Galenus. An in arteriis natura sanguis contineatur (An in art. nat. sanguis contin.) [n° 024 Fichtner] [GalLat]

Εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχηται
Si du sang est naturellement contenu dans les artères
Whether Blood is Naturally Contained in the Arteries (Art. Sang.)
Albrecht, 1911; Furley, Wilkie, 1984.
An in arteriis natura sanguis contineatur, 1822, vol. 4, p. 703-736. urn:cts:greekLit:tlg0057.tlg023.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).

An in arteriis natura sanguis contineatur, 4, ed. Kühn, 1822, vol. 4, p. 712-717. urn:cts:greekLit:tlg0057.tlg023.1st1K-grc1:4

4. Ἐπεὶ τοίνυν τὸ προκείμενον ἱκανῶς
5. ἀποδέδεικται, τί κωλύει προσθεῖναί τινα καὶ τῶν ἄλλων
6. ἀτόπων; ἅπαντα μὲν γὰρ διελθεῖν ἀδύνατον, οὕτω πολὺ
7. πλῆθος αὐτῶν ἐστιν. ἓν μὲν δὴ καὶ πρῶτον ἄτοπον τὸ
8. δεῖν πάντα ἐπὶ πάσῃ τρώσει, κᾂν τὸ δέρμα μόνον ᾖ τετρωμένον
9. ὑπὸ τῆς λεπτοτάτης βελόνης, ἁπάσας μὲν τὰς ἀρτηρίας
10. αἵματος πληροῦσθαι, πυρετὸν δ’ ἐξ ἀνάγκης ἕπεσθαι.
11. φανερὸν δ’ ἔσται τὸ λεγόμενον, ἁρμοζομένης ἡμῶν τῆς ἀποδείξεως
12. ἐπ’ αὐτῶν τῶν κατὰ τὰς ἀρτηρίας τρώσεων.
13. καὶ μὲν δή μοι νόει βελόνην λεπτὴν διὰ τῆς μασχάλης εἰς
14. ὅλην τὴν χεῖρα νενεμημένην ἀρτηρίαν. τί τοίνυν συμβήσεται
15. κατὰ τὸν Ἐρασίστρατον; ἐκκενοῦσθαι μὲν δηλονότι
16. τὸ κατ’ αὐτὴν πνεῦμα, συγκενοῦσθαι δ’ αὐτῇ καὶ τὸ τῶν
17. πλησίων ἀρτηριῶν. πλησίον δ’ εἰσὶ τῆς εἰρημένης αἵ τ’ ἀπ’
18. αὐτῆς εἰς τὴν χεῖρα νεμόμεναι καὶ ἡ μεγάλη ἡ ἀπὸ τῆς 
1. καρδίας, ἀφ’ ἧς αὐτὴ πέφυκεν. ἀλλ’ εἴπερ αὕτη κενωθήσεται,
2. πᾶσα δήπουθεν ἀνάγκη, πλησίον οὖσαν αὐτῆς τὴν
3. ἀριστερὰν κοιλίαν τῆς καρδίας συνεκκενοῦσθαι, τήν τ’ ἐπὶ
4. τὴν κεφαλὴν ἀνιοῦσαν καὶ τὴν ἐπὶ τὴν ῥάχιν καταφερομένην.
