Galenus. De foetuum formatione (De foet. form.) [n° 023 Fichtner] [GalLat]

Περὶ κυουμένων διαπλάσεως
Formation des fœtus
The Shaping of the Embryo (Foet. Form.)
Nickel, 2001.
De foetuum formatione, 1822, vol. 4, p. 652-702. urn:cts:greekLit:tlg0057.tlg022.verbatim-lat1
Singer, 1997 (eng); Nickel, 2001 (deu).

De foetuum formatione, 2, ed. Kühn, 1822, vol. 4, p. 655-660. urn:cts:greekLit:tlg0057.tlg022.1st1K-grc1:2

6. Ἐν τούτῳ τῷ λόγῳ τὸν μὲν περιέχοντα τὴν
7. γονὴν ὑμένα τὸ καλούμενον χορίον, τὸ δὲ τὰς λευκὰς καὶ
8. παχείας ἶνας ἔχον ἐν ἑαυτῷ ξὺν ἰχῶρι παχεῖ καὶ ἐρυθρῷ
9. φλεβῶν καὶ ἀρτηριῶν ὑπογραφὴν τῆς γενέσεως ἡγητέον ὑπάρχειν.
10. αὐξανόμενον γοῦν τὸ κύημα διὰ παντὸς ὁρᾶται περιεχόμενον
11. ὑπὸ τοῦ χορίου, μεστοῦ φλεβῶν τε καὶ ἀρτηριῶν
12. ὄντος. οὐδὲ γὰρ ἄλλό τι παρὰ ταῦτα τὰ τρία τὴν οὐσίαν
13. αὐτοῦ συντίθησιν, ἀλλ’ εἰσὶ πάμπολλαι φλέβες καὶ ἀρτηρίαι,
14. πλησίον ἀλλήλων ἐκτεταμέναι, περιλαμβανόμεναί τε
15. καὶ συναπτόμεναι συνεχεῖ σώματι λεπτῷ καὶ ὑμενοειδεῖ.
16. διαιρουμένων δὲ τῶν κυούντων ζώων, ὅσα μὴ πόῤῥω τῆς
17. ἀνθρωπίνης ἐστὶ φύσεως, οἷον αἰγῶν, καὶ προβάτων, καὶ
1. ὑῶν, βοῶν τε καὶ ἵππων, καὶ ὄνων, φαίνεται τὸ χορίον
2. τοῦτο συμπεφυκὸς τῇ μήτρᾳ τοῦ κυοῦντος ζώου κατὰ τὰς
3. ἀρτηρίας τε καὶ φλέβας. ἡ δ’ ἀρχὴ τῆς γενέσεως τῶν ἀγγείων
4. τούτων ἐστὶν ἐκ τῶν κατὰ τὰς μήτρας ἀρτηριῶν καὶ
5. φλεβῶν, ὧν εἰς τὴν ἐντὸς χώραν τῆς μήτρας ἀνεστόμωται
6. τὰ πέρατα, καὶ διὰ τούτων μόνων ἡ κοινωνία τοῖς κυουμένοις
7. ἐστὶ πρὸς τὰς κυούσας. οὐδαμόθι γὰρ ἄλλοθι τέτρηται
8. τὸ χορίον, ἀλλ’ οὐδὲ ψαύει κατά γε τὰς μήτρας,
9. ὅτι μὴ κατὰ ταῦτα μόνα, τὸ δ’ ἄλλο κύτος αὐτοῦ τὸ μεταξὺ
10. ταῖς μήτραις μὲν ἔνδοθεν ὑποτέταται, ψαύει δ’
11. αὐτῶν μόνων ἄνευ συμφύσεως. τά γε μὴν ἀγγεῖα τὰ κατ’
12. αὐτὸ στενοτάτας μὲν ἔχει τὰς ἀρχὰς, δι’ ὧν, ὡς ἔφην,
13. ἥνωται τοῖς πέρασιν τῶν κατὰ τὴν μήτραν ἀγγείων, ἀποχωροῦντα
