Galenus. Quod animi mores corporis temperamenta sequantur (Quod animi mores corp. temp. sequ.) [n° 028 Fichtner] [GalLat]

Ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται
Facultés de l’âme suivent les tempéraments du corps
The Capacities of the Soul Depend on the Mixtures the Body (QAM)
Müller, Marquardt, Helmreich, 1891; , 2011.
Quod animi mores corporis temperamenta sequantur, 1822, vol. 4, p. 767-822. urn:cts:greekLit:tlg0057.tlg027.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Hauke, 1937 (deu); Garofalo, Vegetti, 1978 (ita); , 1999 (fra); Zaragoza Gras, 2003 (spa); Singer, Nutton, Davies, 2013 (eng); Johnston, 2020 (eng).

Quod animi mores corporis temperamenta sequantur, 7, ed. Kühn, 1822, vol. 4, p. 791-798. urn:cts:greekLit:tlg0057.tlg027.1st1K-grc1:7

5. Ὅτι δὲ καὶ Ἀριστοτέλης τῇ κράσει τοῦ τῆς
6. μητρὸς αἵματος, ἐξ οὗ τὴν γένεσιν ἔχειν ἡμῶν φησι τὸ αἷμα,
7. τὰς τῆς ψυχῆς δυνάμεις ἀκολουθεῖν οἴεται, δῆλόν ἐστι ἐκ
8. τῶνδε τῶν ῥήσεων. οὗτος κατὰ μέν γε τὸ δεύτερον τὸ περὶ
9. ζώων μορίων οὕτως ἔγραψεν. ἔστι δὲ ἰσχύος μὲν ποιητικώτερον
10. τὸ παχύτερον αἷμα καὶ θερμότερον· αἰσθητικώτερον
11. δὲ τὸ λεπτότερον καὶ ψυχρότερον. τὴν αὐτὴν δὲ ἔχει διαφορὰν
12. καὶ τῶν ἀνάπαλιν ὑπαρχόντων πρὸς τὸ αἷμα. διὸ καὶ
13. μέλιτται καὶ ἄλλα τοιαῦτα ζῶα φρονιμώτερα τὴν φύσιν
14. ἐστὶν ἐναίμων πολλῶν, καὶ τῶν ἐναίμων τὰ μὲν ψυχρὸν
15. ἔχοντα καὶ λεπτὸν αἷμα φρονιμώτερα τῶν ἐναντία. ἄριστα
16. δὲ τὰ θερμὸν ἔχοντα καὶ λεπτὸν καὶ καθαρὸν αἷμα· πρός
17. τε γὰρ ἀνδρίαν τὰ τοιαῦτα καὶ φρόνησιν ἔχει καλῶς. διὸ 
1. καὶ τὰ ἄνω μόρια πρὸς τὰ κάτω τὴν αὐτὴν ἔχει διαφορὰν,
2. καὶ πρὸς τὸ θῆλυ τὸ ἄῤῥεν, καὶ δεξιὰ πρὸς τὰ ἀριστερὰ
3. τοῦ σώματος. εὔδηλον οὖν ἐστιν, ὡς ὁ Ἀριστοτέλης ταύτῃ
4. τῇ ῥήσει ἕπεσθαι βουλομένοις τὰς τῆς ψυχῆς δυνάμεις τῇ
5. φύσει τοῦ αἵματος ἀπεφήνατο ἕπεσθαι. οὐδὲν ἥττω καὶ
6. κατωτέρω τοῦ συγγράμματος ἀποφαινόμενος τὴν δόξαν ἔγραψεν
7. ᾧδε. τὰς δὲ καλουμένας ἶνας αἷμα τὸ μὲν ἔχει, τὸ δὲ
8. οὐκ ἔχει, οἷον τὸ τῶν ἐλάφων καὶ δορκάδων, διόπερ οὐ
9. πήγνυται τὸ τοιοῦτον αἷμα. τοῦ γὰρ αἵματος τὸ μὲν ὑδατῶδες
10. μᾶλλον ψυχρόν ἐστι, διὸ καὶ οὐ πήγνυται· τὸ δὲ
11. γεῶδες πήγνυται ἐξατμιζομένου τοῦ ὑγροῦ ἐν ταῖς πήξεσι.