5. εἰ γὰρ ἅπαντι τῷ κενουμένῳ μέρει τῆς ἀρτηρίας τὰ
6. πλησιάζοντα συνεκκενοῦται, πλησιάζει δὲ ἀεὶ τὰ ἀπ’ αὐτῆς
7. πεφυκότα, καὶ ἀφ’ ὧν αὐτὴ πέφυκεν, εὔδηλον, ὡς ἥ τ’ ἀριστερὰ
8. κοιλία τῆς καρδίας καὶ τῶν εἰρημένων ἑκατέρα συνεκκενωθήσεται
9. τῇ κατὰ τὴν μασχάλην. ἐπεὶ τοίνυν ἀπὸ μὲν
10. τῆς ἑτέρας αὐτῶν αἱ κατὰ τὸν τράχηλόν τε καὶ τὴν κεφαλὴν
11. ἅπασαι πεφύκασιν, ἀπὸ δὲ τῆς ἑτέρας αἱ καθ’ ὅλον
12. τὸ λοιπὸν σῶμα, δῆλον, ὡς καὶ ταύτην ἀνάγκη συνεκκενοῦσθαι
13. μέχρι τῶν περάτων. ἀλλ’ ὅταν πρῶτον ἐπὶ τὰ πέρατα
14. τῶν ἀρτηριῶν ἡ κένωσις τοῦ πνεύματος ἐξικνῆται, μεταχεῖσθαι
15. συμβήσεται κατὰ τὰς ἀναστομώσεις ἐκ τῶν φλεβῶν εἰς
16. αὐτὰς τὰς ἀρτηρίας αἷμα, καὶ τοῦτο μόνον τῷ κενουμένῳ
17. πνεύματι, τὸ μὲν ἀπὸ τῶν κάτω μερῶν τοῦ σώματος ἐπὶ τὴν
18. κατὰ ῥάχιν ἀρτηρίαν καὶ τὴν καρδίαν ἀφικνεῖσθαι, κᾄπειθ’
1. οὕτως ἐπὶ τὴν μασχάλην, τὸ δ’ ἀπὸ τοῦ κατὰ τὴν κεφαλὴν
2. ἐπὶ μὲν τὴν ἄνω φερομένην, τὴν προτέραν, ἑξῆς δ’
3. ἐπὶ τὸν τράχηλον καὶ τὴν τετρωμένην. οὕτω δὲ καὶ τὸ
4. διὰ τῶν κατὰ τὴν χεῖρα πασῶν ἀρτηριῶν μεταληφθὲν αἷμα,
5. τῷ πνεύματι συνακολουθοῦν, ἐπὶ τὴν διῃρημένην ἀρτηρίαν
6. ἐγχυθήσεται, καὶ πᾶν οὕτω τὸ καθ’ ὅλον τὸν ὄγκον αἷμα
7. ῥυήσεται πρὸς τὴν διαίρεσιν. ἀλλὰ τοῦτο μὲν καὶ πάνυ
8. ἀληθές. φαίνεται δὲ διὰ μιᾶς ἀρτηρίας ἡστινοσοῦν τῶν
9. ἀξιολόγων, εἰ μὴ κωλύσειας αὐτῶν τὴν ῥύσιν, ἅπαν ἐκκενούμενον
10. τὸ καθ’ ὅλον τὸν ὄγκον αἷμα. μάχεται δ’, ὡς ἐδείξαμεν,
11. οὐ τοῖς κατὰ τὰς ἀρτηρίας αἷμα περιέχειν φάσκουσιν,
12. ἀλλ’ Ἐρασιστράτῳ τε καὶ τοῖς οἰκείοις, ὄργανα τοῦ ζωτικοῦ
13. πνεύματος ὑπάρχειν αὐτάς. ἀναγκαῖον γὰρ ἔσται, βελόνῃ
14. τρωθείσης τῆς εἰρημένης ἀρτηρίας, πρῶτον μὲν ἐκκενοῦσθαι
15. τὸ ζωτικὸν πνεῦμα πᾶν, ἔπειτα δὲ εἰς ἁπάσας τὰς
16. ἀρτηρίας αἷμα μεταχεῖσθαι· τὸ δὲ πάντων δεινότατον, ὅτι
17. καὶ εἰς αὐτὴν τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας. εἶτα πῶς
18. οὐκ ἐπνίγη τὸ ζῶον, αἵματος ἐμπλησθείσης τῆς κοιλίας
1. ταύτης, ἢ οὐκ ἀπέθανεν ἔμπροσθεν, ἡνίκα ἐξεκενοῦτο τὸ
2. πνεῦμα τὸ ζωτικὸν, ἢ τὰς τῶν μυῶν κινήσεις οὐκ ἀπέλειπεν,
3. ἢ τὰς αὐτῶν τῶν ἀρτηριῶν οὐκ ἐβλάβη, ἢ πυρετὸς
4. οὐκ ἠκολούθησεν αὐτῷ; πάντα γὰρ ταῦτα ἀναγκαῖον
5. ἦν συμπίπτειν κατὰ τὸν Ἐρασίστρατον οὕτως, ὅτε μήτε τὰς
6. κινήσεις τῶν ἀρτηριῶν ὑπελάμβανε τεταγμένας διαμεῖναι
7. δύνασθαι, μηδὲ τὴν τοῦ πνεύματος χορηγίαν ἐν ἅπασι
8. τοῖς μορίοις ἀκώλυτον, ὅτι μὴ κενὰ παντελῶς αἵματος ὑπάρχουσιν,
9. ἕπεσθαί τε πυρετὸν ἐξ ἀνάγκης, ὅταν εἰς τὸ ἐντὸς
10. τῶν βουβώνων καὶ μασχαλῶν ἀρτηρίας αἵματος παρέμπτωσις
11. γένηται. καὶ μὴν οὐδὲν τούτων φαίνεται συμπίπτον τῷ ζώῳ.
