ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΡΙΣΤΗΣ ΚΑΤΑΣΚΕΥΗΣ
ΤΟΥ ΣΩΜΑΤΟΣ ΗΜΩΝ
ΒΙΒΛΙΟΝ.
1. Τίς ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος ἡμῶν;
2. ἆρά γε ἡ εὐκρατοτάτη, καθάπερ ἔδοξε πολλοῖς μὲν παλαιῶν
3. ἰατρῶν τε καὶ φιλοσόφων; ἢ τὴν μὲν ἀρίστην ἀναγκαῖον
4. εὐκρατοτάτην ὑπάρχειν, οὐ μὴν τήν γε εὐκρατοτάτην ἀρίστην
5. ἐξ ἀνάγκης; ἡ μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ
6. ξηροῦ καὶ ὑγροῦ σύμμετρος κρᾶσις ὑγεία τῶν ὁμοιομερῶν
7. ἐστι μελῶν τοῦ σώματος ἡμῶν· ἡ δὲ ἐκ τούτων ἁπάντων
1. διάπλασις τοῦ ζώου ἐν θέσει καὶ μεγέθει καὶ σχήματι
2. καὶ ἀριθμῷ τῶν συνθέντων ὑπάρχει. καὶ δόξειεν ἂν ἐγχωρεῖν
3. τὸ ἐκ τῶν πλείστων μορίων εὐκράτων συγκείμενόν τι
4. σῶμα παρὰ τὸ μέγεθος αὐτῶν ἢ τὸν ἀριθμὸν, ἢ τὴν διάπλασιν,
5. ἢ τὴν πρὸς ἄλληλα σύνταξιν ἡμαρτῆσθαι. πειρατέον
6. οὖν ὑπὲρ ἁπάντων τούτων ἐφεξῆς διελθεῖν ἀρξαμένους
7. ἀπὸ τῶν ὀνομάτων, οἷς ἐξ ἀνάγκης χρώμεθα κατὰ τὸν λόγον,
8. ἐπειδὴ καὶ περὶ τούτων ἐρίζουσί τινες, οἱ μὲν κατασκευὴν
9. ἀρίστην, οἱ δὲ διάθεσιν, οἱ δὲ σχέσιν, οἱ δὲ ἕξιν,
10. ἢ φύσιν σώματος, ἢ ὅπως ἂν ἑκάστῳ δόξειε λέγειν ἀξιοῦντες.
11. ἐγὼ δὲ τὸ μὲν, ὡς ἄν τῳ παρασταίη, ποιεῖσθαι
12. τὴν ἑρμηνείαν οὐ μέμφομαι· τὸ δ’ ἐγκαλεῖν τοῖς ἑτέροις
13. ὀνόμασιν οὐκ ἐπαινῶ, τὴν πλείστην καὶ μεγίστην φροντίδα
14. τῶν πραγμάτων αὐτῶν, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, ἡγούμενος
15. χρῆναι ποιεῖσθαι μᾶλλον ἢ τῶν ὀνομάτων. εἴτ’ οὖν
16. ἀρίστην κατασκευὴν σώματος, εἴτε διάθεσιν, εἴτε ἕξιν, εἴτε
17. σχέσιν, εἴτε φύσιν, εἴθ’ ὁπωσοῦν ἑτέρως ὀνομάζειν ἐθέλοι
18. τις, οὕτω θέμενος, ἐὰν ἀπό τε τῆς ὁμολογουμένης ἐννοίας
1. ἄρξηται, καὶ προϊὼν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν ἐν τάξει
2. τινὶ καὶ μεθόδῳ ποιῆται τὴν ζήτησιν, ἐπαινέσομαι τοῦτον
3. ἐγὼ πολὺ μᾶλλον, ἢ εἰ περὶ ὀνομάτων πάνδεινός τίς μοι
4. φαίνοιτο. καὶ τοίνυν καὶ ἡμεῖς οὕτως ποιῶμεν ἀπὸ τῆς κοινῆς
5. ἐννοίας ἀρξάμενοι, καὶ ταύτην διορισάμενοι μεθόδῳ
6. προΐωμεν ἐπὶ τὸ συνεχὲς τῆς σκέψεως.