12. αἱ δὲ ἶνες γῆς εἰσι. συμβαίνει δὲ ἐνίοτε κἂν γλαφυρώτερον
13. ἔχειν τὴν διάνοιαν τοῦτο, οὐ διὰ τὴν ψυχρότητα τοῦ αἵματος,
14. ἀλλὰ διὰ λεπτότητα μᾶλλον, καὶ διὰ τὸ καθαρὸν εἶναι.
15. τὸ γὰρ γεῶδες οὐδέτερον ἔχει τούτων. εὐκινητότερον γὰρ
16. ἔχουσι τὴν αἴσθησιν τὰ λεπτοτέραν ἔχοντα τὴν ὕγρανσιν
17. καὶ καθαρωτέραν. διὰ γὰρ τοῦτο καὶ τῶν ἀναίμων ἔνια
18. συνετωτέραν ἔχει τὴν ψυχὴν ἐνίων ἐναίμων, καθάπερ εἴρηται
1. καὶ πρότερον, οἷον ἡ μέλισσα καὶ τὸ γένος τῶν μυρμήκων,
2. καὶ εἴτι τῶν τοιούτων ἕτερόν ἐστι. δειλότερα γὰρ πάντα τὰ
3. ὑδατώδη· ὁ γὰρ φόβος καταψύχει. προσοδοποιεῖται τοίνυν
4. τὰ πάθη, τὰ τοιαύτην ἔχοντα τὴν ἐν τῇ καρδίᾳ κρᾶσιν, τὸ
5. γὰρ ὕδωρ τῷ ψυχρῷ ποιητόν ἐστι. διὸ καὶ τὰ ἄλλα ἔναιμα
6. δειλότερα τῶν ἀναίμων ἐστὶν, ὡς ἁπλῶς εἰπεῖν, καὶ ἀκινητίζει
7. γε φοβούμενα, καὶ προΐεται περιττώματα, καὶ μεταβάλλει
8. ἔνια τὰς χρόας αὐτῶν. τὰ δὲ πολλὰς ἔχοντα λίαν
9. ἶνας καὶ παχείας γεωδέστερα τὴν φύσιν ἐστὶ, καὶ θυμώδη
10. τὸ ἦθος, καὶ ἐκστατικὰ διὰ τὸν θυμόν. θερμότητος γὰρ
11. παρεκτικὸς ὁ θυμός. τὰ δὲ στερεὰ θερμανθέντα μᾶλλόν
12. εἰσιν ἢ προσήκει θερμὰ, ὡς ἡ τῶν ἰνῶν φύσις ἐν τῷ ὑγρῷ.
13. αἱ γὰρ ἶνες στερεώτεραι καὶ γεωδέστεραι γίνονται, οἷον αἱ
14. πυρίαι ἐν τῷ σώματι, καὶ ζέσιν ποιοῦνται ἐν τοῖς θυμοῖς.
15. διό οἱ ταῦροι καὶ οἱ κάπροι θυμώδεις καὶ ἐκστατικοί. τὸ
16. γὰρ αἷμα τούτων ἰνωδέστατον, καὶ τό γε τοῦ ταύρου
17. τάχιστα πήγνυται πάντων. ἐξαιρουμένων δὲ τῶν ἰνῶν οὐ
1. πήγνυται τὸ αἷμα· αἱ γὰρ ἶνες γεώδεις. καθάπερ ἐκ πηλοῦ
2. εἴ τις ἐξέλοι τὸ γεῶδες, οὐκ ἂν ξηρανθείη τὸ ὕδωρ. οὕτως
3. καὶ τὸ αἷμα τῶν ἰνῶν μὲν ἐξαιρουμένων οὐ πήγνυται,
4. μενουσῶν δὲ πήγνυται, οἷον καὶ ὑγρὰ γῆ καὶ ὑπὸ ψύχους
5. ἂν πάθοι. τοῦ γὰρ θερμοῦ ὑπὸ τοῦ ψυχροῦ ἐκθλιβομένου
6. συνεξατμίζεται τὸ ὑγρὸν, καθάπερ εἴρηται πρότερον,
7. καὶ πήγνυται, οὐχ ὑπὸ θερμοῦ, ἀλλ’ ὑπὸ ψυχροῦ ξηραινόμενον.
