Galenus. Quod animi mores corporis temperamenta sequantur (Quod animi mores corp. temp. sequ.) [n° 028 Fichtner] [GalLat]

Ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται
Facultés de l’âme suivent les tempéraments du corps
The Capacities of the Soul Depend on the Mixtures the Body (QAM)
Müller, Marquardt, Helmreich, 1891; , 2011.
Quod animi mores corporis temperamenta sequantur, 1822, vol. 4, p. 767-822. urn:cts:greekLit:tlg0057.tlg027.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Hauke, 1937 (deu); Garofalo, Vegetti, 1978 (ita); , 1999 (fra); Zaragoza Gras, 2003 (spa); Singer, Nutton, Davies, 2013 (eng); Johnston, 2020 (eng).

Quod animi mores corporis temperamenta sequantur, 10, ed. Kühn, 1822, vol. 4, p. 808-814. urn:cts:greekLit:tlg0057.tlg027.1st1K-grc1:10

13. Ἀναμνήσω δὲ πάλιν αὐτοὺς, κᾂν μὴ θέλωσιν,
14. ὡς ὁ Πλάτων αὐτὸς, ἀφ’ οὗ παρονομάζουσιν ἑαυτοὺς,
15. οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πολλάκις ἔγραψε περὶ τούτων.
16. ὡσαύτως δ’ οὖν μοι ἀρκέσει προσθεῖναι κατὰ τὸν ἐνεστῶτα
17. λόγον πρὸς τῷ περὶ τροφῆς ἐκ Τιμαίου καὶ ἐκ τοῦ δευτέρου
18. τῶν νόμων, ὧν οἱ μὲν δύο περὶ οἴνου πόσεώς εἰσιν.
1. Ἆρ’ οὐ νομοθετήσομεν, πρῶτον μὲν τοὺς παῖδας μέχρις
2. ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι, διδάσκοντες,
3. ὡς οὐ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν, εἴς τε τὸ σῶμα
4. καὶ τὴν ψυχὴν, πρὶν ἐπὶ τοὺς πόνους ἐγχειρεῖν πορεύεσθαι,
5. τὴν ἐκμανῆ εὐλαβούμενοι ἕξιν τῶν νέων; μετὰ δὲ τοῦτο,
6. οἴνου μὲν δεῖ γεύεσθαι τοῦ μετρίου μέχρι τριάκοντα ἐτῶν·
7. μέθης δὲ καὶ πολυοινίας τοπαράπαν νέους ἀπέχεσθαι·
8. τεσσαράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν, ἐν τοῖς ξυσσιτίοις εὐωχηθέντα,
9. καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον
10. παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτέρων τελετὴν ἅμα καὶ
11. παιδιάν· ἣν τοῖς ἄλλοις ἀνθρώποις ἐπίκουρον τῆς τοῦ
12. γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε
13. ἀνίας καὶ δυσθυμίας λήθην γίγνεσθαι, μαλακώτερον ἐκ
14. σκληροῦ τὸ τῆς ψυχῆς ἦθος, καθάπερ εἰς πῦρ σίδηρον
15. ἐντεθέντα γιγνόμενον, καὶ οὕτως εὐπλαστότερον εἶναι. ἐκ
16. ταύτης τῆς ῥήσεως μεμνῆσθαι ποιεῖ καλοὺς καὶ γενναίους
17. τοὺς Πλατωνικοὺς, καὶ οὐ μόνον ἀφ’ ἧς λέλεκται περὶ πόσεως
18. οἴνου ἐκείνῳ, ἀλλὰ καὶ περὶ τῆς ἡλικιῶν διαφορᾶς.
1. ἐμμανῆ μὲν γὰρ εἶναί φησι τὴν τῶν μειρακίων φύσιν, αὐστηρὰν
2. δὲ καὶ δύσθυμον καὶ σκληρὰν τὴν τῶν γερόντων,
3. οὐ δή που διὰ τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ τὴν τοῦ
4. σώματος ἔχουσαν κρᾶσιν, τὴν οὖσαν ἑκάστῃ τῶν ἡλικιῶν.
