Galenus. An in arteriis natura sanguis contineatur (An in art. nat. sanguis contin.) [n° 024 Fichtner] [GalLat]

Εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχηται
Si du sang est naturellement contenu dans les artères
Whether Blood is Naturally Contained in the Arteries (Art. Sang.)
Albrecht, 1911; Furley, Wilkie, 1984.
An in arteriis natura sanguis contineatur, 1822, vol. 4, p. 703-736. urn:cts:greekLit:tlg0057.tlg023.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).

An in arteriis natura sanguis contineatur, 2, ed. Kühn, 1822, vol. 4, p. 706-709. urn:cts:greekLit:tlg0057.tlg023.1st1K-grc1:2

5. Ἀρκτέον δ’ ἀπὸ τῶν ἐξ ἑαυτοῦ φέρεσθαι
6. λεγόντων. ἢ γὰρ τοῦτο πάντη δήπου λεπτομερέστερον, οἷον
7. τὸ αἰθερῶδες, ἢ ἄλλως πως θερμότερον εἶναι φήσουσιν
8. αὐτὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος. οὐδὲ γὰρ τρίτον ἕξουσιν
9. εἰπεῖν πνεύματος σύμπτωμα, δι’ ὃ φέρεσθαι δύναιτο ἄν.
10. λεπτομερέστερον μὲν οὖν οὐκ ἂν εἴη τὸ κατὰ τὰς ἀρτηρίας
11. πνεῦμα τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὡς ἡ γένεσις αὐτοῦ διδάσκει.
12. γίγνεται γὰρ κατὰ τὸν Ἐρασίστρατον ἐκ τοῦ περιέχοντος
13. ἡμᾶς ἀέρος εἴσω τοῦ σώματος εἰς μὲν τὰς κατὰ
14. πνεύμονα πρώτας ἀρτηρίας ἐλθόντος, ἔπειτα δὲ εἰς τὴν
15. καρδίαν καὶ τὰ ἄλλας. εἰς ὅσον οὖν ὑγροτέροις ὁμιλεῖ σώμασιν,
16. εἰς τοσοῦτο εἰκὸς αὐτὸ παχυμερέστερόν τε καὶ ἁπαλωδέστερον
17. γίνεσθαι. θερμότερον δὲ γίνεται, ἀλλ’ ὡς ἀτμὸς
1. ἄνω φερόμενον οὔτε ἀφανῆ τὴν κένωσιν, οὔτε οὕτως ὠκεῖαν
2. ἕξει. Πραξαγόρας μὲν οὖν καὶ παχυμερέστερον αὐτὸ καὶ
3. ἱκανῶς ἀτμῶδες εἶναί φησιν, Ἐρασίστρατος δὲ, ὅπη μὲν ἔχει
4. πάχους, οὐ διώρισεν, ἐξ ὧν δ’ ὑπὲρ αὐτοῦ λέγει τεκμήραιτ’
5. ἄν τις, οὐδαμῶς αὐτὸ προσήκειν εἶναι λεπτόν. τάς τε
6. γὰρ ἀρτηρίας ὑπ’ αὐτοῦ πληρουμένας διαστέλλεσθαί φησι,
7. καὶ τὰς τῶν μυῶν κοιλίας ὡσαύτως, οὐδετέρου δὴ τούτων
8. γίγνεσθαί ποτ’ ἂν δυνηθέντος, εἰ λεπτομερὲς ἀκριβῶς ὑπῆρχεν·
9. οὐ γὰρ δὴ ἴσχεσθαί γε τὸ τοιοῦτο μᾶλλον ἐν τοῖς σώμασιν,
10. ἀλλ’ ἐκπέμπεσθαι πρέπει. τί ποτ’ οὖν ἐκφυσώμενον
11. οὐ φαίνεται παραπλησίως τῷ κατὰ τὰς ἐκ τοῦ θώρακός τε
12. καὶ τοῦ περιτοναίου καὶ τῆς φάρυγγος τρώσεις; γελοῖον δ’
13. ἴσως ποιοῦμεν ἐξ ἑτέρων αὐτὸ συλλογιζόμενοι, παρὸν αὐτοὺς
