Galenus. Quod animi mores corporis temperamenta sequantur (Quod animi mores corp. temp. sequ.) [n° 028 Fichtner] [GalLat]

Ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται
Facultés de l’âme suivent les tempéraments du corps
The Capacities of the Soul Depend on the Mixtures the Body (QAM)
Müller, Marquardt, Helmreich, 1891; , 2011.
Quod animi mores corporis temperamenta sequantur, 1822, vol. 4, p. 767-822. urn:cts:greekLit:tlg0057.tlg027.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Hauke, 1937 (deu); Garofalo, Vegetti, 1978 (ita); , 1999 (fra); Zaragoza Gras, 2003 (spa); Singer, Nutton, Davies, 2013 (eng); Johnston, 2020 (eng).

Quod animi mores corporis temperamenta sequantur, 11, ed. Kühn, 1822, vol. 4, p. 814-822. urn:cts:greekLit:tlg0057.tlg027.1st1K-grc1:11

 

8. Οὔκουν ἀναιρετικὸς ὅδ’ ὁ λόγος ἐστὶ τῶν
9. ἐκ φιλοσοφίας καλῶν, ἀλλ’ ὑφηγητικός τε καὶ διδασκαλικὸς
10. ἀγνοουμένου τινὸς ἐν αὐτοῖς τῶν φιλοσόφων. οἵ τε γὰρ
11. ἡγούμενοι πάντας ἀνθρώπους ἐπιδεκτικοὺς ἀρετῆς ὑπάρχειν,
12. οἵ τε μηδένα τὴν δικαιοσύνην αἱρεῖσθαι, ὅπερ ἴσον ἐστὶ τῷ
13. μηδένα γίγνεσθαι φυσικὸν ὅρον, ἐξ ἡμισείας ἑκάτεροι τὴν
14. ἀνθρωπίνην ἑωράκασι φύσιν. οὔτε γὰρ ἅπαντες ἐχθροὶ
15. φύονται δικαιοσύνης, οὔθ’ ἅπαντες φίλοι, διὰ τὰς κράσεις
16. τῶν σωμάτων ἑκάτεροι τοιοῦτοι γενόμενοι. πῶς οὖν, φασὶ,
17. δικαίως τις ἐπαινοῖτο, καὶ ψέγοιτο, καὶ μισοῖτο, καὶ φιλοῖτο,
18. γεγενημένος πονηρὸς, ἢ ἀγαθὸς, οὐ δι’ ἑαυτὸν,
1. ἀλλὰ διὰ τὴν κρᾶσιν, ἣν ἐξ ἄλλων αἰτιῶν φαίνεται λαμβάνων;
2. ὅτι, φήσομεν, ὑπάρχει τοῦτο πᾶσιν ἡμῖν, ἀσπάζεσθαι
3. μὲν τὸ ἀγαθὸν, καὶ προσίεσθαι, καὶ φιλεῖν, ἀποστρέφεσθαι
4. δὲ καὶ μισεῖν καὶ φεύγειν τὸ κακόν· ὅτι οὐκέτι
5. πρόσεστι σκεπτομένοις, οὔτε εἰ γεννητόν ἐστιν, οὔτε εἰ μὴ
6. γεννητόν. οὐ γὰρ τὸ ἕτερον αὐτῶν τοιοῦτον ἐποίησεν, οὔτε