5. ἡ μὲν γὰρ τῶν μειρακίων θερμὴ καὶ πολύαιμος, ἡ δὲ
6. τῶν γερόντων ὀλίγαιμός τε καὶ ψυχρά. καὶ διὰ τοῦτό γε
7. αὖ τοῖς μὲν γέρουσιν ὠφέλιμος οἴνου πόσις, εἰς
8. συμμετρίαν θερμασίας ἐπανάγουσα τὴν ἐκ τῆς ἡλικίας ψυχρότητα,
9. τοῖς δ’ αὐξανομένοις ἐναντιωτάτη. ζέουσαν γὰρ
10. αὐτῶν τὴν φύσιν καὶ σφοδρῶς κινουμένην ὑπερθερμαίνει
11. τε καὶ εἰς ἀμέτρους τε καὶ σφοδρὰς ἐκμαίνει κινήσεις. ἀλλὰ
12. Πλάτωνι μὲν καὶ ταῦτα καὶ ἄλλα πολλὰ κατὰ τὸ δεύτερον
13. τῶν νόμων εἴρηται περὶ πόσεως οἴνου τοῖς βουλομένοις
14. ἀναγινώσκειν ὠφέλιμα. μόνης δὲ ἐγὼ ἔτι μιᾶς αὐτοῦ ῥήσεως
15. μνημονεύσω κατὰ τὸ τέλος εἰρημένης ἁπάντων τῶν
16. περὶ πόσεως λόγων, ἔνθαπερ εἴρηκε τὸν τῶν Καρχηδονίων
17. λόγον. ἔχει δὲ ἡ ῥῆσις οὕτω. ἀλλ’ ἔτι μᾶλλον τῆς Κρητῶν
18. καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν τῷ Καρχηδονίων
1. νόμῳ, μηδέποτε μηδένα ἐπὶ στρατοπέδου γεύεσθαι τοῦ πόματος,
2. ἀλλ’ ὑδροποσίαις συγγίγνεσθαι τοῦτον τὸν χρόνον
3. ἅπαντα· καὶ κατὰ πόλιν μήτε δούλους γεύεσθαί ποτε,
4. μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν, ὃν ἂν ἄρχωσι, μήτ’
5. αὖ κυβερνήτας, μήτε δικαστὰς ἐνεργοὺς ὄντας, οἴνου γεύεσθαι
6. τοπαράπαν, μηδὲ ὅστις βουλευόμενος εἰς βουλὴν
7. ἀξίαν τινὰ λόγου συνέρχεται, μηδέ γε μεθ’ ἡμέραν τοπαράπαν
8. μηδένα, εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδ’
9. αὖ νύκτωρ, ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ
10. γυνή. καὶ ἄλλα δὲ πολλὰ ἄν τις λέγοι, ἐν οἷς τοῖς γε νοῦν
11. τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος. ταῦτα τοῦ
12. Πλάτωνος εἰρηκότος, οὐκ ἐπὶ τῶν νοσούντων σωμάτων,
13. ἀλλ’ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων, εἴ γε ὑμῖν δοκοῦσιν, ὦ
14. γενναιότατοι Πλατωνικοὶ, στρατεύειν, καὶ ἄρχειν, καὶ δοκιμάζειν,
15. καὶ κυβερνᾷν ναῦς οἱ πίνοντες ὑγιαίνοντες, ἀποκρίνεσθέ
16. μοι τοὐντεῦθεν ἐρωτῶντι, πότερον οὐχ ὥσπερ τις
17. τύραννος ὁ ποθεὶς οἶνος κελεύει τὴν ψυχὴν μήτε νοεῖν
18. ἀκριβῶς, ἃ πρόσθεν ἐνόει, μήτε πράττειν ὀρθῶς, ἃ πρόσθεν
19. ἔπραττε, καὶ διὰ τοῦτο φυλάττεσθαί φησιν ὁ Πλάτων 
1. ὡς πολέμιον. εἰ γὰρ ἅπαξ εἴσω τοῦ σώματος ἀφίκοιτο, καὶ
2. τὸν κυβερνήτην κωλύει, ὡς προσήκει, μεταχειρίζεσθαι τοὺς
3. οἴακας τῆς ναὸς, καὶ τοὺς στρατευομένους σωφρονεῖν ἐν
4. ταῖς παρατάξεσι, καὶ τοὺς δικαστὰς, ὁπότε οὖν δικαίους
5. χρὴ εἶναι, ποιεῖ σφάλλεσθαι, καὶ πάντας τοὺς ἄρχοντας
6. ἄρχειν κακῶς, καὶ προστάττειν οὐδὲν ὑγιές. ἡγεῖται γὰρ τὸν
7. οἶνον ἀτμῶν θερμῶν ὅλον τὸ σῶμα, καὶ μάλιστα τὴν κεφαλὴν
8. πληροῦντα, κινήσεως μὲν ἀμετροτέρας αἴτιον γίγνεσθαι τῷ
9. ἐπιθυμητικῷ μέρει τῆς ψυχῆς καὶ τῷ θυμοειδεῖ, βουλῆς
10. δὲ προπετεστέρας τῷ λογιστικῷ. καὶ μὴν, εἴπερ οὕτως ἔχει
11. ταῦτα, διὰ μέσης τῆς κράσεως αἱ εἰρημέναι τῆς ψυχῆς
12. ἐνέργειαι φαίνονται βλαπτόμεναι, πινόντων ἡμῶν τὸν οἶνον,
13. ὥσπερ γε πάλιν ὠφελούμεναί τινες. ἀλλὰ γὰρ καὶ τόθ’
14. ὑμᾶς, ἐὰν βούλησθε, διδάξω καθ’ ἕτερον καιρὸν, ἐκ τοῦ
15. θερμαίνειν ὅσα βλάπτειν τε καὶ ὠφελεῖν ἡμᾶς οἶνος πέφυκεν.