14. δ’ αὐτῆς ἐς ταὐτὸν ἀλλήλοις ἀφικνεῖται τρόπον
15. ὁμοιότατον ταῖς ῥίζαις τῶν φυτῶν. ὡς γὰρ ἐπ’ ἐκείνων
16. ἐκ πολλῶν καὶ λεπτῶν περάτων ἀλλήλαις συνιόντων ἕτεραι
17. ῥίζαι παχύτεραι γεννῶνται, κᾀκείνων αὖθις ἀλλήλαις
18. ἑνουμένων ἕτεραι, καὶ τοῦτο γινόμενον οὐ παύεται, μέχρις
19. ἂν ἅπασαι τελευτήσωσιν εἰς τὴν ἀρχὴν τοῦ πρέμνου, 
1. κατὰ τὸν αὐτὸν τρόπον αἱ κατὰ τὸ χορίον ἀρτηρίαι καὶ
2. φλέβες συνιοῦσαι πρὸς ἀλλήλας ἑτέρας γεννῶσιν ἑαυτῶν
3. εὐρυτέρας, ἐξ ὧν ἀλλήλαις συνιουσῶν, εἶτα γεννωμένων αὖθις
4. ἄλλας, καὶ τούτου πάνυ πολλάκις αὐταῖς συμβάντος,
5. εἰς δύο μὲν ἀρτηρίας, δύο δὲ φλέβας ἡ πάντων τῶν κατὰ
6. μέρος ἀγγείων κεφαλαιοῦται σύνοδος, ὧν ἐν τῷ μεταξὺ γεννᾶταί
7. τις πόρος εἰς τὸν πυθμένα τῆς κύστεως τοῦ κυουμένου
8. συντετρημένος, ὃν οἱ δεινοὶ περὶ τὰς ἀνατομὰς ὠνόμασαν
9. οὐραχόν. τὸ δ’ ἕτερον τοῦ πόρου τοῦδε στόμα
10. χωριζόμενον τῶν τεττάρων ἀγγείων εὐρύνεται κατὰ βραχὺ
11. λεπτὸν ὑμένα παραπλήσιον ἀλλᾶντι τὸ σχῆμα γεννῆσαν, ἐπιτεταμένον
12. ἔξωθεν ἑτέρῳ τοιούτῳ, ᾧ περιέχεται τὸ ἔμβρυον.
13. ὀνόματα δὲ τοῖς δύο τούτοις ὑμέσιν οἱ ἀνατομικοὶ τέθεινται,
14. τῷ μὲν ἀπὸ τοῦ σχήματος ἀλλαντοειδεῖ, θατέρῳ δὲ
15. τῷ περιέχοντι τὸ ἔμβρυον ἀμνειῷ. ταῦτα μὲν ἔξωθέν ἐστι
16. τοῦ κυουμένου. κατ’ αὐτὸ δὲ τὸ ἔμβρυον ἴδια μόρια, πρῶτον
17. μὲν ἁπάντων τὸ δέρμα, σκέπασμα καὶ ἀμφίεσμα σύμφυτον
18. ὑπὸ τοῦ δημιουργήσαντος αὐτὸ γεγονὸς, εἶθ’ ἑξῆς
1. ὑπ’ αὐτῷ τὰ συνεχῆ τοῖς τέσσαρσιν ἀγγείοις ἔνδον τοῦ δέρματος
2. μόρια, ὧν οὐδὲν οἷόν τ’ ἐστὶν γεννηθῆναι πρὸ τοῦ
3. τὰ πάντα τὰ κατὰ τὸ χορίον ἀγγεῖα τὴν συναγωγὴν εἰς τὰ
4. προειρημένα τέτταρα σχεῖν. δεῖται γὰρ δηλονότι τῶν τοῦ
5. κυουμένου μορίων ἕκαστον εἴς τε τὴν πρώτην γένεσιν
6. ἅπασάν τε τὴν μετὰ ταῦτα διοίκησιν ἐπιτηδείου τροφῆς,
7. οὐδεμία δ’ ἄλλη τοῖς ἐμβρύοις ἐστὶ τρόφιμος ὕλη παρὰ
8. τὴν ἐκ τῆς κυούσης αὐτὸ χορηγουμένην. οὐκ οὖν οἷόν τε