7. κατεσκεύασεν αὐτὸ τοιοῦτον. τούς τ’ οὖν σκορπίους, καὶ
8. τὰ φαλάγγια, καὶ τὰς ἐχίδνας ἀναιροῦμεν, ὑπὸ τῆς φύσεως
9. γεγονότα τοιαῦτα καὶ οὐχ ὑφ’ ἑαυτῶν. ἀγέννητόν τε τὸν
10. πρῶτον καὶ μέγιστον θεὸν ὁ Πλάτων λέγων εἶναι ὅμως
11. ἀγαθὸν ὀνομάζει, καὶ ἡμεῖς δὲ πάντες φύσει φιλοῦμεν αὐτὸν,
12. ὄντα τοιοῦτον ἐξ αἰῶνος, οὐχ ὑφ’ ἑαυτοῦ γενόμενον
13. ἀγαθόν· ὅλως γὰρ οὐδ’ ἐγένετό ποτε, διαπαντὸς ὢν ἀγέννητος
14. καὶ ἀΐδιος. εἰκότως οὖν καὶ τῶν ἀνθρώπων τοὺς
15. πονηροὺς μισοῦμεν οὐ προλογιζόμενοι τὸ ποιῆσαν αἴτιον
16. αὐτοὺς τοιούτους. ἔμπαλιν δὲ προσιέμεθα καὶ φιλοῦμεν
17. τοὺς ἀγαθοὺς, εἴτ’ ἐκ φύσεως, εἴτ’ ἐκ παιδείας καὶ διδασκαλίας,
18. εἴτ’ ἐκ προαιρέσεώς τε καὶ ἀσκήσεως ἐγένοντο
19. τοιοῦτοι. καὶ μέντοι καὶ ἀποκτείνομεν τοὺς ἀνιάτους καὶ
1. πονηροὺς διὰ τρεῖς αἰτίας εὐλόγους, ἵνα μὴ ἡμᾶς ἀδικήσωσι
2. ζῶντες, εἰς φόβον τε τοὺς ὁμοίους αὐτοῖς ἐνάγωσιν,
3. ὡς κολασθησομένους ἐφ’ οἷς ἂν ἀδικήσωσι. καὶ τρίτον ἐστὶ,
4. καὶ αὐτοῖς ἐκείνοις ἄμεινον τεθνάναι διεφθαρμένοις οὕτω
5. τὴν ψυχὴν, ὡς ἀνίατον ἔχειν τὴν κακίαν, ὡς μηδ’ ὑπὸ τῶν
6. Μουσῶν αὐτῶν παιδεύεσθαι, μηδέ γε ὑπὸ Σωκράτους ἢ
7. Πυθαγόρα βελτίους γενέσθαι. θαυμάζω δὲ ἐν τῷδε τῶν
8. Στωϊκῶν ἅπαντας μὲν ἀνθρώπους εἰς ἀρετῆς κτῆσιν ἐπιτηδείως
9. ἔχειν οἰομένων, διαστρέφεσθαι δὲ ὑπὸ τῶν οὐ καλῶς
10. ζώντων. ἵνα γὰρ ἐάσω τἄλλα πάντα τὰ καταβάλλοντα
11. τὸν λόγον αὐτῶν, ἓν δὲ μόνον ἐρωτήσω περὶ τῶν πρώτων
12. γενομένων ἀνθρώπων, οἳ μηδένα πρὸ ἑαυτῶν ἔσχον ἕτερον.
13. ἡ διαστροφὴ πόθεν ἢ ὑπὸ τίνων αὐτοῖς ἐγένετο, λέγειν
14. οὐχ ἕξουσιν. ὥσπερ κᾀν τῷ νῦν χρόνῳ μικρὰ παιδία
15. θεώμενοι πονηρότατα, τίς ἐδίδαξεν αὐτὰ τὴν πονηρίαν,
16. ἀδυνατοῖεν λέγειν, καὶ μάλισθ’ ὅταν ᾖ πολλὰ μὲν ἅμα 
1. τρεφόμενα τὴν αὐτὴν τροφὴν ὑπὸ τοῖς αὐτοῖς γονεῦσιν ἢ
2. διδασκάλοις ἢ παιδαγωγοῖς, ἐναντιώτατα δὲ ταῖς φύσεσι.