16. ἐν δὲ τῷ παρόντι τὴν ἐν τῷ Τιμαίῳ ῥῆσιν παραγράψω,
17. καθ’ ἣν προσεῖπεν ὁ Πλάτων οὕτως. ταύτῃ κακοὶ
18. πάντες ἢ καλοὶ διὰ δύο ἀκουσιώτατα γιγνόμεθα, ὧν αἰτιᾶται
19. μὲν αἰεὶ τοὺς φυτεύοντας τῶν φυτευομένων μᾶλλον,
1. καὶ τοὺς τρέφοντας τῶν τρεφομένων. ἐφεξῆς δέ φησι. πειρατέον
2. μὴ ὅπῃ τις δύναται καὶ διὰ τροφῆς, καὶ δι’ ἐπιτηδευμάτων,
3. μαθημάτων τε φυγεῖν μὲν κακίαν, τοὐναντίον
4. δὲ ἑλεῖν ἀρετήν· ὥσπερ γὰρ ἐπιτηδεύματα καὶ μαθήματα
5. κακίας μὲν ἀναιρετικὰ, γεννητικὰ δὲ ἀρετῆς ἐστιν, οὕτω
6. καὶ ἡ τροφή. λεγομένης ἐνίοτε τροφῆς ὑπ’ αὐτοῦ οὐ μόνον
7. τῆς ἐπὶ σιτίοις, ἀλλὰ καὶ συμπάσης τῶν παίδων τῆς διαίτης.
8. οὐχ οἷόν τε οὖν φάναι κατὰ τὸ δεύτερον σημαινόμενον
9. εἰρῆσθαι νῦν ὑπ’ αὐτοῦ τὴν τροφήν. οὐ γὰρ τοῖς
10. παισὶν, ἀλλὰ τοῖς τελείοις ποιεῖν κελευόμενος, ἔφη πειρατέον
11. μὴ ὅπῃ τις δύναται καὶ διὰ τροφῆς καὶ δι’ ἐπιτηδευμάτων,
12. μαθημάτων τε φυγεῖν τὴν κακίαν, τοὐναντίον
13. δὲ ἑλεῖν ἀρετήν. ἐπιτηδεύματα οὖν λέγει τὰ κατὰ
14. γυμναστικὴν καὶ μουσικὴν μαθήματα, τά τε κατὰ γεωμετρίαν
15. καὶ ἀριθμητικήν. τροφὴν οὐκ ἄλλην τινὰ νοεῖν οἷόν
16. τε παρὰ τὴν ἐκ τῶν σιτίων, καὶ ῥοφημάτων, καὶ πομάτων,
17. ἐξ ὧν ἐστι καὶ οἶνος, ὑπὲρ οὗ πολλὰ διῆλθεν ὁ Πλάτων
1. ἐν τῷ δευτέρῳ τῶν νόμων. ὅστις δὲ βούλεται καὶ χωρὶς
2. ἐμοῦ γνῶναί τι περὶ πάσης τῆς ἐν ταῖς τροφαῖς δυνάμεως,
3. ἔνεστιν ἀναγινώσκειν αὐτῷ τοὺς τρεῖς περὶ τοῦδε τῶν ἡμετέρων
4. ὑπομνήσεις, καὶ τὸ τέταρτον ἐπ’ αὐταῖς, περὶ εὐχυμίας
5. τε καὶ κακοχυμίας, οὗ μάλιστα χρῄζομεν εἰς τὸ
6. παρόν. πολλὰ μὲν οὖν ἡ κακοχυμία ταῖς τῆς ψυχῆς ἐνεργείαις
7. λυμαίνεται, σώζει δὲ ἀβλαβεῖς αὐτὰς ἡ εὐχυμία.

Cliquer un n° de page pour en afficher l’image