Galenus. De foetuum formatione (De foet. form.) [n° 023 Fichtner] [GalLat]

Περὶ κυουμένων διαπλάσεως
Formation des fœtus
The Shaping of the Embryo (Foet. Form.)
Nickel, 2001.
De foetuum formatione, 1822, vol. 4, p. 652-702. urn:cts:greekLit:tlg0057.tlg022.verbatim-lat1
Singer, 1997 (eng); Nickel, 2001 (deu).

De foetuum formatione, 1, ed. Kühn, 1822, vol. 4, p. 652-655. urn:cts:greekLit:tlg0057.tlg022.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΥΟΥΜΕΝΩΝ

ΔΙΑΠΛΑΣΕΩΣ.

1. Περὶ τῆς τῶν κυουμένων διαπλάσεως ἐπεχείρησαν
2. μέν τι καὶ φιλόσοφοι γράφειν, μηδεμίαν ἀφορμὴν
3. ὧν λέγουσιν ἐξ ἀνατομῆς περιεχόμενοι. καὶ θαυμαστόν γε
4. οὐδέν ἐστιν ἁμαρτεῖν τῆς ἀληθείας αὐτοὺς, διαφωνῆσαί
5. τε πρὸς ἀλλήλους. ὅπου γὰρ τοῖς ἀνατεμοῦσιν ἐπιμελῶς
6. ἠγνοήθη τινὰ, πολὺ δήπου μᾶλλον εἰκὸς ἦν ἁμαρτεῖν, ὅσοι
7. ταῖς ἑαυτῶν ὑπονοίας ἐπίστευσαν ἄνευ τῶν ἐξ ἀνατομῆς
8. φαινομένων. Ἱπποκράτης δὲ πρῶτος ὧν ἴσμεν ἔγραψέ τι
1. περὶ διαπλάσεως ἐμβρύων ἀληθῶς, οὐ λογικαῖς ὑπονοίαις τὴν
2. ἀκολουθίαν τῆς ζητήσεως ἐπιτρέψας, ἀλλ’ αἰσθηταῖς διαγνώσεσιν,
3. οὐδ’ οὖν οὐδὲ ταύταις ὀλίγαις, ὥσπερ ἔνιοι καθολικὰς
4. ἀποφάσεις ἐκ τῶν ἅπαξ ἢ δὶς ὀφθέντων ποιησάμενοι. καὶ
5. νῦν γοῦν τις ἰατρὸς θεασάμενος ἐκτρωθὲν ἔμβρυον ἡμερῶν
6. τριάκοντα καὶ δυοῖν, ἔχον ἤδη σαφῆ τὴν τῆς διαπλάσεως
7. ὑπογραφὴν, ὡς ἐπὶ πάντων ἐμβρύων οὕτω γιγνόμενον ἀπεφῄνατο,
8. μηδὲ τὰ πρὸς Ἱπποκράτους εἰρημένα, μή τί γε
9. δὴ τῶν ἄλλων, ὅσοι περὶ τούτων ἱστόρησαν, ἀνεγνωκώς.
10. οὐ γὰρ ἀποτετμημένος εἷς ὅρος ἐστὶν τοῖς ἐμβρύοις οὔτε
11. τῆς σαφοῦς διαπλάσεως, οὔτε τῆς κινήσεως, οὔτε τῆς ἀποκυήσεως,
12. ἀλλ’, ὡς Ἱπποκράτει τε γέγραπται καὶ
13. τοῖς ἀξιοπιστοτάτοις τοῖς μετ’ αὐτὸν, ᾧδ’ ἔχει τὸ σύμπαν.
14. ἑκταίαν γονὴν ἐκπεσοῦσαν ἰδὼν ὁ γράψας τὸ περὶ φύσεως
15. παιδίου βιβλίον, εἴτ’ αὐτὸς Ἱπποκράτης ἐστὶν εἴθ’ ὁ μαθητὴς
16. αὐτοῦ Πόλυβος, ἀκριβῶς τε ἅμα καὶ σαφῶς διηγήσατο
17. κατὰ τήνδε τὴν ῥῆσιν· Καὶ μὴν ἓξ ἡμέρας μείνασαν
1. ἐν τῇσι μήτρῃσι γονὴν καὶ ἔξω πεσοῦσαν αὐτός τε εἶδον
2. καὶ ὁκοίη μοι ἐφαίνετο ἐν τῇ γνώμῃ τότε, ἀπ’ ἐκείνων τὰ
3. λοιπὰ τεκμήρια ποιέομαι. ὡς δὲ εἶδον τὴν γονὴν ἑκταίην
4. οὖσαν, ἐγὼ διηγήσομαι. γυναικὸς οἰκέτις μουσουργὸς ἦν πολύτιμος,
5. παρ’ ἄνδρας φοιτῶσα, ἣν οὐκ ἔδει λαβεῖν ἐν γαστρὶ,
6. ὅκως μὴ ἀτιμοτέρη εἴη. ἠκηκόει δὲ ἡ μουσουργὸς,
7. οἷα αἱ γυναῖκες πρὸς ἀλλήλας λέγουσιν, ὅτι, ἢν γυνὴ μέλλῃ
8. λήψεσθαι ἐν γαστρὶ, οὐκ ἐξέρχεται ἡ γονὴ, ἀλλ’ ἐμμένει.
9. ταῦτα ἀκούσασα ξυνῆκε, καὶ τοῦτ’ ἐφύλασσεν ἀεί. καὶ ὡς
10. ᾔσθετο οὐκ ἐξιοῦσαν τὴν γονὴν, καὶ ἔφρασε τῇ δεσποίνῃ,
11. καὶ ὁ λόγος ἦλθεν πρὸς ἐμέ. καὶ ἐγὼ ἀκούσας ἐκελευσάμην
12. αὐτὴν πρὸς τὴν γῆν πηδῆσαι. καὶ ἐπεὶ ἑπτάκις ἐπεπήδητο,
13. ἡ γονὴ κατεῤῥύη ἐπὶ τὴν γῆν, καὶ ψόφος ἐγένετο,
14. κᾀκείνη ἐθεᾶτο καὶ ἐθαύμαζεν. ὁκοίη δ’ ἦν, ἐγὼ ἐρέω·
15. οἷον εἴ τις ὠοῦ ὠμοῦ τὸ ἔξω λεπύριον περιέλοι, ἐν δὲ τῷ
16. ἔνδον ὑμένι τὸ ἔσω ὑγρὸν διαφαίνοιτο. τρόπος μέν τις ἦν
17. τοιοῦτος, ἅλις εἰπεῖν, ἦν δὲ ἐρυθρὸν καὶ στρογγύλον. ἐν
18. δὲ τῷ ὑμένι ἐφαίνοντο ἐνεοῦσαί τινες ἶνες λευκαὶ καὶ παχεῖαι
1. εἰλημέναι ξὺν ἰχῶρι παχεῖ καὶ ἐρυθρῷ, καὶ ἀμφὶ
2. τὸν ὑμένα ἔξωθεν αἱμάλωπες, κατὰ δὲ τὸ μέσον ἐπεῖχε
3. λεπτὸν, ὅ τί μοι ἐδόκει εἶναι ὀμφαλὸς, καὶ ἐκείνῳ τὴν
4. πνοὴν καὶ ἔξω καὶ ἔσω ποιεῖσθαι τὸ πρῶτον, καὶ ὁ ὑμὴν
5. ἐξ ἐκείνου ἐτέτατο πᾶς ὁ περιέχων τὴν γονήν.

Cliquer un n° de page pour en afficher l’image