3. τί γὰρ ἂν ἐναντιώτερον εἴη τοῦ κοινωνικοῦ παιδίου τῷ φθονερῷ,
4. καθάπερ καὶ τοῦ ἐλεήμονος τῷ ἐπιχαιρεκάκῳ, τοῦ δὲ
5. δειλοῦ τῷ πρὸς ἅπαντα θαρσαλέῳ, καὶ τοῦ μωροτάτου τῷ
6. συνετωτάτῳ, καὶ τοῦ φιλαλήθους τῷ φιλοψευδεῖ; καὶ φαίνεταί
7. γε τὰ παιδία, κᾂν ὑπὸ τοῖς αὐτοῖς γονεῦσι καὶ διδασκάλοις
8. καὶ παιδαγωγοῖς τρέφηται, κατὰ τὰς εἰρημένας
9. ἐναντιώσεις ἀλλήλων διαφέροντα. παραφυλάττει οὖν ὃ δεῖ
10. εἰπεῖν τὰ τοιαῦτα τῶν νῦν φιλοσόφων· ἄμεινον δ’ ἐστὶν
11. ἴσως εἰπεῖν οὐ φιλοσόφων, ἀλλ’ ἐπαγγελλομένων φιλοσοφεῖν·
12. ὡς, εἴγε οὕτως ἐφιλοσόφουν, ἐφύλαττον αὐτὸ τοῦτο πρῶτον,
13. ἀπὸ τῶν ἐναργῶς φαινομένων τὰς ἀρχὰς τῶν ἀποδείξεων
14. ποιεῖσθαι. καὶ τοῦτο ἐοίκασι μάλιστα πάντων οἱ πάλαι
15. θειότατοι πρᾶξαί τε καὶ κληθῆναι σοφοὶ παρὰ τοῖς ἀνθρώποις,
16. οὔτε συγγράμματα γράφοντες, οὔτε διαλεκτικὴν ἢ
17. φυσικὴν ἐπιδεικνύμενοι θεωρίαν, ἀλλ’ ἐξ αὐτῶν μὲν τῶν
1. ἀρετῶν, ἀσκήσαντες δὲ αὐτοὺς ἔργοις, οὐ λόγοις. οὗτοι νῦν
2. οἱ φιλόσοφοι βλέποντες εὐθὺς ἐξ ἀρχῆς τὰ παιδία, κᾂν
3. ἄριστα παιδεύηται καὶ μηδὲν ἔχῃ θεάσασθαι παράδειγμα
4. κακίας, ὅμως ἁμαρτάνοντα, τινὲς μὲν αὐτῶν φύσει κακοὺς
5. ἅπαντας ἀνθρώπους ἀπεφήναντο, τινὲς δὲ οὐδὲ ἅπαντας
6. (σπάνιον γὰρ ὄντως ἔστι θεᾶσθαι παιδίον ἄμεμπτον) οἱ μὲν,
7. οὐδενὸς ὄντος τοιούτου, πάντας ἀνθρώπους ἀπεφήναντο φύσει
8. κακοὺς ὑπάρχειν, οἱ δ’ ἕνα ἢ δύο που κατὰ σπάνιον
9. ἰδόντες, οὐ πάντας, ἀλλὰ τοὺς πλείστους ἔφασαν εἶναι κακούς.
