7. Νυνὶ δὲ τοῖς περὶ τὸν Ἐρασίστρατον
8. ἐνδείξασθαι τὸ σφάλμα πειράσομαι. οὐ γὰρ ἐξ οἰκείων
9. ἀποδείξεων αἵματος κενὰς τὰς ἀρτηρίας ἀπεφήναντο, ἀλλ’
10. ἐξ ὧν ἠπόρησαν ἐν ἑτέροις, ἀπιστήσαντες τῷ ἐναργῶς, παραπλήσιόν
11. τι παθόντες τοῖς τὴν κίνησιν ἀνελοῦσιν, ὅτι τὸν
12. κατ’ αὐτῶν λόγον ἠπόρησαν διαλύσασθαι. βέλτιον δ’ οἶμαι
13. τὴν μὲν κίνησιν ὡς ἐναργὲς πρᾶγμα τιθέναι, τὸν δὲ κατ’
14. αὐτοὺς λόγον ἐπὶ σχολῆς πειρᾶσθαι διαλύεσθαι· ὡσαύτως
15. δὲ καὶ τὰς ἀρτηρίας, ὅτι μὲν αἷμα περιέχουσιν, ἐκ τοῦ,
16. κᾂν λεπτοτάτῃ τρωθεῖεν βελόνῃ, παραχρῆμα φαίνεσθαι προχεόμενον
1. αὐτὸ συγχωρεῖν, διὰ τί δὲ μηδὲν ἡ φύσις εἰκῆ
2. ποιοῦσα διττὸν τῶν ἀγγείων γένος ἐδημιούργησεν μιᾶς ὕλης
3. περιεκτικὸν, ἰδίᾳ ζητεῖν· οὕτω δὴ καὶ τὸ, πῶς εἰς ἅπαν τὸ
4. σῶμα κομισθήσεται τὸ διὰ τῆς εἰσπνοῆς ἑλκόμενον πνεῦμα,
5. τῶν ἀρτηριῶν αἷμα περιεχουσῶν, ἢ μὴ κομιζομένων, πῶς
6. αἱ κατὰ προαίρεσιν κινήσεις ἔσονται, ἢ πῶς ἡ κατ’ αὐτὰς
7. τὰς ἀρτηρίας κίνησις ἀπαραπόδιστος μένει, μὴ δυναμένη
8. συνοικεῖν ἀμάχως πνεύματι ὑγρῷ. τὰ γὰρ τοιαῦτα προβλήματα
9. μέν ἐστιν ἴδιά τε καὶ καθ’ ἑαυτὰ προβάλλεσθαί τε
10. καὶ ζητεῖσθαι δίκαια, καὶ τάχ’ ἂν τῶν καὶ ἄπειρα νομισθέντι,
11. οὐ μὴν ἱκανά γε τὸ ἐναργὲς ἀνατρέπειν. αὐτίκα
12. γέ τοι τὸ πρῶτον αὐτῶν εἰρημένον ὁμοιότατόν ἐστιν, ὡς
13. εἰ καὶ τοῖς μηρυκάζουσι ζώοις θεασάμενος πλέονας κοιλίας,
14. τὴν μὲν τῆς τροφῆς ὑποδεκτικὴν εἶναι λέγοι, τὴν δὲ τοῦ
15. πόματος, τὴν δὲ τοῦ πνεύματος, οὐ γὰρ τὴν μηδὲν εἰκῆ
16. ποιοῦσαν φύσιν ὑποδοχῆς ἕνεκα μιᾶς ὕλης πολλὰς ἐργάσασθαι
17. τὰς γαστέρας. ὡς γὰρ κᾀνταῦθα χρεία τίς ἐστιν
1. ἑτέρα, δι’ ἣν αἱ πολλαὶ γεγόνασι, καίτοι γε τὴν αὐτὴν
2. ὕλην ὑποδεχόμεναι, οὕτως ἔχει καὶ περὶ τῶν ἀρτηριῶν καὶ
3. τῶν φλεβῶν. αἷμα γὰρ ἀμφότεραι περιέχουσιν, ὡς ὁ πρόσθεν
4. λόγος ἀπέδειξε. διάφοροι δὲ τῇ κατασκευῇ γεγόνασι
5. χρείας τινὸς ἕνεκεν, ἣν ἐν ἑτέροις ὑπομνήμασιν διέξιμεν.
