7. Πρὸς ταῦτ’ ἐγὼ μὲν ᾠόμην αὐτὸς μήτ’
8. ἀντιλέξειν μηδένα, μαθήσεσθαί τε τὰ κακῶς ἐγνωσμένα.
9. οὐ μὴν ἐθέλουσί γε, ἀλλ’ ὥσπερ οἱ παντελῶς ἰδιῶται παλαισμάτων,
10. οὐ γνωρίζοντες κείμενον ἐπὶ γῆς ἐνίοτε τὸν νῶτον
11. αὑτῶν, ἔχονται τραχήλου τῶν καταβαλόντων, οὐδ’ ἐπιτρέποντες
12. ἀναστῆναι, τὸν αὐτὸν τρόπον καὶ οὗτοι ἀμαθεῖς
13. ὄντες τῶν ἐν τοῖς λόγοις πτωμάτων, οὐκ ἐπιτρέπουσιν ἀπαλλάττεσθαι,
14. κενάς τινας ἀεὶ στροφὰς στρεφόμενοι καὶ παντοίως
15. λογιζόμενοι, μέχρι τοῦ, μισήσαντός τινος τὴν ἀναισχυντίαν
16. ἅμα καὶ τὴν ἀμαθίαν αὐτῶν, ἀποδυσπετήσαντας
17. χωρισθῆναι. οἵ γε καὶ νῦν οὐκ αἰδοῦνται λέγοντες, ὡς ἐκ
1. τῶν πλησίων μόνων συναναστομώσεων ἡ μετάληψις ταῖς
2. ἀρτηρίαις τοῦ αἵματος γίγνεται, μὴ μεμνημένοι μήθ’
3. ὅτι τὰς ἐσχάτας αὐτὸς Ἐρασίστρατος εἴρηκε κενοῦσθαι πρώτας,
4. μήθ’ ὅτι φαίνεται τοῦτ’ ἐναργῶς, ἐφ’ ὧν αὐτὸς ἐκεῖνος
5. ἔγραψεν ἀνατομῶν. ἐν γὰρ τῷ διαιρεῖσθαι τὸ ἐπιγάστριον
6. ἅμα τῷ περιτοναίῳ κατὰ τὸ μεσεντέριον ἀρτηρίας
7. ἰδεῖν ἔστι σαφῶς, ἐπὶ μὲν τῶν νεοθηλῶν ἐρίφων γάλακτος
8. πλήρεις, ἐπὶ δὲ τῶν τελείων ζώων ἀλλοίας, οὐ μὴν πνεῦμά
9. γε μόνον ὤφθησαν ἔχουσαι πώποτε, καθάπερ οὐδ’ ἄλλη
10. τις ἀρτηρία γυμνωθεῖσα. νομίζω δ’ αὐτοὺς εἰς τοσοῦτο
11. ἀμαθεῖς εἶναι τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων, ὡς
12. μηδ’ αὐτοὺς τοῦτο γινώσκειν, ὅτι καλῶς εἴρηκεν ὁ Ἐρασίστρατος
13. ἐσχατιὰς τὰς κατὰ τὸ μεσεντέριον ἀρτηρίας, παραβάλλων
14. αὐτὰς δηλονότι ταῖς κατ’ ἐπιγάστριον. οἴονται γὰρ
15. ἴσως, ὅτι τῇ θέσει πλησίον εἰσὶν, οὕτω καὶ τῇ συνεχείᾳ
16. πλησίον ὑπάρχειν αὐτὰς, οὐκ εἰδότες, ὡς ἀπὸ τῆς ἐπὶ τῇ
17. ῥάχει μεγάλης ἀρτηρίας ἑκάτεραι πεφύκασιν, αἱ μὲν κατὰ
1. τὸ μεσεντέριον ἅπασαι, τῶν δὲ κατ’ ἐπιγάστριον αἱ πλεῖσται.