10. εἰ γάρ τις οὐκ ἐπιτρίπτων τε καὶ φιλονεικῶν ἐθελήσειεν
11. ἂν ἐλευθερίᾳ γνώμῃ (καθάπερ οἱ παλαιοὶ φιλόσοφοι)
12. τὰ πράγματα θεάσασθαι, παντάπασιν ὀλίγους παῖδας εὑρήσει
13. πρὸς ἀρετὴν εὖ πεφυκότας. καὶ παύσεται μὲν ὅμως
14. ἡγούμενος καὶ πεφυκέναι, διαστρέφεσθαι δ’ αὐτὰ τῶν ἐξ
15. ἐπιστημόνων γονέων τε καὶ παιδαγωγῶν καὶ διδασκάλων·
16. οὐ γὰρ ἐν ἄλλοις γέ τισιν ἐντυγχάνει τὰ παιδία. πάνυ δ’
17. ἀληθεῖς εἰσι καὶ οἵδε, στρέφεσθαι λέγοντες ἡμᾶς ὑπό γε
1. τῆς ἡδονῆς, καίτοι γε αὐτῆς μὲν ἐχούσης πολὺ, τοῦ δ’
2. ἀποστρεπτικοῦ τε καὶ τραχέος ὄντος. εἰ μὲν γὰρ προσοικειούμεθα
3. πρὸς τὴν ἡδονὴν, οὐκ οὖσαν ἀγαθὸν, ἀλλ’, ὡς
4. Πλάτων ἔφη, δέλεαρ μέγιστον κακοῦ, φύσει κακοὶ πάντες
5. ἐσμέν· εἰ δ’ οὐ πάντες, ἀλλά τινες, ἐκεῖνοι μόνοι φύσει
6. μοχθηροὶ τυγχάνουσιν ὄντες. ἐπεὶ τοίνυν, εἰ μὲν μηδεμίαν
7. ἔχομεν ἑτέραν ἐν ἡμῖν δύναμιν οἰκειωμένην ἡδονὴν ἢ μᾶλλον
8. ἀρετὴν, μᾶλλον ἡδονῆς ἥ τις ἰσχυροτέρα τῆς πρὸς τὴν
9. ἡδονὴν ἀγούσης ἡμᾶς φύσει. καὶ οὕτως εἴημεν ἅπαντες κακοὶ,
10. τὴν μὲν κρείττονα δύναμιν καὶ ἀσθενεστέραν, ἰσχυροτέραν
11. δὲ τὴν μοχθηρὰν ἔχοντες, ᾓ δὴ κρείττονός ἐστιν
12. ἰσχυροτέρα, ἥ τις τοὺς πρώτους ἀνθρώπους ἀνέπεισεν ὑπὸ
13. τῆς ἀσθενεστέρας νικηθῆναι. ταῦτ’ οὖν αὐτὰ τῶν Στωϊκῶν
14. ἐμέμψατο καὶ ὁ πάντων ἐπιστημονικώτατος ὁ Ποσειδώνιος,
15. ἐν οἷς ἐπαίνων ἐστὶ μεγίστων ἄξιος, ἐν τούτοις αὐτοῖς μὲν
16. ὑπὸ τῶν ἄλλων οὐχ ἕπεται τῶν Στωϊκῶν. ἐκεῖνοι μὲν γὰρ
17. ἔπεισαν αὐτοὺς τὴν πατρίδα μᾶλλον, ἢ τὰ δόγματα προδοῦναι,
18. Ποσειδώνιος δὲ τὴν τῶν Στωϊκῶν αἵρεσιν μᾶλλον
1. ἢ τὴν ἀλήθειαν· διὰ τοῦτο κατὰ γε τὴν περὶ τῶν παθῶν
2. πραγματείαν ἐναντιώτατα φρονεῖ Χρυσίππῳ καὶ ἐν
3. τῷ περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν. πολλὰ μὲν οὖν εἶπε
4. Χρύσιππος ἐν τοῖς λογικῶς ζητουμένοις περὶ τῶν παθῶν
5. τῆς ψυχῆς μεμψάμενος, ἔτι δὲ πλείω τῶν ἐν τοῖς περὶ διαφορῶν
6. τῶν ἀρετῶν. οὐ τοίνυν οὐδὲ Ποσειδωνίῳ δοκεῖ τὴν
7. κακίαν ἔξωθεν προσιέναι τοῖς ἀνθρώποις οὐδεμίαν ἔχουσιν
8. ἰδίαν ῥίζαν ταῖς ψυχαῖς ἡμῶν, ὅθεν ὁρῶμεν εἰ βλαστάνει τε
9. καὶ αὐξάνει, ἀλλ’ αὐτὰ τοὐναντίον εἶναι. καὶ γὰρ καὶ τῆς
10. κακίας ἐν ἡμῖν αὐτοῖς σπέρμα· καὶ δεόμεθα πάντες οὐχ
11. οὕτω τοῦ φεύγειν τοὺς πονηροὺς, ὡς τοῦ διώκειν τοὺς καθαρίσοντάς
12. τε καὶ κωλύσοντας ἡμῶν τὴν αὔξησιν τῆς κακίας.
