Galenus. De optima corporis nostri constitutione (De opt. corp. nostri constit.) [n° 025 Fichtner] [GalLat]

Περὶ ἀρίστης κατασκευῆς τοῦ σώματος ἡμῶν
Meilleure constitution du corps
The Best Constitution of Our Bodies (Opt. Corp. Const.)
Helmreich, 1901.
De optima nostri corporis constitutione, 1822, vol. 4, p. 737-749. urn:cts:greekLit:tlg0057.tlg024.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Bertini Malgarini, 1992 (ita); Singer, 1997 (eng); Espinosa Espinosa, 2006 (spa).

De optima nostri corporis constitutione, 4, ed. Kühn, 1822, vol. 4, p. 745-749. urn:cts:greekLit:tlg0057.tlg024.1st1K-grc1:4

 

11. Τὸ μὲν οὖν ἀκριβῶς εὔκρατον μέσον ἐστὶν
12. ἁπλοῦ τε καὶ σκληροῦ, καὶ δασέος καὶ ψιλοῦ τριχῶν, καὶ
13. φλέβας εὐρείας ἔχοντος ἢ στενὰς, καὶ σφυγμοὺς μεγάλους
14. ἢ μικρούς. τὸ δ’ ἀκριβῶς σύμμετρον τοῖς ὀργανικοῖς μορίοις
15. ἑνὶ κεφαλαίῳ περιληφθὲν, οἷός περ ὁ Πολυκλείτου κανὼν
16. ὑπάρχειν ἐλέγετο. ὅσα δὲ ἤδη θερμότερα τοῦ προσήκοντός
17. ἐστιν, οὐ μὴν πολλῷ γε, ψυχρότερα δὲ καὶ ὑγρότερα καὶ
1. ξηρότερα μετρίως, καίτοι μέρος ἓν οὐκ ὀρθῶς διαπεπλασμένον
2. ἔχοντα, ταῦτα σύμπαντα καὶ πλεονεκτεῖν ἐνίοτε τοῦ συμμέτρου
3. δόξειεν. αὐτίκα τὸ μὲν σκληρότερον αὐτοῦ σῶμα
4. δυσπαθέστερόν ἐστιν ἅπασι τοῖς ἔξωθεν αἰτίοις, τὸ δ’
5. ἁπαλώτερον τοῖς ἔνδοθεν. οὕτω δὲ καὶ τὸ μὲν πυκνότερον
6. τοῖς ἔξωθεν, τὸ δὲ ἀραιότερον τοῖς ἔνδοθεν. τὸ
7. γοῦν ὑφ’ Ἱπποκράτους εἰρημένον ἐν τῷ περὶ τροφῆς· Ἀραιότης
8. σώματος εἰς διαπνοὴν, οἷς πλεῖον ἀφαιρέεται, ὑγιεινότερον,
9. οἷς ἔλασσον, νοσωδέστερον· περὶ τῶν ἐκ τῆς τροφῆς
10. περιττωμάτων εἰς ὑγείαν καὶ νόσον συντελούντων εἴρηται.
11. οὐ γὰρ δή γε περὶ τῶν ὑγιεινῶν ἁπλῶς ἢ νοσερῶν σωμάτων
12. ἐν ἐκείνῳ τῷ βιβλίῳ προὔκειτο λέγειν αὐτῷ, ἀλλὰ περὶ
13. πάντων τῶν ἐκ τῆς τροφῆς γινομένων ἀγαθῶν τε καὶ κακῶν
14. τὸν λόγον ποιούμενος εὐλόγως ἐμνημόνευσε καὶ τῶν,
15. ὅσον ἐπὶ τοῖς ἐξ αὐτῶν περιττώμασιν, ὑγιεινῶν καὶ νοσερῶν
16. σωμάτων. τὸ μὲν γὰρ ἀραιότερον ὑγιεινότερον, ὅσον ἐπὶ
17. τοῖσδε, τὸ δὲ πυκνότερον νοσερώτερον. ἔμπαλιν δὲ τοῖς
18. ἔξωθεν αἰτίοις ἅπασιν τὸ μὲν ἀραιότερον εὐαλωτότερον, 
1. τὸ δὲ πυκνότερον δυσπαθέστερον. ὥστε τὸ σύμμετρον
2. σῶμα πρὸς τοῖς ἄλλοις ἀγαθοῖς οὐδ’ ἀραιὸν ἢ πυκνὸν
3. ἔχομεν εἰπεῖν, ἀλλ’ ὥσπερ τῶν ἄλλων ὑπερβολῶν μέσον,
4. οὕτω καὶ τῶνδε πλεονεκτεῖ κατά τι τῶν ὑπερβαλλόντων