2. καί τινες καὶ ἀπὸ βουβώνων ἀνιοῦσαι καὶ αἱ ἀπὸ
3. τοῦ στέρνου κατιοῦσαι συνεχεῖς εἰσι ταῖς κατὰ τὸ μεσεντέριον
4. ἀρτηρίαις διὰ τῆς μεγάλης τῆς κατὰ τὴν ῥάχιν. οὔκουν
5. ἐνδέχεται διαδοθῆναι τὸ πάθος ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰς
6. ἑτέρας, οὔτ’ οὖν κένωσιν, οὔτ’ ἄλλο οὐδὲν, μὴ διὰ τῆς ἐπὶ
7. τῇ ῥάχει πρότερον ὁδοιπορῆσαν. ᾧ γὰρ δὴ ἔοικε μάλιστα,
8. καὶ δὴ πειράσομαι φράσαι. νόησόν μοι τὴν μὲν ἀρτηρίαν
9. τὴν ἐπὶ τῇ ῥάχει καθάπερ τι δένδρου πρέμνον, τὰς δ’
10. ἀπ’ αὐτῆς φυομένας οἷον κλάδους. ἴσαι δ’ αὗται σχιζόμεναι
11. τελευτῶσιν οἷον βλαστήματά τινα καὶ φύλλα. ὡς
12. οὖν τὰ φύλλα πολλάκις ἀπὸ διαφερόντων πλησίον μέν ἐστιν
13. τῇ θέσει, ποῤῥωτάτω δὲ τῇ πρὸς ἄλληλα συνεχείᾳ, (διὰ
14. μέσου γὰρ ἑνοῦται τοῦ πρέμνου,) τὸν αὐτὸν τρόπον καὶ αἳ
15. κατ’ ἐπιγάστριον ἀρτηρίαι ταῖς κατὰ μεσεντέριον ἐγγυτάτω
16. κείμεναι διὰ μακροτάτου συνάπτονται. εἰς οὖν τὰς ἐσχάτας
17. ἀρτηρίας (τοῦτο γὰρ ἐξ ἀρχῆς ἐλέγετο) μεταχεῖται πρότερον
1. ἢ εἰς τὰς ἄλλας ἁπάσας τὸ αἷμα, καὶ διὰ τοῦτ’
2. ἀναγκαῖον, ἵν’ ἐπὶ τὰς τετρωμένας ἀφίκηται, ἅπαν ἐκκενωθῆναι
3. τὸ ζωτικὸν αἷμα. τοῦτο δ’ ὡς ἄτοπόν ἐστιν, ἔμπροσθεν
4. ἐδείχθη. τάχ’ οὖν ἤδη τις θαυμάζοι τε καὶ ζητοίη,
5. πόθεν ἐπῆλθε συνετοῖς οὕτως ἀνδράσιν ἄτοπον ἐσχάτως προελέσθαι
6. δόγμα. οὐ γὰρ δὴ ἀπὸ νοῦ γε καταπεσόντες, ἀλλὰ
7. πάντες ὑπό τινων πιθανῶν ἀναπεισθέντες ἐπὶ τοῦθ’ ἧκον.
8. ἀφ’ ὧν μὲν οὖν ἐπείσθησαν, αὐτοὶ διὰ τῶν ἰδίων δηλώσουσι
9. γραμμάτων. ὅτι δὲ πιθανοῖς μὲν, οὐ μὴν ἀληθέσιν ἠκολούθησαν
10. λογισμοῖς, ἐγὼ πειράσομαι δεῖξαι, πρότερόν γε
11. τὸ καθόλου περὶ πάντων τοὺς λογισμοὺς σφάλμα διὰ βραχέων
12. ὑπομνήσας. ἁπάντων γὰρ τῶν εἰς γνῶσιν ἀνθρωπίνην
13. ἡκόντων τὰ μὲν αἰσθήσει, τὰ δὲ λόγῳ φωρᾶται. καὶ τοίνυν
14. ὥσπερ τὰς αἰσθήσεις πολλὰ τῶν αἰσθητῶν καταφεύγει
15. κατὰ τὰς πολλὰς αἰτίας, οὕτω καὶ τὸν λόγον. ὁ μὲν δὴ
16. φιλαλήθης ἀνὴρ οὔτε τῶν ἐναργῶς γιγνωσκομένων ἀφίσταται
17. διὰ τὴν τῶν ἀδήλων ἀγνωσίαν, οὔτε τοῖς ἀγνώστοις
1. συγκατατίθεται διὰ τὴν τῶν ἐναργῶν γνῶσιν. ὁ δὲ μὴ
2. τοιοῦτος ἢ τοῖς ἀδήλοις συνηπόρησε τὰ γινωσκόμενα, ἢ
3. διὰ τοῦτο καὶ τὸ ἄδηλον προσήκατο. πεπόνθασι δὲ τὸ μὲν
4. πρότερον οἱ Σκεπτικοὶ, τὸ δὲ δεύτερον οἱ πλεῖστοι τῶν
5. Δογματικῶν. πῶς μὲν οὖν ἄν τις μηδὲν τοιοῦτο σφάλλοιτο,
6. δι’ ἑτέρων δεδήλωται.
⟨
(An in art. nat. sanguis contin.) [n° 024 Fichtner] [GalLat]
An in arteriis natura sanguis contineatur
Εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχηται
Si du sang est naturellement contenu dans les artères
Whether Blood is Naturally Contained in the Arteries (Art. Sang.)
Albrecht, 1911; Furley, Wilkie, 1984.
An in arteriis natura sanguis contineatur, 1822, vol. 4, p. 703-736. urn:cts:greekLit:tlg0057.tlg023.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).
An in arteriis natura sanguis contineatur, 5, ed. Kühn, 1822, vol. 4, p. 717-721. urn:cts:greekLit:tlg0057.tlg023.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