1. Ἆρ’ οὖν ὑπὸ μὲν τῆς κατὰ τὸ θερμόν τε
2. καὶ ψυχρὸν κράσεως ὑπαλλάττεσθαι πεφύκασιν αἱ δυνάμεις
3. τῆς ψυχῆς, ὑπὸ δὲ τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν
4. οὐδὲν πάσχειν; καὶ μὴν τούτου πολλὰ τεκμήρια κατά τε
5. φάρμακα καὶ τὴν ὁσημέραι δίαιταν ἔχομεν, ἃ τάχ’ ἂν
6. ἐφεξῆς εἴποιμι σύμπαντα πρότερον ἀναμνήσας ὧν ὁ Πλάτων
7. ἔγραψε λόγων ὑπὸ τῆς τοῦ σώματος ὑγρότητος εἰς λήθην
8. ἔρχεσθαι τὴν ψυχὴν ὧν πρότερον ἠπίστατο, πρὶν ἐνδεθῆναι
9. τῷ σώματι. λέγει γὰρ ᾧδέ πως αὐτοῖς ῥήμασιν ἐν
10. Τιμαίῳ, κατ’ ἐκεῖνο τὸ χωρίον τοῦ συγγράμματος, ἔνθα
11. φησὶ τοὺς θεοὺς δημιουργῆσαι τὸν ἄνθρωπον, ἐνδόντας τὴν
12. ἀθάνατον ψυχὴν εἰς ἐπίῤῥυτον σῶμα καὶ ἀπόῤῥυτον, εὔδηλον
13. ὅτι τὴν ὑγρότητα τῆς βρεφῶν οὐσίας αἰνιττόμενος.
14. ἐφεξῆς γοῦν τούτοις τάδε φησίν· Αἱ δὲ εἰς ποταμὸν ἐνδεθεῖσαι
15. πολὺν οὔτ’ ἐκρατοῦντο, καὶ βίᾳ ἐφέροντό τε καὶ
16. ἔφερον. καὶ μετ’ ὀλίγα πάλιν· Πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος
17. καὶ ἀποῤῥέοντος κύματος, ὃ τὴν τροφὴν παρεῖχεν,
1. ἔτι μείζονα θόρυβον ἀπειργάζετο τὰ προσπίπτοντα τῶν
2. παθημάτων ἑκάστοις. καὶ μέντοι καὶ διέλθωμεν αὐτὰ πάλιν.
3. ἐφεξῆς γάρ φησι· Διὰ δὴ ταῦτα πάντα τὰ πάθη κατ’
4. ἀρχὰς ἡ ψυχὴ γίνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ
5. θνητὸν, ὅταν δὲ τὸ τῆς αὐξήσεως καὶ πρὸς ἔλαττον ἐπῇ
6. ῥεῦμα, πάλιν δὲ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτῶν
7. ὁδὸν ἴασι, καὶ καθιστῶνται μᾶλλον ἐπιόντος τοῦ χρόνου.
8. τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχῆμα ἑκάστου
9. τῶν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι, τό τε θάτερον
10. καὶ τὸ ταὐτὸν προσαγόμεναι κατ’ ὀρθὸν, εὔφρονα τὸν ἔχοντα
11. αὐτὰς γινόμενον ἀποτελοῦσιν. ὅταν, φησὶ, τὸ τῆς αὐξήσεως καὶ
12. τροφῆς ἔλαττον ἐπῇ ῥεῦμα, τὴν ὑγρότητα δηλονότι λέγων,
13. τὴν ἔμπροσθεν ὑπ’ αὐτοῦ εἰρημένην τῆς κατὰ ψυχὴν ἀνοίας
14. αἰτίαν γινομένην, ὡς τῆς μὲν ξηρότητος εἰς σύνεσιν, τῆς δ’
15. ὑγρότητος εἰς ἄνοιαν ἀγούσης τὴν ψυχήν. ἀλλ’ εἴπερ
16. ὑγρότης μὲν ἄνοιαν ἐργάζεται, ξηρότης δὲ σύνεσιν, ἡ μὲν ἄκρα
17. ξηρότης ἄκραν ἐργάζεται σύνεσιν, ἡ δ’ ἐπίμικτος ὑγρότης τοσοῦτον
18. ἀφαιρήσει τῆς τελείας συνέσεως, ὅσον ἐκοινώνησεν ὑγρότητος.