6. αἱ κατὰ προαίρεσιν ἔσονται κινήσεις, ἢ πῶς αἱ τῶν ἀρτηριῶν
7. τεταγμέναι φυλαχθήσονται, καὶ πῶς ἀμαχεὶ δύναται
8. συνεῖναι τὸ αἷμα τῷ πνεύματι. ὥσπερ γὰρ ὁμολογούμενον
9. λαμβάνοντες, τὸ δεῖν ἀπὸ τῆς καρδίας αὐταῖς ἐπιπέμπεσθαι
10. τὸ πνεῦμα, τὰ λοιπὰ συμπεραίνουσιν, οὐκ εἰδότες,
11. ὡς καὶ τοῦτ’ αὐτὸ μοχθηρόν ἐστιν, καὶ ῥᾳδίως ὅπη παρακρούεται
12. φωραθῆναι δύναται. γυμνοῦντες οὖν ἡμεῖς ἑκάστοτε
13. μεγάλας ἀρτηρίας, ἃς ἐνδέχεται, μάλιστα δ’ ἐνδέχεται
14. τὰς κατὰ κῶλα, τοὺς Ἐρασιστρατείους ἐρωτῶμεν, εἰ
15. κᾂν νῦν γοῦν, ὁπότε γεγύμνωνται, δοκοῦσιν ἐν αὐταῖς ἔχειν
16. αἷμα. οἱ δ’ ἐξ ἀνάγκης ὁμολογοῦσιν, ἅμα μὲν ὅτι καὶ
1. αὐτὸς Ἐρασίστρατος αὐτὰς ἐν τῷ διαιρεῖσθαι τὸ δέρμα
2. παρέμπτωσιν αἵματος ἐκ τῆς ἀρτηρίας γίγνεσθαί φησιν, ἅμα
3. δ’ ὅτι καὶ τὸ φαινόμενον οὕτως ἔχει. βρόχῳ γὰρ ἡμεῖς
4. ἑκατέρωθεν τὰς γεγυμνωμένας ἀρτηρίας διαλαμβάνοντες,
5. εἶτ’ ἐκτέμνοντες τοὐν μέσῳ, δείκνυμεν αἵματος μεστάς. ἀλλὰ
6. πῶς, φασὶν, εἰς ὅλον τὸ σῶμα κομισθήσεται τὸ διὰ τῆς
7. ἀναπνοῆς ἑλκόμενον πνεῦμα τῶν ἀρτηριῶν αἷμα περιεχουσῶν;
8. τίς δ’ ἀνάγκη τοῦτο γίγνεσθαι; δύναται γὰρ ἅπαν
9. ἀντεκπνεῖσθαι, καθάπερ τοῖς πλείστοις τε καὶ ἀκριβεστάτοις
10. ἔδοξεν ἰατροῖς τε ἅμα καὶ φιλοσόφοις, οἳ μὴ τῆς
11. οὐσίας, ἀλλὰ τῆς ποιότητος αὐτοῦ δεῖσθαί φασι τὴν καρδίαν
12. ἐμψύχεσθαι ποθοῦσαν, καὶ ταύτην εἶναι χρείαν τῆς
13. ἀναπνοῆς. λαμβάνουσιν οὖν οἱ περὶ τὸν Ἐρασίστρατον
14. κᾀνταῦθα τὸ ζητούμενον αὐτὸ, πρὶν ἀποδεῖξαι, δέον αὐτὸ
15. τοῦτο πάλιν ἰδίᾳ ζητεῖν, ὥσπερ ἡμεῖς πεποιήκαμεν, καὶ
16. πάντες ὅσοι τάξει περὶ τῶν πραγμάτων σκοπούμενοι, καὶ
17. πάντες ὁμοῦ ζητοῦντές τε καὶ πράττοντες. ἀποδέδεικται δ’
1. ἡμῖν ἐν τῷ περὶ χρείας ἀναπνοῆς, ὡς ἤτοι παντελῶς ὀλίγον,
2. ἢ οὐδὲν ὅλως τῆς τοῦ πνεύματος οὐσίας εἰς τὴν καρδίαν
3. μεταλαμβάνεται. τὰ δ’ αὐτὰ διαμαρτάνουσιν κᾀν τῷ
4. προβάλλειν, ὅπως αἱ κατὰ προαίρεσιν γεγυμνωμέναι περιέχουσιν
5. αἷμα. δείκνυμι ἐφεξῆς κινουμένας αὐτὰς ἀπαραποδίστως
6. οὐ πρὸς τὴν ἁφὴν μόνον, ἀλλὰ καὶ πρὸς τὴν
7. ὄψιν. εἶτα ἐπερωτῶμεν λόγον, οὗ τὰ λήμματα καὶ πρὸς
8. αὐτῶν ἐκείνων ὡμολόγηται. φασὶ γὰρ ἀληθὲς ὑπάρχειν
9. τουτὶ τὸ συνημμένον. εἰ δὲ καὶ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι,
10. καὶ παρὰ καρδίας πληροῦνται πνεύματος, διαφθαρήσεται
11. τῶν ἐν αὐτοῖς κινήσεων ἡ τάξις. αὐτὸ μὲν γὰρ
12. καθ’ ἑαυτὸ τὸ τοιοῦτο συνημμένον, εἰ αἷμα περιέχουσιν αἱ
13. ἀρτηρίαι, διαφθαρήσεται τῶν ἐν αὐταῖς κινήσεων ἡ τάξις,
14. οὔτ’ ἐκεῖνοι τολμῶσιν ἀληθὲς εἶναι λέγειν, οὔτ’ ἄλλος τις
15. νοῦν ἔχων, δυναμένων γε δὴ τῶν ἀρτηριῶν οὐ διὰ τὸ
16. πληροῦσθαι παρὰ τῆς καρδίας διαστέλλεσθαι, ἀλλ’, ὅτι
1. διαστέλλονται, διὰ τοῦτο πληροῦσθαι. χρὴ τοίνυν προομολογεῖσθαι
2. τὸ παρὰ τῆς καρδίας αὐτὰς πληροῦσθαι
3. πνεύματος, εἰ μέλλει τὸ συνημμένον ἀληθὲς ἔσεσθαι.