8. ἐν δὲ τοῖς σώμασιν ὑγρόν ἐστι διὰ τὴν θερμότητα
9. τὴν ἐν τοῖς ζώοις. ταῦτα προειπὼν ὁ Ἀριστοτέλης
10. ἐφεξῆς αὐτοῖς συνάπτει ταῦτα. πολλῶν δέ ἐστιν αἰτία ἡ τοῦ
11. αἵματος φύσις, καὶ κατὰ τὸ ἦθος τοῖς ζώοις, καὶ κατὰ τὴν
12. αἴσθησιν εὐλόγως. ὕλη γάρ ἐστι παντὸς τοῦ σώματος, ἡ
13. γὰρ τροφὴ ὕλη, τὸ δ’ αἷμα ἐσχάτη τροφή. πολλὴν οὖν
14. ποιεῖ διαφορὰν θερμὸν ὂν καὶ ψυχρὸν, καὶ λεπτὸν, καὶ
15. πολὺ, καὶ καθαρὸν, καὶ θολερόν. οὐσῶν δὲ καὶ ἄλλων
16. αὐτοῦ ῥήσεων ἐν ταῖς περὶ τῶν ζώων αὐτοῦ πραγματείαις
17. καὶ τοῖς τῶν προβλημάτων αὐτοῦ βιβλίοις, ἔδοξέ μοι περιττὸν
1. εἶναι παραγράφειν ἁπάσας. ἀρκεῖ γάρ μοι τὴν Ἀριστοτέλους
2. ἐνδείξασθαι γνώμην, ἣν ἔχει περί τε τῶν κράσεων
3. τοῦ σώματος καὶ τῶν τῆς ψυχῆς δυνάμεων. ὅμως δὲ προσθήσω
4. καὶ κατὰ τὸ πρῶτον εἰρημένον τῆς τῶν ζώων ἱστορίας,
5. ὧν τινὰ μὲν ἄντικρυς εἰς τὴν κρᾶσιν ἀνάγεται, τινὰ
6. δὲ διὰ μέσων τῶν φυσιογνωμονικῶν σημείων, καὶ μάλιστα
7. κατὰ τὸν Ἀριστοτέλη. βούλεται γὰρ οὗτος τοῖς τῆς ψυχῆς
8. ἤθεσί τε καὶ δυνάμεσιν οἰκείαν γίνεσθαι τὴν διάπλασιν
9. ὅλου τοῦ σώματος ἑκάστῳ γένει ζώων. οἷον αὐτίκα τῶν
10. ἐναίμων ἡ γένεσις μέν ἐστιν ἐκ τοῦ τῆς μητρὸς αἵματος,
11. ἀκολουθεῖ δὲ τῇ κράσει τούτου τὰ τῆς ψυχῆς ἤθη, καθότι
12. καὶ διὰ τῶν προγεγραμμένων ῥήσεων ἀπεφήνατο. τῶν δὲ
13. ὀργανικῶν μορίων ἡ διάπλασις οἰκεία τοῖς τῆς ψυχῆς ἤθεσι
14. γίγνεται κατ’ αὐτὸν τὸν Ἀριστοτέλη. καὶ κατὰ τοῦτο δὴ
15. λοιπὸν οὐκ ὀλίγα πέφυκε περί τε ψυχῆς ἠθῶν καὶ τῆς
16. τοῦ σώματος κράσεως. ἔνια δὲ τῶν φυσιογνωμονικῶν ἄντικρύς
17. τε καὶ δι’ οὐδενὸς μέσου τὴν κρᾶσιν ἐνδείκνυται. τοιαῦτα
18. δέ ἐστι κατὰ τὰς χρόας καὶ τρίχας, ἔτι τε τὰς φωνὰς,
1. καὶ τὰς ἐνεργείας τῶν μορίων. ἀκούσωμεν οὖν ἤδη τῶν ὑπὸ
2. Ἀριστοτέλους γεγραμμένων ἐν τῷ πρώτῳ περὶ ζώων ἱστορίας.