1. τίνος οὖν ἦν τοῦ ζώου τοιοῦτόνδε σῶμα, τίνος ἄμοιρον ὑγρότητος,
2. ὥσπερ τὰ τῶν ἄστρων; οὐδενὸς οὐδ’ ἐγγύς. ὥστε
3. οὐδὲ συνέσεως ἄκρας ἐγγύς ἐστι σῶμα θνητοῦ ζώου, πάντα
4. δ’, ὥσπερ ὑγρότητος, οὕτω καὶ ἀνοίας μετέχει. ὁπότ’ οὖν
5. τὸ λογικὸν τῆς ψυχῆς μονοειδῆ οὐσίαν ἔχον τῇ τοῦ σώματος
6. κράσει συμμεταβάλλεται, τί χρὴ νομίσαι πάσχειν τὸ θνητὸν
7. εἶδος αὐτῆς; ἢ δῆλον, ὅτι πάντη δουλεύειν τῷ σώματι;
8. ἄμεινον δὲ φάναι, μὴ δουλεύειν, ἀλλ’ αὐτὸ δὴ τοῦτ’ εἶναι
9. τὸ θνητὸν τῆς ψυχῆς, τὴν κρᾶσιν τοῦ σώματος. ἐδείχθη
10. γὰρ ἔμπροσθεν ἡ θνητὴ ψυχὴ κρᾶσις οὖσα τοῦ σώματος.
11. ἡ μὲν οὖν τῆς καρδίας κρᾶσις τὸ θυμοειδές ἐστι τῆς ψυχῆς,
12. ἡ δὲ τοῦ ἥπατος τὸ καλούμενον ὑπὸ τοῦ Πλάτωνος
13. μὲν ἐπιθυμητικὸν, θρεπτικὸν δὲ καὶ φυτικὸν ὑπὸ τοῦ
14. Ἀριστοτέλους. Ἀνδρόνικον δὲ τὸν Περιπατητικὸν, ὅτι
15. μὲν ὅλως ἐτόλμησεν ἀποφήνασθαι τὴν οὐσίαν τῆς ψύχης
16. ὡς ἐλεύθερος ἀνὴρ ἄνευ τοῦ περιπλέκειν ἀσαφῶς,
17. ἐπαινῶ τε πάνυ καὶ ἀποδέχομαι τὴν φράσιν τοῦ ἀνδρός·
18. εὑρίσκω γὰρ αὐτὸν καὶ κατ’ ἄλλα πολλὰ τοιοῦτον.
1. ὅτι δέ τοι κρᾶσιν εἶναί φησιν, ἢ δύναμιν ἑπομένην τῇ
2. κράσει, καὶ μέμφομαι τῇ προσθήκῃ τῆς δυνάμεως. ἡ γάρτοι
3. ψυχὴ πολλὰς ἔχει δυνάμεις, οὐσία τις οὖσα, καὶ
4. τοῦτο ὀρθῶς Ἀριστοτέλει λέλεκται, καὶ πρόσθεν τοῦτο
5. διώρισται καλῶς ἡ ὁμωνυμία. λεγομένης γὰρ οὐσίας, καὶ
6. τῆς ὕλης, καὶ τοῦ εἴδους, καὶ τοῦ συναμφοτέρου, τὴν κατὰ
7. τὸ εἶδος οὐσίαν ἀπεφήνατο ψυχὴν ὑπάρχειν, οὐκ ἐγχωρῶν
8. λέγειν ἄλλο τι παρὰ τὴν κρᾶσιν, ὡς ὀλίγον ἔμπροσθεν
9. ἐδείκνυτο. ἐν ταὐτῷ δὲ γένει τῆς οὐσίας καὶ ἡ τῶν Στωϊκῶν
10. περιέχεται δόξα. πνεῦμα μὲν γάρ τι τὴν ψυχὴν εἶναι
11. βούλονται, καθάπερ καὶ τὴν φύσιν, ἀλλ’ ὑγρότερον μὲν
12. καὶ ψυχρότερον τὸ τῆς φύσεως, ξηρότερον δὲ καὶ θερμότερον
13. τὸ τῆς ψυχῆς. ὥστε καὶ τοῦθ’ ὕλη μέν τις οἰκεία τῆς
14. ψυχῆς ἐστι τὸ πνεῦμα, τὸ δὲ τῆς ὕλης εἶδος ἤτοι κράσεως,
15. ἐν συμμετρίᾳ γιγνομένης τῆς ἀερώδους τε καὶ πυρώδους οὐσίας.