4. ἀμφοτέρων γὰρ τεθέντων, τοῦ τε περιέχειν αἷμα, καὶ τοῦ
5. παρὰ τῆς καρδίας πληρουμένας διαστέλλεσθαι, τῷ διαφθείρεσθαι
6. τῶν κατὰ φύσιν ἐν αὐταῖς κινήσεων τὴν τάξιν,
7. ἐξ ἀνάγκης ἕπεται, θατέρῳ μόνῳ κατ’ οὐδεμίαν ἀνάγκην
8. ἑπομένην. ἐρωτάσθω τοίνυν ὁ λόγος ἐπὶ τῶν γεγυμνωμένων
9. ἀρτηριῶν ᾧδέ πως. εἰ αἱ ἀρτηρίαι καὶ αἷμα περιέχουσι,
10. καὶ παρὰ καρδίας πληρούμεναι διαστέλλονται, διαφθαρήσεται
11. τῶν ἐν αὐταῖς κινήσεων ἡ τάξις· ἀλλὰ μὴν οὐ διαφθείρεται·
12. φαίνεται γὰρ καὶ τοῦτο· οὐκ ἄρα καὶ αἷμα
13. περιέχουσι, καὶ παρὰ καρδίας πληρούμεναι διαστέλλονται.
14. οἱ δέ γε περὶ τὸν Ἐρασίστρατον, καὶ τὰ δύο λήμματα, καὶ
15. τὸ συνημμένον καὶ τὸ ἀντικείμενον τοῦ λήμματος ἐν αὐτῷ
16. προσιέμενοι, οὐκ οἶδ’ ὅπως οὐκέτι προσίενται τὸ συμπέρασμα,
17. τυχὸν ἴσως ἀγνοοῦντες, ἅπερ οὐδὲ τοὺς ἐπιτυχόντας
18. λέληθεν, ὡς ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου
19. οὕτως εἰς ὃ λήγει τὸ ἀντικείμενον τοῦ ἡγουμένου
1. περαίνεται. ἡγουμένου δὴ κατὰ τὸν λόγον ὄντος, οὐ μόνον
2. τοῦ περιέχειν αἷμα τὰς ἀρτηρίας, ἀλλ’, ὡς ἐδείχθη μικρῷ
3. πρόσθεν, καὶ τοῦ παρὰ καρδίας πληρουμένας διαστέλλεσθαι,
4. τὸ συμπέρασμα γενήσεται τῆς τούτου συμπλοκῆς
5. ἀποφαντικόν. ὅπερ γὰρ ἐν συνημμένῳ τῷ ὅλῳ ἀξιώματι,
6. τὸ μὲν ἡγούμενον ᾖ, τὸ συμπεπλεγμένον, τὸ δὲ λῆγον, τὸ
7. ἁπλοῦν, εἶτα προσληφθέντος τοῦ λήγοντος, τὸ ἀντικείμενον
8. ἐξ ἀνάγκης περαίνεται τοῦ συμπεπλεγμένου.
⟨
(An in art. nat. sanguis contin.) [n° 024 Fichtner] [GalLat]
An in arteriis natura sanguis contineatur
Εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχηται
Si du sang est naturellement contenu dans les artères
Whether Blood is Naturally Contained in the Arteries (Art. Sang.)
Albrecht, 1911; Furley, Wilkie, 1984.
An in arteriis natura sanguis contineatur, 1822, vol. 4, p. 703-736. urn:cts:greekLit:tlg0057.tlg023.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).
An in arteriis natura sanguis contineatur, 6, ed. Kühn, 1822, vol. 4, p. 721-727. urn:cts:greekLit:tlg0057.tlg023.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