9. γεννηθῆναί τι τῶν κατ’ αὐτὰ μορίων ἄνευ τῆς αἱματικῆς
10. οὐσίας. οὐ μὴν οὐδ’ ὅσα λευκὰ καὶ ἄναιμα τῶν μορίων
11. ἐστὶν, ἐξ αὐτοῦ τοῦ αἵματος οἷόν τε γεννᾶσθαι, καθάπερ
12. ἡ τοῦ ἥπατος οὐσία. ταχίστην οὖν ἴσχει τὸ σπλάγχνον τοῦτο
13. τὴν γένεσιν ἐξ αἵματος, ὡς ἂν ὁμοιοτάτην αὐτῷ τὴν τοῦ
14. σώματος οὐσίαν ἔχον. ἐὰν γὰρ διατεμὼν φλέβα ζώου τοῦ
15. ῥέοντος αἵματος ἐάσῃς ἐμπεσεῖν συμμέτρως ὕδατι θερμῷ,
16. παραπλησίαν ἴσχει τὴν πῆξιν ἥπατος οὐσίᾳ. τοῦτο μὲν οὖν
17. τὸ σπλάγχνον ἑτοιμότατον πήγνυται μόνῳ τῷ περιέχεσθαι
18. κατὰ τὸ τῆς μήτρας σῶμα πάσχον τοῦτο. τῶν δ’ ἄλλων
1. μορίων ἕκαστον, ὅσα σαρκοειδῆ τ’ ἐστὶ καὶ ἔναιμα, πλείονος
2. χρόνου δεῖται πρὸς τὴν γένεσιν, ὥσπερ γε τὸ τῶν ἀρτηριῶν
3. τε καὶ φλεβῶν σῶμα, παντάπασιν ἄναιμον ὑπάρχον, ἐκ τῆς
4. τοῦ σπέρματος οὐσίας εὔλογόν ἐστι τὴν πρώτην γένεσιν
5. ἐσχηκέναι, προσπεσόντος αὐτοῦ τοῖς πέρασι τῶν εἰς τὴν μήτραν
6. καθηκόντων ἀγγείων· ἕτοιμόν τε γάρ ἐστι καὶ ῥᾷστον
7. ἐκ τῆς οὐσίας ἑαυτοῦ, γλισχρότητα πολλὴν ἐχούσης,
8. τοιαύτην ἰδέαν ἐργάσασθαι μορίου. γενομένης δὲ τῆς πρώτης
9. ῥιζώσεως τῶν ἀγγείων ἐπὶ τοῖς στόμασι τῶν εἰς τὴν
10. μήτραν καθηκόντων, εἰκὸς δήπου τὸ διαπλάσαν αὐτὸ σπέρμα
11. τροφὴν αὐτοῖς ἐκπορίζειν, ἕλκον ἐκ τῆς μήτρας τὸ αἷμα,
12. καὶ κατὰ σμικρὸν οὕτως εὐρύνειν μὲν τὰ πρῶτα γεννηθέντα,
13. προάγειν δ’ εἰς μῆκος, αὐξάνον τε καὶ κατὰ βραχὺ συνάγον
14. ἐς ταὐτὸ τὰ λεπτότερα πρὸς τὴν τῶν εὐρυτέρων γένεσιν.
15. τὰ μὲν οὖν ἀγγεῖα καὶ τοὺς ὑμένας εὔλογον οὕτως γεννᾶσθαι,
16. τὴν μὲν πρώτην σύστασιν ἐκ τῆς τοῦ σπέρματος οὐσίας
17. λαβόντα, τὴν δ’ ἐφεξῆς εἰς μῆκός τε καὶ εὖρος ἐπίδοσιν,
1. ὡς ἐπὶ τῶν δένδρων ὁρῶμεν ἐκ τῆς ἀρχῆς τοῦ
2. πρέμνου τό θ’ ὑπόλοιπον αὐτοῦ πρὸς ὕψος ἀνατεινόμενον
3. εἴς τε τοὺς κλάδους σχιζόμενον γεννᾶσθαι. τοῦτο μὲν ἡμῖν
4. οἷον θεμέλιον τῶν ἐφεξῆς εἰρησομένων ὑποβεβλήσθω.

Cliquer un n° de page pour en afficher l’image