5. ἑκάτερον. τὸ μὲν γὰρ πυκνότερον ἧττον τοῖς ἔξωθεν αἰτίοις
6. εὐάλωτον, τὸ δ’ ἀραιότερον τοῖς ἔνδοθεν. ἀμφοτέροις
7. δὲ δυσάλωτον ἀκριβῶς μὲν οὐκ ἂν εὕροις οὐδὲν, μετρίως
8. δέ πως τὸ μέσον ἁπασῶν τῶν ὑπερβολῶν, ὃ δὴ καὶ
9. πάντων σωμάτων ὑγιεινότατον εἶναί φαμεν. οὕτω δὲ καὶ
10. τὸ μὲν ξηρότερον τοῦ συμμέτρου σώματος τοῖς ὑγραίνουσιν
11. αἰτίοις ἅπασίν ἐστι δυσαλωτότερον, τὸ δ’ ὑγρότερον τοῖς
12. ξηραίνουσιν. ὥσθ’, ὅπερ μοι ἐλέχθη μικρῷ πρόσθεν, οὐ
13. πάντα πάντων ἐστὶ δυσπαθέστατον τὸ μέσον, ἀλλ’ ἑκάστου
14. μὲν καθ’ ἕν τι χεῖρον, ἁπάντων δὲ αἱρετώτατον. ὅτι
15. δ’ οὐκ ἀναγκαῖον, ἢ μέγα τὸ τοιοῦτον, ἢ μικρὸν, ἢ μέσον
16. ὑπάρχειν, εἴρηται μὲν κᾀν τοῖς περὶ κράσεων, οὐδὲν δ’ ἧττον
17. εἰρήσεται καὶ νῦν· ὡς τὸ μὲν μέγα καὶ διὰ πλῆθος
18. ὕλης, τὸ δὲ σμικρὸν καὶ διὰ βραχύτητα γίνεται τοιοῦτον,
1. ὥσπερ ἀνδριὰς μέγας μὲν ἐκ χαλκοῦ πολλοῦ, μικρὸς δὲ
2. ἐξ ὀλίγου, σύμμετρον δ’ εἶναι τοῖς μορίοις ἑκάτερον οὐδὲν
3. κωλύει. καὶ δὴ καὶ σῶμα τὸ μὲν μήτ’ εἶναι πυκνὸν ἐπιδήλως,
4. μήτ’ ἀραιὸν, μήτε σκληρὸν, μήτε μαλακὸν, μήτε
5. λάσιον, μήτε ψιλὸν, εὐκρατότατόν ἐστιν, ὁπηλίκον ἦν μεγέθει·
6. εἰ δὲ καὶ τὰς συμμετρίας τῶν ὀργανικῶν μορίων τὰς
7. πρὸς ἄλληλα σώζοι, κάλλιστόν τε ἂν οὕτως ἰδέσθαι κατωρθωμένον
8. τελέως ἐν τῇ κατασκευῇ ὑπάρχον. τὸ δὲ μεῖζον
9. τοῦ δέοντος, ἢ σμικρότερον, κατὰ διττὰς αἰτίας γίνεται·
10. τὸ μὲν μεῖζον ἢ διὰ πλεονεξίαν ὑγρότητος, ἢ ὕλης, τὸ δ’
11. ἔλαττον ἢ διὰ ξηρότητα κρατοῦσαν, ἢ ὕλης ἔνδειαν. αὔξησις
12. μὲν γὰρ, ἔστ’ ἂν τὰ ὀστᾶ κρατυνθῇ, κρατύνεται δὲ ἐπὶ
13. σμικρῷ μεγέθει δι’ ὕλης ἔνδειαν ἢ ξηρότητα. ὥστε οὐχ
14. ἁπλῶς οὔτε τὸ μέγεθος ὑγρότητος σημεῖον οὔθ’ ἡ σμικρότης
15. ξηρότητος. παύεται γὰρ τῆς αὐξήσεως ἢ πρωϊαίτερον
16. ἢ ὀψιαίτερον ἕκαστον ἐπὶ διττῇ προφάσει. ὥστε ἀλλ’
17. εἰ μὲν τὸ μέγα, καὶ μαλακὸν εὐθὺς ὑπάρχει, τὸ δὲ σμικρὸν,
18. σκληρὸν, εἴη ἂν οὕτω τὸ μὲν ὑγρὸν, τὸ δὲ ξηρόν. ἀλλ’ εἰ
1. ταῦτα ἀχώριστα, περιττὸν εἰς μέγεθος ἢ σμικρότητα βλέπειν·
2. ἀρκεῖ γὰρ τὰ τῶν κράσεων ἴδια γνωρίσματα. διῄρηται
3. δὲ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ κράσεων. εἴπερ
4. οὖν ταῦθ’ οὕτως ἔχει, τὴν ἀρίστην κατασκευὴν ἐν δυοῖν
5. τούτοιν θετέον, εὐκρασίᾳ μὲν τῶν ὁμοιομερῶν, συμμετρίᾳ
6. δὲ τῶν ὀργανικῶν.

Cliquer un n° de page pour en afficher l’image