14. ὑπομνῆσαι τῶν ἀρτηριῶν, ἐξ ὧν ὅταν ἀθρόον ἐξακοντίζηται
15. τὸ αἷμα, σαφῶς ἐκφυσώμενον φαίνεται. ὡς γὰρ
16. θερμότερον, οὕτω καὶ ἀτμωδέστερον τὸ κατὰ τὰς ἀρτηρίας
17. αἷμα. οὐ μὴν αὐτός γε καθ’ ἑαυτὸν ἀτμὸς, ἢ ἀὴρ, ἢ αἰθὴρ,
18. ἢ ὅλως πνεῦμα περιεχόμενον ἐν αὐτῷ φαίνεται. καὶ γὰρ, 
1. εἰ τῇ λεπτοτάτῃ βελόνῃ διατρήσαιο ἀρτηρίαν, εὐθὺς ἐξακοντίζεται
2. τὸ αἷμα. ἐχρῆν δ’, οἶμαι, καὶ εἰ μὴ διὰ τοῦ μεγάλου
3. τραύματος, ἀλλὰ γοῦν τοῦ μετρίου, μὴ ταχέως, μηδ’
4. ἀναισθήτως, ἀλλ’ ἐν χρόνῳ πλείονι κενοῦσθαι τὸ πνεῦμα.
5. πρὶν γὰρ ἐκεῖνο κενωθῇ, πάντως οὐκ ἐκπίπτει διὰ τοῦ
6. τραύματος τὸ αἷμα, λέγοντός γε αὐτοῦ τοῦ Ἐρασιστράτου,
7. τὰς ποῤῥωτάτω κειμένας ἀρτηρίας πρώτας ἀπολαύειν τῆς
8. μεταχύσεως. εἰ δὲ καὶ μὴ πρὸς ἐκείνου γεγραμμένον ἦν, ἐξ
9. ἀνάγκης ἠκολούθησε ταῖς ὑποθέσεσιν. εἰ γὰρ συνεχὲς αὐτῷ
10. πάντως ἐστὶ τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα, καὶ οὕτως εὐκίνητόν
11. τε καὶ λεπτὸν, ὡς ἐν ἀκαρεῖ χρόνῳ κενοῦσθαι ῥᾳδίως,
12. οὐ τὸ μὲν ἐν ταῖς διαιρουμέναις ἀρτηρίαις κενωθήσεται μόνον,
13. τὸ δ’ ἐν ταῖς ἄλλαις ἁπάσαις μενεῖ. πρόδηλον γὰρ,
14. ὡς τῷ προτέρῳ τῷ κατὰ τὴν τετμημένην τὸ λοιπὸν ἅπαν
15. ἑτοίμως ἀκολουθήσει, καὶ πρώτη ταῖς ὑστάταις ἐπίδηλος ἡ
16. κένωσις γενήσεται, μηκέτ’ ἐχούσαις ἑτέρας, ὅθεν μεταληφθήσεται.
17. ἐν αὐτῇ οὖν πρώτως κίνδυνος τοῦ κενὸν γενέσθαι
18. τόπον, εἰ μὴ τῇς οὐσίας πληρώσειε τὴν χώραν τοῦ
1. μεταλαμβανομένου πνεύματος. καὶ διὰ τοῦτο ἐξ ἀνάγκης
2. ἕπεται τὸ διὰ τῶν συναναστομώσεων, ὡς αὐτός φησιν, αἷμα
3. τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, καὶ τοῦτο, ὥσπερ προδεδεμένον
4. τῷ κατὰ τὰ πέρατα τῶν ὑστάτων ἀρτηριῶν πνεύματι,
5. πρῶτον μὲν ἅπαντος τοῦ ἄλλου αἵματος, ὕστατον δὲ
6. παντὸς τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος κενωθήσεται. δύο
7. οὖν ἄτοπα μέγιστα συμβήσεται κατὰ τὸν λόγον, πρότερον
8. μὲν τὸ διὰ τοῦ κατὰ τὴν βελόνην τρήματος ἅπαν ἐκκενοῦσθαι
9. τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα ταχέως οὕτως, ὥστε
10. λαθεῖν, δεύτερον δὲ τὸ ζῇν ἔτι τὸ ζῶον, ἅπαντος τοῦ ζωτικοῦ
11. πνεύματος ἐκκενουμένου. ἀλλὰ τοιαῦτα καὶ μετ’ ὀλίγον
12. ἐξέσται διελθεῖν.

Cliquer un n° de page pour en afficher l’image