Galenus. De optima corporis nostri constitutione (De opt. corp. nostri constit.) [n° 025 Fichtner] [GalLat]

Περὶ ἀρίστης κατασκευῆς τοῦ σώματος ἡμῶν
Meilleure constitution du corps
The Best Constitution of Our Bodies (Opt. Corp. Const.)
Helmreich, 1901.
De optima nostri corporis constitutione, 1822, vol. 4, p. 737-749. urn:cts:greekLit:tlg0057.tlg024.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Bertini Malgarini, 1992 (ita); Singer, 1997 (eng); Espinosa Espinosa, 2006 (spa).

De optima nostri corporis constitutione, 3, ed. Kühn, 1822, vol. 4, p. 742-745. urn:cts:greekLit:tlg0057.tlg024.1st1K-grc1:3

5. Αἱ βλάβαι τοῖς σώμασιν ἡμῶν, αἱ μὲν ἀπὸ
6. τῶν ἔξωθεν αἰτιῶν, αἱ δ’ ἀπὸ τῶν τῆς τροφῆς ὁρμῶνται
7. περιττωμάτων. αἱ μὲν ἀπ’ αὐτῶν τῶν ἔξωθεν αἰτιῶν
8. ἐγκαυθεῖσί τε καὶ ψυχθεῖσιν, ὑγρανθεῖσί τε καὶ ξηρανθεῖσι
9. πέρα τοῦ προσήκοντος. ἐν τούτῳ δὲ τῷ γένει καὶ κόπους,
10. καὶ λύπας, καὶ ἀγρυπνίας, καὶ φροντίδας ὅσα τ’ ἄλλα τοιαῦτα
11. θετέον. ἀπὸ δὲ τῶν τῆς τροφῆς περιττωμάτων διτταὶ
12. μὲν κατὰ γένος, ὅτι καὶ ταῦτα διττὰ, τὰ μὲν τῷ ποσῷ,
13. τὰ δὲ τῷ ποιῷ διοχλοῦνται, πολυειδεῖς δὲ κατ’ εἶδος.
14. ὅτι μὲν οὖν τοῖς ἔξωθεν αἰτίοις τὸ συμμέτρως διακείμενον
15. σῶμα δυσάλωτόν ἐστι, πρόδηλον μὲν κᾀξ αὐτῆς τῆς
16. εὐκρασίας, χαλεπῶς καὶ μόγις εἰς ἀμετρίαν κράσεως
17. ἀφικνουμένης τῷ πάντη τῶν ἄκρων ἀφεστάναι πλεῖστον.
1. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ καλῶς ἐνεργεῖν ἄριστ’ ἂν εἴη
2. παρεσκευασμένον εἰς δυσπάθειαν, ἥκιστα καμάτοις ἁλισκόμενον.
3. ὑπάρχει δ’ εὐθὺς τῷ τοιούτῳ σώματι καὶ εὐχυμότατον
4. τῶν ἄλλων ἁπάντων εἶναι, ὥστε καὶ λύπης, καὶ θυμοῦ,
5. καὶ ἀγρυπνίας, καὶ φροντίδος, ὄμβρων τε καὶ αὐχμῶν,
6. καὶ λοιμῶν, καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν νοσερῶν αἰτιῶν
7. ῥᾷον τῶν ἄλλων ἀνέξεται σωμάτων. μάλιστα γὰρ δὴ τὰ κακόχυμα
8. πρὸς τῶν τοιούτων αἰτιῶν ἐξελέγχεται ῥᾳδίως, ὡς
9. ἂν ἤδη καὶ καθ’ ἑαυτῶν πλησίον ἡκουσῶν νόσων. οὕτω
10. μὲν ὑπὸ τῶν ἔξωθεν ἡμῖν προσπιπτόντων καὶ λυπούντων
11. τὸ σῶμα δυσαλωτότατός ἐστιν ἡ εἰρημένη διάθεσις. ὅτι