12. πειραθῆναι δὲ ἔστι παντὶ τῷ βουλομένῳ, καθότι καὶ ἡμεῖς
13. ἐπειράθημεν πολλάκις τρώσαντες τὴν προειρημένην ἀρτηρίαν.
14. οὐ χαλεπῶς δὲ ἐξευρήσεις αὐτὴν καὶ πρὶν γυμνῶσαι
15. τὸ δέρμα τῷ σφυγμῷ τεκμαιρόμενος. διασημαίνει γὰρ ἡ
16. κίνησις ἐν μὲν τοῖς ἰσχνοῖς ζώοις ἐπιπλέον, ἐν δὲ τοῖς πίοσιν
17. πλησίον τοῦ κατ’ ὀλέκρανον ἄρθρου. ταύτῃ τοίνυν, εἴπερ
18. ἂν δεήσῃ, τιτρώσεις, ᾒ γραφεῖον ὀρθώσας καὶ καθιεὶς,
1. ἢ βελόνην, ἤ τι τῶν ἰατρικῶν μαχαιρίων τῶν ἰσχνῶν, ἤ τι
2. τῶν παραπλησίων ὀργάνων, ὅσα βραχεῖαν δύναται ποιῆσαι
3. τὴν διαίρεσιν, ἵνα τά τ’ ἄλλα πάνθ’, ὅσα πρόσθεν εἴρηται,
4. κατὰ τὸν τόπον ἀποδείξῃς αὐτῶν, καὶ ὡς οὐδὲν οὔθ’ αἱ
5. τῶν ἀρτηριῶν κινήσεις οὔθ’ αἱ τῶν μυῶν παραβλάπτονται.
6. μὴ τοίνυν ὅτι μεγάλης ἀρτηρίας τιτρωσκομένης ἀνάγκη
7. ταῦτα συμβαίνειν, ἀλλὰ καὶ μικρᾶς τῆς τυχούσης καὶ τοῦ
8. δέρματος μόνον. οὐ γὰρ τοῦτο βούλεται πλέγμα τῶν τριῶν
9. ἀγγείων ὑπάρχειν, ὥστ’, εἰ καθ’ ὁτιοῦν αὐτῶν μέρος νύξειας
10. βελόνῃ λεπτῇ, πάντως τὰ τρία γένη τῶν ἀγγείων τετρώσεται.
11. νυττέσθω τοίνυν τὸ κατὰ τὸν βραχίονα δέρμα τὸ ἐπικείμενον
12. τῇ κατὰ τὰς μασχάλας ἀρτηρίᾳ, εἶτ’ ἐκκενούσθω
13. τὸ διὰ τῆς ἀδήλου μὲν πρὸς τὴν ὄψιν διαπνοῆς, ὅπερ
14. Ἐρασίστρατος βούλεται γίγνεσθαι, τετρωμένης ἀρτηρίας
15. πνεῦμα, συνεκκενούσθω δ’ αὐτῷ καὶ τὸ συνεχὲς τὸ κατὰ
16. τὴν ὑποκειμένην ἀρτηρίαν τὴν μεγάλην, τὴν διὰ τῆς μασχάλης.
17. πάντη γάρ που τό γε ἐπικείμενον τοῖς μορίοις τοῦ
18. σώματος δέρμα πρὸς τῶν ὑποκειμένων ἀρτηριῶν ἀποφύσεις
19. τινὰς λαμβάνει· ἀλλ’ εἰ καὶ παρ’ ἄλλων τινῶν, οὐδὲν ἐμοί
1. γ’ οὖν διαφέρει. συνεκκενωθήσονται γὰρ, αἵτινες ἂν
2. ὦσι, ταῖς κατὰ τὸ τιτρωσκόμενον δέρμα συνεχέσιν, ἐκείναις
3. δὲ αἱ λοιπαὶ πᾶσαι· ταῦτα γὰρ ἐδείχθη μικρῷ πρόσθεν.
4. εἶτα πῶς οὐκ ἄτοπον, κᾂν εἰ τῇ λεπτοτάτῃ βελόνῃ
5. τρωθείη τὸ δέρμα, εὐθὺς οὕτω πάσας μὲν ἐμπίπλασθαι
6. τὰς ἀρτηρίας αἵματος, πυρετὸν δ’ ἐξ ἀνάγκης ἕπεσθαι;

Cliquer un n° de page pour en afficher l’image