ἐκ τοῦ οὔρου δῆξιν ἄλειμμα τὸ ὑγρὸν τούτῳ τῷ
4. πόρῳ τοῦ αἰδοίου παρεσκευακέναι. τάχα δ’ ἄν τις εὑρεθείη
5. καὶ τρίτη χρεία σκοπουμένοις ἀκριβέστερον· οὕτως γὰρ
6. καὶ ἄλλα πολλὰ ζητήσεως ἀκριβεστέρας τυχόντα κατὰ πάσας
7. τὰς τέχνας ἐξεύρηται. τὸν δ’ ἀποδεικτικὸν ἄνδρα τὰ μὲν
8. τοιαῦτα προβλήματα χρόνῳ προσήκει σκοπεῖσθαι πλείονι,
9. τῶν ἀποδεδειγμένων δὲ ἔχεσθαι διὰ παντὸς, ὧν ἓν καὶ τόδε
10. ἐστίν. εἴπερ ἐν τοῖς ἀδενοειδέσιν ἐγεννᾶτο τὸ σπέρμα, τῆς
11. ἀποκρίσεως ἂν αὐτοῦ τὰ εὐνουχιζόμενα τῶν ζώων ἐγλίχετο·
12. φαίνεται δ’ οὐ γλιχόμενα· δῆλον οὖν, ὡς οὐδὲν γεννᾶται.
13. τοῦτο οὖν ἡμῖν φυλαττέσθω μόνον ἀκίνητον αὐτὸ καθ’
14. ἑαυτὸ, μέχρι περ ἂν εὕρωμεν ἐπιστημονικῶς, ἥντινα χρείαν
15. τῷ ζώῳ παρέχουσιν οἱ ἀδενοειδεῖς παραστάται· τάχα μὲν
16. γὰρ ἀληθεῖς εἰσιν, ἃς ἀρτίως εἶπον, ἴσως δ’ ἄν τις εὑρεθείη
17. ποτὲ ἀληθεστέρα. πιθανὸς γὰρ ὁ τῶν τοιούτων
1. εὑρετικὸς λόγος, οὐκ ἀποδεικτικὸς, ὥσπερ ὁ πιστούμενος ἐν
2. αὐτοῖς μὴ γεννᾶσθαι σπέρμα. ὥστε καὶ μόνοι καὶ πρῶτοι
3. τοῦτο λέγοντες ὑπὲρ τῆς χρείας τῶν ἀδενοειδῶν σωμάτων
4. οὐκ αἰσχυνόμεθα, καθάπερ οὖν ἔμπροσθεν, ἡνίκα τοὺς ὄρχεις
5. ἀπεδείκνυμεν ἀλλοιοῦν πεφυκέναι τὸ σύμπαν σῶμα, καὶ
6. γίγνεσθαι δι’ αὐτοὺς ἄῤῥεν τε καὶ θῆλυ, κατὰ τὴν ἑαυτοῦ
7. φύσιν οὔτε ἄῤῥεν ὑπάρχειν οὔτε θῆλυ. ταῖς γὰρ ἀποδείξεσιν
8. ἕπεσθαι μεμαθηκόσι κᾀκεῖνος ὁ λόγος ἀπέδειξεν
9. καὶ ὁ νῦν εἰρημένος, ὅτι μήτε περιέχεται μήτε γεννᾶται
10. σπέρμα κατὰ τοὺς ἀδενοειδεῖς παραστάτας. εἰ δὲ καὶ τὰς
11. εἰρημένας αὐτῶν ἄρτι δύο χρείας ἀληθῶς τις εὑρῆσθαι νομίζει,
12. πάρεστι χρῆσθαι καὶ τούτῳ τῷ εὑρήματι πρὸς
13. τῷ μὴ κεκωλῦσθαι ζητεῖν ἄλλο τι βέλτιον. ὑπὲρ δὲ
14. τοῦ μὴ περιέχεσθαι σπέρμα κατ’ αὐτοὺς, ὡς ἱκανῶς
15. ἀποδεδειγμένου, πεπεῖσθαι χρὴ καὶ συγγινώσκειν τοῖς
16. πρὸ ἡμῶν ἐξηπατημένοις ὑπὸ τῆς ἐπὶ τῶν ἀῤῥένων εἰς
17. τὸν αὐτὸν τόπον ἀναστομώσεως τοῖς ὄντως σπερματικοῖς.
1. ἡ γὰρ τοῦ χωρίου κοινωνία καὶ τὴν τῆς χρείας αὐτῶν
2. κοινωνίαν ἐνεδείξατο πιθανῶς μὲν, οὐκ ἀληθῶς δὲ, καθάπερ
3. ἡμεῖς ἀρτίως ἐνεδείξαμεν.
⟨
(De sem.) [n° 022 Fichtner] [GalLat]
De semine
Περὶ σπέρματος
Sperme
Semen (Sem.)
De Lacy, 1992.
De semine, 1822, vol. 4, p. 512-651. urn:cts:greekLit:tlg0057.tlg021.verbatim-lat1
, 1959 (ita); De Lacy, 1992 (eng); Espinosa Espinosa, 2016 (grc:spa).
De semine, 2.6, ed. Kühn, 1822, vol. 4, p. 642-651. urn:cts:greekLit:tlg0057.tlg021.1st1K-grc1:2.6
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