14. Ὥσθ’, ὅταν ἀπορῶσι, πῶς εἰς ὅλον τὸ σῶμα
15. παρὰ τῆς καρδίας κομισθήσεται τὸ πνεῦμα πεπληρωμένων
16. αἵματος τῶν ἀρτηριῶν, οὐ χαλεπὸν ἐπιλύσασθαι τὴν ἀπορίαν
17. αὐτῶν, μὴ πέμπεσθαι φάντας, ἀλλ’ ἕλκεσθαι, μήτ’
18. ἐκ καρδίας μόνης, ἀλλὰ πανταχόθεν, ὡς Ἡροφίλῳ τε καὶ
1. πρὸ τούτου Πραξαγόρᾳ, καὶ Φιλοτίμῳ, καὶ Διοκλεῖ, καὶ
2. Πλειστονίκῳ, καὶ Ἱπποκράτει, καὶ μυρίοις ἑτέροις ἀρέσκει.
3. ὅτι μέντοι τῆς διαστελλούσης τὰς ἀρτηρίας δυνάμεως οἷον
4. πηγή τίς ἐστιν ἡ καρδία, καὶ τοῦθ’ ἑτέρωθι πρὸς ἡμῶν
5. ἐπιδέδεικται, καὶ τοῖς προειρημένοις ἅπασιν ἀνδράσιν ὡμολόγηται,
6. καὶ πολλῷ φυσικώτερόν ἐστιν οὕτω δοξάζειν, ἢ ὡς
7. διά τινων ἀψύχων σωμάτων ἡγεῖσθαι φέρεσθαι δι’ αὐτῶν
8. τὸ πνεῦμα. δυνάμεως γὰρ μεταλήψει τὸ ζῶον τοῦ μὴ
9. ζῶντος, οὐκ οὐσίας περιοχῇ διαφέρει. ἀλλ’ οὐ νῦν περί γε
10. τούτου πρόκειται λέγειν, οὐδ’ ἵν’ ἐπεξέλθοιμι τελέως τὸν
11. λόγον, ὑπηρξάμην αὐτοῦ. δέδεικται γὰρ ἐν ἑτέροις ἱκανῶς
12. περὶ τούτων, καὶ μάλιστ’ ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ
13. Πλάτωνος δογμάτων ὑπομνήμασιν, ἀλλ’ ὑπὲρ τοῦ
14. δεῖξαι, τίσιν ἀπατηθέντες οἱ περὶ τὸν Ἐρασίστρατον οὕτως
15. ἄτοπον δόξαν προσήκαντο, καὶ τούτων τῶν δογμάτων ἠναγκάσθην
16. μνημονεῦσαι. καὶ νῦν ἔτι προσθεὶς αὐτοῖς ἕν τι
17. τῶν ἐξ ἀνατομῆς φαινομένων, ἐνταῦθά που καταπαύσω τὸν
1. λόγον. ἔστι δὲ τὸ φαινόμενον τόδε. τῶν προφανῶν τε ἅμα
2. καὶ μεγάλων ἀρτηριῶν εἰ ἐθελήσεις ἡντιναοῦν γυμνῶσαι,
3. πρῶτον μὲν τοῦ δέρματος, ἔπειτα δὲ καὶ τῶν ὑποκειμένων
4. τε καὶ παρακειμένων σωμάτων, ὡς περιβάλλειν αὐτῇ δύνασθαι
5. βρόχον, καὶ μετὰ ταῦτα κατὰ μῆκος χαλάσας κοῖλον
6. ἐνθεῖναι κάλαμον ἤ τινα χαλκοῦν αὐλίσκον εἴσω τῆς ἀρτηρίας
7. διὰ τοῦ χαλάσματος, ὡς ἐπιφράττεσθαι πρὸς αὐτοῦ τό
8. τραῦμα καὶ κωλύεσθαι τὴν αἱμοῤῥαγίαν, ἄχρι μὲν ἂν οὕτως
9. ἔχουσαν ἐπισκέπτῃς, θεάσῃ σφύζουσαν ὅλην, ἐπειδὰν
10. δὲ βρόχον περιβαλὼν σφίγξῃς τὸν χιτῶνα τῆς ἀρτηρίας πρὸς
11. τὸν κάλαμον, οὐκ ἔτ’ ὄψει τὰ μετὰ τὸν βρόχον ἐπισφύζοντα,
12. καίτοι ἡ τοῦ αἵματος τε καὶ τοῦ πνεύματος
13. φορὰ διὰ τῆς τοῦ καλάμου κοιλότητος ἐπὶ τὰ πέρατα τῆς
14. ἀρτηρίας ὡσαύτως ἐπιγίγνεται. καὶ εἴπερ οὕτως εἶχον ἀρτηρίαι
15. τὸ σφύζειν, ἔσφυζον ἂν καὶ νυνὶ τὰ πρὸς τοῖς πέρασιν
16. αὐτοῖς μόρια τὰ μετὰ τὸν βρόχον· οὐ μὴν γίγνεται·
17. δῆλον οὖν, ὡς εἰ μὲν δύναμις ἀτρεμοίη, οὐ κινεῖσθαι παρὰ
1. τῆς καρδίας αὐτὰς, διὰ δὲ τῶν χιτώνων αὐτὴν ἐπιπέμπεσθαι.
