9. Πρὸς ταῦτ’ οὖν οὐδὲν ἔχοντες λέγειν,
10. ὥσπερ ἐπί τινα βωμὸν ἐλέους καταφεύγουσι τὴν Πυῤῥωνείαν
11. ἀγροικίαν, οὐκ ὀρθῶς ἔχειν φάσκοντες, ὑποβάλλεσθαι διαλεκτικαῖς
12. περιεργίαις ἰατρικὴν θεωρίαν. εἶθ’ ἡμῶν ἐρωτώντων
13. αὖθις αὐτοὺς, εἰ τοῖς ὁμολογουμένοις λήμμασιν ἐπιφέρειν
14. ὁτιοῦν ἔξεστιν, ἢ μέθοδός τίς ἐστι καὶ τέχνη ἡ διδάσκουσα,
15. τίνων ὁμολογηθέντων τί περαίνεται, πρὸς μὲν
16. ταῦτα οὐδὲν ἀποκρίνονται, μάχης δ’ ὑπαρχούσης, τί γὰρ
1. δὴ καὶ ἔχουσιν ἀποκρίνασθαι; νοῦν ἔχειν ἐναργῶς οὐκ ἔστιν
2. οὐδεμία μέθοδος, ἀλλ’ ἔξεστιν ἁπλῶς ἐπιφέρειν ὁτιοῦν τοῖς
3. δοθεῖσι λήμμασιν, ὡς ἔστι μὲν, οὐ χρηστέον δ’ αὐτῷ
4. πρὸς τὰς ἀποδείξεις. ἀλλ’ ἀμφότερα δεινῶς ἄτοπα. τὸ μὲν
5. γὰρ πρότερον εἰ φαῖεν, ὥσπερ οὖν ἤδη τις ἀναισχυντήσας
6. ἀπετόλμησεν εἰπεῖν, ἑξῆς γε ἀκούσονται παρ’ ἡμῶν τοιούτους
7. λόγους, οἵουσπερ κᾀκεῖνος ἤκουσεν. αἱ ἀρτηρίαι διχίτωνές
8. εἰσιν, ἀλλὰ καὶ τὸ αἷμα ξανθόν ἐστιν, οὐκ ἄρα
9. πνεῦμα μόνον, ἀλλὰ καὶ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι.
10. καὶ γελασάντων γε αὐτῶν, συνείροντες ἡμεῖς ἕτερον ἐπηνέγκαμεν
11. λόγον τοιοῦτον· οἱ κόρακες μέλανές εἰσιν, ἀλλὰ
12. καὶ οἱ κύκνοι λευκοί· οὐκ ἄρα πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις
13. περιέχεται. καὶ πάλιν γελῶντες τρίτον γε τοιοῦτον·
14. τὸ πῦρ θερμόν ἐστιν, ἀλλὰ καὶ ἡ χιὼν ψυχρὰ, καὶ σὺ
15. μωρός· οὐκ ἄρα ἐνδέχεται πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις
16. περιέχεσθαι. ἂν γὰρ ὅλον ἐξῇ τοῖς δοθεῖσι λήμμασιν
17. ὁτιοῦν ἐπιφέρειν, καὶ μηδεμία μέθοδος ᾖ τῆς τοῦ
18. συμπεράσματος εὑρέσεως, τί κωλύει τοιούτους ἐρωτᾶσθαι
19. λόγους; ἐὰν δ’ ᾖ τις τέχνη καὶ μέθοδος, αἷσπερ
1. ὁτιοῦν διαγινώσκεται, τίνων ὁμολογηθέντων τί περαίνεται,
2. πότερον ὁ μὴ γιγνώσκων αὐτὴν, ἢ ὁ γινώσκων μὲν, μὴ
3. χρώμενος δὲ δοκεῖ σοι σωφρονεῖν μᾶλλον, ἢ ὅστις γινώσκει
4. καὶ κέχρηται; θαυμάζω δ’ ὑμῶν, ὦ Ἐρασιστράτειοι, πῶς
5. ὑμνοῦντες ἑκάστοτε τὸν Ἐρασίστρατον τά τ’ ἄλλα καὶ ὡς Θεοφράστῳ
6. συνεγένετο, φεύγειν τολμᾶτε τὰς λογικὰς μεθόδους,
7. ὧν χωρὶς οὔτε Θεόφραστος οὔτε Ἀριστοτέλης ἐνεχείρουν τι
8. γράφειν. ταῦτά τινες αὐτῶν μόγις αἰδεσθέντες, ὥσπερ ἐξ
9. ὕπνου βαθέος ἐγερθέντες, οὐκ ἔτ’ ἀγροίκως τε καὶ ἀγρίως,
10. ἀλλ’ ἤδη λογικῶς τε καὶ ἀνθρωπίνως ἐπιγραφέντες ἐπεχείρουν
11. διαλέγεσθαι, καὶ τί, φασὶν, πλέον ἂν περαίνοιτο
12. πρὸς τοῦ λόγου τοῦ, οὐχὶ καὶ αἷμα ἔχουσιν αἱ ἀρτηρίαι καὶ
13. παρὰ καρδίας πληροῦνται πνεύματος, καὶ ἡμεῖς ἤδη μὲν
14. ἔφαμεν αὐτὸ τοῦτο κακῶς ὑμᾶς ἐπιφέρειν· οὐκ ἄρα αἱ ἀρτηρίαι
15. αἷμα περιέχουσιν. μὴ γὰρ τοῦτ’ εἶναι τὸ περαινόμενον,
16. ἀλλὰ τὸ μὴ δύνασθαι συνδραμεῖν εἰς ταὐτὸ, αἷμά
1. τε περιέχεσθαι ταύτας, καὶ παρὰ καρδίας πληροῦσθαι πνεύματος.