12. δὲ οὐδ’ ὑπὸ τῶν τῆς τροφῆς περιττωμάτων εὐάλωτος ὑπάρχει
13. νόσοις, ᾧδ’ ἂν μάλιστα καὶ τόδε μάθοις, εἰ λογίσαιο
14. μήτε πλῆθος ἐν τῇ τοιαύτῃ φύσει μήτε κακοχυμίαν οὐδεμίαν
15. ἢ ἀθροίζεσθαι ῥᾳδίως, ἢ ἀθροισθεῖσαν λυμαίνεσθαί
16. τι τοῖς ζώοις. ἥ τε γὰρ συμμετρία τῶν φυσικῶν ἐνεργειῶν
17. πρὸς ἀλλήλας καὶ ἡ καθ’ ἑκάστην αὐτῶν ἀρετὴ καὶ γίνεσθαι
1. κωλύει τὰ περιττώματα, καὶ γεννώμενα ῥᾳδίως
2. ἐκκρίνει, κᾂν εἰ μείνειε δέ ποτε μέχρι πλείονος,
3. ἥκιστα νικᾶται πρὸς αὐτῶν. τὸ μὲν γὰρ ὑπὸ τῶν νοσερῶν
4. αἰτιῶν ῥᾳδίως νικᾶσθαι ταῖς ἀσθενέσι τε καὶ δυσκράτοις
5. φύσεσιν ὑπάρχει, τὸ δ’ ἀντέχειν ἐπὶ πλεῖστον ταῖς εὐκράτοις
6. καὶ ἰσχυραῖς, ὁποίαν εἶναι τὴν ἀρίστην ἔφαμεν. ἔχεις
7. δ’ αὐτῆς ἐν μὲν τοῖς περὶ κράσεων ὑπομνήμασιν ὡς εὐκράτου
8. τὰ γνωρίσματα, κατὰ δὲ τὸ ἑπτακαιδέκατον τῆς περὶ
9. χρείας μορίων ὡς συμμέτρως ἐχούσης τοῖς ὀργανικοῖς μορίοις,
10. καὶ νῦν δ’ ἂν οὐδὲν ἧττον ἐκ τῶν νῦν εἰρησομένων ἀναμνησθείης
11. αὐτῶν. ἐπειδὴ γὰρ οὐκ ἐστενωμένον, οὐδ’ ἁπλοῦν
12. ἀκριβῶς, οὐδ’ ἄτμητον πρᾶγμα τὴν ὑγείαν ἐδείξαμεν ἐν τοῖς
13. περὶ αὐτῆς λόγοις, ἀλλ’ εἰς ἱκανὸν πλάτος ἐκτείνεσθαι
14. δυναμένην, δοκεῖ μοι καλῶς ἔχειν, εἰ μέλλει χρήσιμος ὁ
15. λόγος ἔσεσθαι τοῖς ἐργαζομένοις τὴν τέχνην, μὴ μόνον τὸ
16. σπάνιον ἐν αὐτῷ σῶμα καὶ οἷον παράδειγμα τοῦ Πολυκλείτου
17. κανόνος ἐν τῷ λόγῳ πλάττειν, ἀλλὰ καὶ τῶν ἀπολειπομένων
18. μὲν αὐτοῦ κατά τι, μὴ μέντοι κατάφωρον ἤδη
1. καὶ μέγα τὸ σφάλμα κεκτημένων ἀναμνησθῆναι. τό τε γὰρ
2. ἑτοίμως γνωρίζειν τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος, εἰ
3. καὶ σπανίως ἡ γένεσις αὐτοῦ, καὶ τὸ τὰς ἄλλας ἁπάσας,
4. αἷς ὁμιλοῦμεν ὁσημέραι, διαγινώσκειν ῥᾳδίως οὕτως ἂν μάλιστα
5. ἡμῖν ὑπάρξαι. τὸ μὲν γὰρ ἄκρως ἐν ἅπασι κατωρθωμένον,
6. ὡς μήτε τῶν ὁμοιομερῶν μήτε τῶν ὀργανικῶν
7. μορίων μηδὲν ἔχειν ἀμέτρως διακείμενον, οὐ πάνυ τι
8. συνεχῶς, ἀλλ’ ἐν μακροτέραις χρόνων περιόδοις εἴωθε γίνεσθαι,
9. τὸ δ’ ἀπολειπόμενον βραχὺ τοῦδε κᾂν συνεχῶς
10. θεάσαιο.

Cliquer un n° de page pour en afficher l’image