13. Ἐπὶ δὲ τὸ λοιπὸν τῶν προτεθειμένων μεταβάντες
14. ἐπιδείξομεν, ὡς οὐδ’ εἰ παρὰ τῆς καρδίας θλιβούσης
15. ἐπιπέμποιτο τὸ πνεῦμα ταῖς ἀρτηρίαις, πιθανὸν οὐδ’
16. αὐτὸ οὕτως ἐστὶ τὸ τῆς παρεμπτώσεως δόγμα. τί γὰρ καὶ
17. βούλεται; πότερον τὸ εἰς ἔσχατον πεφυκέναι συστέλλεσθαι
18. τὰς ἀρτηρίας, ὥσπερ καὶ τὰς φλέβας, ἢ, ὅπερ ἀληθές ἐστι,
1. μέχρι τινός; ἔστω τὸ πρότερον, τὸ εἰς ἔσχατον, ἵνα μηδὲν
2. παραλείπηται. ἀλλ’ εἰ τοῦτο, μοχθηρὸς ὁ λόγος ἔσται καὶ
3. ἀπέραντος παρὰ τὸ τῆς διαιρέσεως ἐλλειπές. οὐκέτι γὰρ
4. ἔξεστι λέγειν, κενουμένου τοῦ πνεύματος ἤτοι κενὸς ἔσται
5. τόπος ἀθρόος, ἢ τὸ συνεχὲς ἀκολουθήσει. ἀλλ’ ὑπομνήσωμεν
6. αὐτὸν, ὡς καὶ τρίτον ἐστὶ παραλειπόμενον ἐν τῇ διαιρέσει,
7. τὸ κενούμενον ἀγγεῖον συσταλήσεται, καὶ διὰ τοῦτ’
8. ἀπέραντος ὁ λόγος γενήσεται. παραληφθέντος γὰρ ἑνὸς
9. λήμματος ἀληθοῦς, τοῦ, ἀλλὰ μὴν οὐ γίγνεται κενὸς
10. ἀθρόος τόπος, οὐκέτ’ ἔξεστι λέγειν τὸ, ἄρα συνεχὲς ἀκολουθήσει.
11. ἀλλὰ τί ποτ’ ἔσται τὸ συμπέρασμα; ἤτοι ἄρα
12. τὸ συνεχὲς ἀκολουθήσει, ἢ τὸ ἀγγεῖον συσταλήσεται. οὕτως
13. μὲν οὖν μοχθηρὸς ὁ τῆς παρεμπτώσεως ἐπιδειχθήσεται λόγος,
14. εἰ τελέως ἡ ἀρτηρία συστέλλοιτο. εἰ δὲ μέχρι ποσοῦ
15. τινος, ἐκεῖνος αὖθις ὁ λόγος ἀποδειχθήσεται μοχθηρὸς,
16. ἐὰν τὸ κατὰ τοὺς ἁπαλοὺς καλάμους ἀναμνησθῶμεν φαινόμενον,
17. οὓς ἐμφυσῶντες ἐπὶ τοσοῦτον αὐτοὺς διαστέλλομεν,
18. ἐφ’ ὅσον πεφύκασιν. εἶτ’ αὖθις ἐκκενοῦται κατὰ τὸ πέρας
1. ὁ ἀὴρ τοσοῦτος, εἰς ὅσον ὁ κάλαμος πέφυκε συστέλλεσθαι.
2. πλέον γὰρ ἂν ὁ κάλαμος οὔτ’ ἐκτείνοιτο φυσώντων, οὔτ’ αὖ
3. συστέλλοιτο. ὅσον γὰρ ἐνεφυσήσαμεν, τοσοῦτ’ ἀναγκαῖον
4. κενοῦσθαι μόνον· ὅσον δ’ ἔφθανεν ἀέρος περιέχεσθαι, καὶ
5. πρὶν ἡμᾶς ἐμφυσῆσαι, τοῦθ’ ὑπομένειν ἀναγκαῖον. οὕτως
6. οὖν ἔχει καὶ κατὰ τὰς ἀρτηρίας· περιέχεται μὲν γάρ τι
7. πνεῦμα, καὶ συνεσταλμένων αὐτῶν, ἐπιπέμπεται δ’ ἕτερον
8. ὑπὸ τῆς καρδίας πληρούσης, καὶ τοῦτο ἐπιπληροῖ μὲν αὐτῶν
9. τὰς κοιλίας, παρ’ ὃν χρόνον ἐξέρχεται, καὶ τὴν διαστολὴν
10. ἐργάζεται, κενουμένων δὲ συστέλλεσθαι πάλιν, εἰς ὅσον
11. ἐξ ἀρχῆς ἐπιτρέψει. οὐκ οὖν οὐκέτι οὐδὲ κατὰ τοῦτον τὸν
12. λόγον οὐδεμία τῆς τοῦ αἵματος παρεμπτώσεως ἀνάγκη. τά
13. τε γὰρ ἄλλα καὶ πολὺ σφοδρότερον διὰ τοῦ στόματος ἐμφυσῶμεν
14. ἡμεῖς τοῖς καλάμοις ἢ ταῖς ἀρτηρίαις ἡ καρδία.
15. χρὴ δὲ δήπου τὸ σφοδρότερον ἐμφυσώμενον μᾶλλόν τε καὶ
16. θᾶττον κενοῦσθαι. ἀλλ’ ὅμως οὐδ’ εἰ τὸν κάλαμον αὐτὸν
17. ἐπιστήσειέ τις κατὰ τῶν ἀνέμων ἁπάντων, οὐδ’ οὕτως ἔσται
18. τις ἐν τοῖς καλάμοις τόπος κενὸς, ἀλλ’ ἀεὶ μὲν ὁδὸν ἕξει
1. τὴν εὐρυχωρίαν τοῦ καλάμου τὸ διαῤῥέον πνεῦμα, κενωθήσεται
2. δ’ οὐδέποθ’ οὕτως, ὡς δεηθῆναί τινος ἑτέρου σώματος
3. ἀναπληροῦντος τὴν χώραν τοῦ κενωθέντος.
⟨
(An in art. nat. sanguis contin.) [n° 024 Fichtner] [GalLat]
An in arteriis natura sanguis contineatur
Εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχηται
Si du sang est naturellement contenu dans les artères
Whether Blood is Naturally Contained in the Arteries (Art. Sang.)
Albrecht, 1911; Furley, Wilkie, 1984.
An in arteriis natura sanguis contineatur, 1822, vol. 4, p. 703-736. urn:cts:greekLit:tlg0057.tlg023.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).
An in arteriis natura sanguis contineatur, 3, ed. Kühn, 1822, vol. 4, p. 709-712. urn:cts:greekLit:tlg0057.tlg023.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