16. οὔτε γὰρ ἀέρα μόνον οἷόν τε φάναι τὴν ψυχὴν, οὔτε
17. πῦρ, ὅτι μήτε ψυχρὸν ἄκρως ἐμφανῇ γίγνεσθαι ζώου σῶμα,
1. μήτε ἄκρως θερμὸν, ἀλλὰ μηδὲ ἐπικρατούμενον ὑπὸ θατέρου
2. κατὰ μεγάλην ὑπεροχὴν, ὅπου γε, κᾀν βραχεῖ πλεῖον
3. γένηται τοῦ συμμέτρου, πυρέττει μὲν τὸ ζῶον ἐν ταῖς τοῦ
4. πυρὸς ἀμέτροις ὑπεροχαῖς, καταψύχεται δὲ καὶ πελιδνοῦται
5. καὶ δυσαίσθητον ἢ παντελῶς ἀναίσθητον γίνεται κατὰ
6. τὰς τοῦ ἀέρος κράσεις. οὗτος γὰρ αὐτὸς, ὅσον μὲν ἐφ’
7. ἑαυτῷ, ψυχρός ἐστιν, ἐκ δὲ τῆς πρὸς τὸ πυρῶδες στοιχεῖον
8. ἐπιμιξίας εὔκρατος γίνεται. δῆλον οὖν ἤδη σοι γέγονεν,
9. ὡς ἡ τῆς ψυχῆς οὐσία κατὰ ποιὰν κρᾶσιν ἀέρος τε
10. καὶ πυρὸς γίνεται κατὰ τοὺς Στωϊκοὺς, καὶ συνετὸς μὲν ὁ
11. Χρύσιππος ἀπείργασται διὰ τὴν τούτων εὔκρατον μίξιν, οἱ
12. δὲ Ἱπποκράτους υἱεῖς, οὓς ἐπὶ μωρίᾳ σκώπτουσιν οἱ κωμικοὶ,
13. διὰ τὴν ἄμετρον θέρμην. ἴσως οὖν τις ἐρεῖ, μήτε Χρύσιππον
14. ἐπαινεῖσθαι δεῖν ἐπὶ συνέσει, μήτ’ ἐκείνους ἐπὶ μωρίᾳ
15. ψέγεσθαι. παραπλησίως δὲ καὶ εἰς τὰ τοῦ θυμοειδοῦς
16. ἔργα καὶ πάθη μήτε τοὺς εὐτόλμους ἐπαινεῖσθαι χρῆν,
17. μήτε τοὺς ἀτόλμους ψέγεσθαι. περὶ μὲν οὖν τούτων ὀλίγον
18. πρόσθεν ἐπισκεψόμεθα.
⟨
(Quod animi mores corp. temp. sequ.) [n° 028 Fichtner] [GalLat]
Quod animi mores corporis temperamenta sequantur
Ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται
Facultés de l’âme suivent les tempéraments du corps
The Capacities of the Soul Depend on the Mixtures the Body (QAM)
Müller, Marquardt, Helmreich, 1891; , 2011.
Quod animi mores corporis temperamenta sequantur, 1822, vol. 4, p. 767-822. urn:cts:greekLit:tlg0057.tlg027.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Hauke, 1937 (deu); Garofalo, Vegetti, 1978 (ita); , 1999 (fra); Zaragoza Gras, 2003 (spa); Singer, Nutton, Davies, 2013 (eng); Johnston, 2020 (eng).
Quod animi mores corporis temperamenta sequantur, 4, ed. Kühn, 1822, vol. 4, p. 780-784. urn:cts:greekLit:tlg0057.tlg027.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