2. τὰ δὲ ὑπὸ Ἐρασιστράτου περὶ κινήσεως τῶν ἀρτηριῶν εἰρημένα
3. ψευδῆ παντελῶς ἐστιν. πρὸ γὰρ τοῦ παύσασθαι
4. τῆς γεγυμνωμένης ἀρτηρίας τὴν κίνησιν ἐν τοῖς μετὰ τὸν
5. βρόχον μέρεσιν, ὅπερ οὐκ ἐχρῆν γίγνεσθαι πρὸ τοῦ βρόχον
6. αὐτῇ περιβαλεῖν, ἔνεστι θεάσασθαι πᾶσαν ἑνὶ χρόνῳ κινουμένην,
7. οὐ τὸ μὲν αὐτῶν πρότερον μόριον, τὸ δ’ ὕστερον,
8. ὅπερ Ἐρασίστρατος βούλεται. καίτοι καὶ ταῦτ’ αὐτῷ δεινῶς
9. ἄτοπα. πρὶν μὲν γὰρ αἷμα περιέχειν αὐτὴν, ἴσως ἄν τις
10. οὕτως ὠκεῖαν εἶναι τὴν τοῦ πνεύματος φορὰν συνεχώρησεν,
11. ὡς λανθάνειν τὴν αἴσθησιν, ποῖά ποτ’ ἐστὶ μόρια τῆς ἀρτηρίας
12. τὰ διαστελλόμενα πρότερα· πεπληρωμένης δὲ αἵματος,
13. οὐκ ἐγχωρεῖ τὸ πνεῦμα τάχα οὕτως ὡς πρόσθεν ἀπὸ τῆς
14. καρδίας ἐπὶ τὰ πέρατα τῆς ἀρτηρίας διεξέρχεσθαι. ἀλλ’ εἰ
15. καὶ τοῦτο οὕτως ἔφην, ἴσως οὐ συγχωρήσειεν ἥ γε μετὰ τὸ
16. καταστῆναι τὸν κοῖλον κάλαμον εἰς τὴν ἀρτηρίαν τῶν κάτω
17. μερῶν αὐτῆς κίνησις, πρὶν περιβληθῆναι τὸν βρόχον. ἀκινησία
18. δὲ, περιβληθέντων, ἐναργῶς ἐνδείκνυται δύναμιν ἀπὸ
1. καρδίας ἐπιπέμπεσθαι τοῖς χιτῶσι τῶν ἀρτηριῶν τὴν διαστέλλουσαν
2. αὐτὰς, οὐχ ὕλην διὰ τῆς κοιλότητος. ὡς γὰρ
3. καὶ τὸν τοῦ ποδὸς δάκτυλον κινῆσαι προελόμενοι παραχρῆμα
4. κινοῦμεν αὐτὸν, οὐ τὸν λογισμὸν ἔχοντες ἐν αὐτῷ
5. τῷ μορίῳ, διαδοθείσης δέ τινος ἐπ’ αὐτὸν ἐν ἀκαρεῖ χρόνῳ
6. δυνάμεως, οὕτω κᾀπὶ τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται.
7. ταῖς μὲν γὰρ δυνάμεσι τὸ τάχος τῆς κινήσεως ὁμολογεῖ,
8. ταῖς δ’ ὕλαις ἀντιμαρτυρεῖ. ταῦτ’ εἴ τις φυλάττοιτο
9. θέσιν, ὡς Ἀριστοτέλης εἴωθε λέγειν, οἶδ’ ὅτι βεβαίως ἀποδεικνύναι
10. τὸ προκείμενον αὐτοῦ δόξει, μὴ φυλάττοντι δὲ
11. φιλονίκως ἅπερ ἔθετο, μήθ’ ὑπὸ τούτου πείθεσθαι μήθ’
12. ὑφ’ ἑτέρας ἀποδείξεως ἀναγκαῖόν ἐστιν, ἀλλὰ πρὸς τοῖς
13. φαινομένοις ἐξ ἀνατομῶν καταψεύδεσθαι. καὶ γράφουσι μὲν
14. πολλοὶ τρόπους τινὰς ἀνατομῶν, ὡς δείξειν ἐπαγγέλλονται
15. κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας, εἶτ’ οὐδεὶς ἐξ αὐτῶν
16. ἀληθής ἐστιν. εἴρηται γὰρ δή που καὶ πρὸς Ἐρασιστράτου
1. πολὺ μείζονα. τούτων τοίνυν ἀναισχύντως ψευδόμενος ἐν
2. ταῖς ἀνατομαῖς, ἐξ ὧν πεπορισμένος, ἀλλ’ οὐκ ἦν εἰς τοσοῦτο
3. Ἐρασίστρατος ἀναίσχυντος, ὡς γράφειν ἐπιχειρεῖν, ἃ
4. δὴ ἰδεῖν ἦν ἀδύνατον.
⟨
(An in art. nat. sanguis contin.) [n° 024 Fichtner] [GalLat]
An in arteriis natura sanguis contineatur
Εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχηται
Si du sang est naturellement contenu dans les artères
Whether Blood is Naturally Contained in the Arteries (Art. Sang.)
Albrecht, 1911; Furley, Wilkie, 1984.
An in arteriis natura sanguis contineatur, 1822, vol. 4, p. 703-736. urn:cts:greekLit:tlg0057.tlg023.verbatim-lat1
Furley, Wilkie, 1984 (eng).
An in arteriis natura sanguis contineatur, 8, ed. Kühn, 1822, vol. 4, p. 731-736. urn:cts:greekLit:tlg0057.tlg023.1st1K-grc1:8
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