2. ἐφεξῆς δέ τοι πάλιν ἐκ τούτου ποτὲ καὶ τὸ περιέχειν
3. αὐτὰς αἷμα συνάγομεν. ἔσται γὰρ ὁ λόγος τοιοῦτος.
4. εἰ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι, οὐ παρὰ καρδίας πληροῦνται
5. πνεύματος· ἀλλὰ μὴν αἷμα περιέχουσιν αἱ ἀρτηρίαι·
6. οὐκ ἄρα παρὰ καρδίας πληροῦνται πνεύματος. ἐφ’
7. ᾧ πάλιν εἰ βουληθείημεν, τῶν ἔμπροσθεν ἀναμνήσαντες,
8. αὖθις ἐρωτήσομεν ᾧδε· εἰ αἱ ἀρτηρίαι πλήρεις αἵματος
9. ὑπάρχουσιν, καὶ αὗται σφύζουσι τεταγμένως, καὶ ταῖς ἀπ’
10. αὐτῶν πεφυκυίαις οὐ κωλύουσιν ὡσαύτως κινεῖσθαι, ἢ διὰ
11. τὸ πληροῦσθαι παρὰ τῆς καρδίας πνεύματος σφύζουσιν, ἢ
12. δι’ ἄλλην αἰτίαν· ἀλλὰ μὴν οὐ τὸ πρῶτον· ἄρα τὸ δεύτερον.
13. ἐφεξῆς δ’ αὖθις ἐρωτήσομεν ᾡδί· ἢ διὰ τὸ
14. πληροῦσθαι τοῦ παρὰ καρδίας πνεύματος αἱ ἀρτηρίαι διαστέλλονται,
15. ἢ ὅτι διαστέλλονται, πληροῦνται· ἀλλὰ μὴν
16. οὐ τὸ πρῶτον· ἄρα τὸ δεύτερον, τῷ εἶναί τινα δύναμιν ἐν
17. τοῖς χιτῶσιν αὐτῶν, ὑφ’ ἧς διαστέλλονται, πᾶν ἕλκεται τὸ
18. συνεχὲς ἐκ παντὸς μέρους αὐτῶν, ὅθεν ἂν ἐγχωρῇ. νοήσαις
1. δ’ ἂν ἔτι μᾶλλον ἐπὶ παραδειγμάτων τὴν διαφορὰν πληρουμένου
2. διαστέλλεσθαι, καὶ διαστελλομένου πληροῦσθαι.
3. οἱ μὲν γὰρ ἀσκοὶ καὶ οἱ θύλακοι πληρούμενοι διαστέλλονται·
4. αἱ φύσαι δὲ τῶν χαλκέων διαστελλόμεναι πληροῦνται.
5. τὰς τοίνυν ἀρτηρίας ὅτι μὲν ἢ κατὰ τὸν πρότερον ἢ
6. κατὰ τὸν δεύτερον τρόπον ἀναγκαῖον πληροῦσθαι, παντὶ
7. δῆλον. ὅπως δ’ ἔχει τἀληθὲς, ἐπιδέδεικται ἡμῖν καὶ δι’
8. ἄλλων ὑπομνημάτων αὐτάρκως, ἀτὰρ οὐχ ἥκιστα καὶ νῦν
9. πέφανται τὸ διαστελλομένας αὐτὰς ἕλκειν ἐκ παντὸς τοῦ
10. πλησιάζοντος διὰ τῶν περάτων τε καὶ τρημάτων ὅ τι περ
11. ἂν ἑτοιμότατα δύνηται πληρῶσαι τὴν διαστολὴν αὐτῶν.
12. ἢ γὰρ τοῦτο πάντως, ἢ θάτερον· ἐδείχθη δὲ ψεῦδος ἐκεῖνο·
13. δῆλον ὡς τοῦτ’ ἀληθές.
⟨
(An in art. nat. sanguis contin.) [n° 024 Fichtner] [GalLat]
An in arteriis natura sanguis contineatur
Εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχηται
Si du sang est naturellement contenu dans les artères
Whether Blood is Naturally Contained in the Arteries (Art. Sang.)
Albrecht, 1911; Furley, Wilkie, 1984.
An in arteriis natura sanguis contineatur, 1822, vol. 4, p. 703-736. urn:cts:greekLit:tlg0057.tlg023.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).
An in arteriis natura sanguis contineatur, 7, ed. Kühn, 1822, vol. 4, p. 727-731. urn:cts:greekLit:tlg0057.tlg023.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