13. οὐ γὰρ, ὡς οἱ Στωϊκοί φασιν, ἔξωθεν, ἐπεὶ ἄρχεται
14. ταῖς ψυχαῖς ἡμῶν τὸ σύμπαν τῆς κακίας, ἀλλὰ τὸ
15. πλέον ἐξ ἑαυτῶν ἔχουσιν οἱ πονηροὶ τῶν ἀνθρώπων· ἔξωθεν
16. δὲ ἐλάττω τούτων πολλῷ τὸ ἐπιαρχόμενόν ἐστιν. ἐκ
17. τούτου μὲν οὖν ἐθισμοί τε γίνονται μοχθηροὶ τῷ τῆς ψυχῆς
18. ἀλόγῳ μέρει, καὶ δόξαι ψευδεῖς τῷ λογιστικῷ· καθάπερ,
1. ὅταν ὑπὸ καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι παιδευώμεθα, δόξαι
2. μὲν ἀληθεῖς, ἐθισμοὶ δὲ χρηστοί. ταῖς κράσεσι δ’ ἕπεται
3. κατὰ μὲν τὸ λογιστικὸν ἀγχίνοιά τε καὶ μωρία κατὰ τὸ
4. μᾶλλόν τε καὶ ἧττον. αἱ κράσεις δ’ αὗται τῇ τε πρώτῃ
5. γενέσει καὶ ταῖς εὐχύμοις διαίταις ἀκολουθοῦσι καὶ συναυξάνει
6. ἄλληλα ταῦτα. διὰ γοῦν τὴν θερμὴν κρᾶσιν ὀξύθυμοι
7. γίνονται· ταύταις πάλιν ταῖς ὀξυθυμίαις ἐκπυροῦσι τὴν
8. ἔμφυτον θερμασίαν. ἔμπαλιν δὲ οἱ σύμμετροι ταῖς κράσεσι
9. συμμέτρως τὰς τῆς ψυχῆς κινήσεις ἔχοντες εἰς εὐθυμίαν
10. ὠφελοῦνται. ὥσθ’ ὁ μὲν ἡμέτερος λόγος ὁμολογεῖ τοῖς
11. ἐναργῶς φαινομένοις κατὰ τὰς αἰτίας, ὥσθ’ ὑπ’ οἴνου καὶ
12. φαρμάκων τινῶν, φασκομένων δ’ ὑπὸ διαίτης ἀγαθῆς τε καὶ
13. καλῆς, ὥσπερ γε καὶ ὠφελούμεθά τε καὶ δι’ ἐπιτηδεύματά
14. τε καὶ μαθήματα, οὐχ ἥκιστα δὲ τῇ φυσικῇ διαφορᾷ τῶν
15. παιδίων ἀποδιδοὺς τὴν αἰτίαν. οἱ δ’ οὖν ἐκ τῆς τοῦ σώματος
16. κράσεως ἡγούμενοι τὴν ψυχὴν ὠφελεῖσθαί τε καὶ
17. βλάπτεσθαι, περὶ δὲ τῆς τῶν παίδων διαφορᾶς οὐδὲν
18. ἔχουσι λέγειν, ὧν τε ἐκ τῆς διαίτης ὠφελούμεθα, οὐδενὸς
1. ἔχουσιν αἰτίαν ἀποδοῦναι, καθάπερ οὐδὲ τῆς ἐν τοῖς ἤθεσι
2. διαφορᾶς, καθ’ ἣν τὰ μὲν θυμικὰ, τὰ δὲ ἄθυμα, καὶ τὰ
3. μὲν συνετὰ, τὰ δὲ οὐ φαίνεται. ἐν Σκύθαις μὲν γὰρ εἷς
4. ἀνὴρ ἐγένετο φιλόσοφος, Ἀθήνῃσι δὲ πολλοὶ τοιοῦτοι.
5. πάλιν δ’ ἐν Ἀβδήροις ἀσύνετοι πολλοὶ, τοιοῦτοι δ’ Ἀθήνῃσιν
6. ὀλίγοι.

Cliquer un n° de page pour en afficher l’image