3. προσώπου δὲ τὸ μὲν ὑπὸ τὸ βρέγμα μεταξὺ τῶν ὀμμάτων
4. μέτωπον· τοῦτο δὲ οἷς μὲν μέγα, βραδύτεροι, οἷς δὲ μικρὸν,
5. εὐκίνητοι, καὶ οἷς μὲν πλατὺ, ἐκστατικοί. μία μὲν αὕτη
6. ῥῆσις. ἑτέρα δὲ οὐ μετὰ πολὺ τόνδε τὸν τρόπον ἔχουσα.
7. ὑπὸ δὲ τῷ μετώπῳ ὀφρύες διφυεῖς, ὧν αἱ μὲν εὐθεῖαι
8. φύουσαι μαλακοῦ ἤθους σημεῖον, αἱ δὲ πρὸς τὴν ῥῖνα τὴν
9. καμπυλότητα ἔχουσαι στρυφνοῦ, αἱ δὲ πρὸς τοὺς κροτάφους
10. μώμου καὶ εἴρωνος, αἱ δὲ κατεσπασμέναι φθόνου. εἶτα
11. πάλιν οὐ μετὰ πολύ. κοινὸν δὲ βλεφαρίδος μέρος τῆς ἄνω
12. καὶ κάτω κανθοὶ, δύο μὲν πρὸς τῇ ῥινὶ, δύο δὲ πρὸς τοῖς
13. κροτάφοις. οἷς μέν εἰσι μακροὶ, κακοηθείας σημεῖον, οἷς
14. δὲ βραχεῖς, ἤθους βελτίονος. ὧν δὲ οἱ κτένες οἷον κρεῶδες
15. ἔχοντες πρὸς τῷ μυκτῆρι, πονηρίας. καὶ μετὰ τοῦτο
16. πάλιν. ὀφθαλμοῦ δὲ τοῦ μὲν λευκοῦ ὁμοίως ἐπὶ πολὺ
17. πᾶσι τὸ καλούμενον μέλαν διαφέρει. τοῖς μὲν γάρ ἐστι μέλαν, 
1. τοῖς δὲ καὶ σφόδρα γλαυκόν. οἷς δὲ χαροπὸν, τοῦ
2. βελτίστου σημεῖόν ἐστι, καὶ πρὸς ὀξύτητα ὄψεως κράτιστον.
3. καὶ δὴ καὶ τούτων ἐφεξῆς τάδε γράφει. τῶν δὲ ὀφθαλμῶν
4. οἱ μὲν μικροὶ, οἱ δὲ μεγάλοι, οἱ μέσοι δὲ καὶ βέλτιστοι,
5. καὶ οἱ ἐκτὸς σφόδρα, ἢ ἐντὸς, ἢ μέσως, τούτων οἱ ἐντὸς
6. μάλιστα ὀξυωπέστατοι ἐπὶ παντὸς ζώου, οἱ δὲ μέσον ἤθους
7. βελτίστου σημεῖον. καὶ ἢ σκαρδαμυκτικοὶ, ἢ ἀτενεῖς, ἢ μέσοι.
8. βελτίστου δὲ ἤθους σημεῖον οἱ μέσοι. ἐκείνων δὲ οἱ μὲν
9. ἀναιδεῖς, οἱ δὲ ἀβέβαιοι. καὶ πάλιν οὐ μετὰ πολλὰ καὶ
10. τὸν περὶ τῶν ὤτων λόγον ὡδί πως ἔγραψεν. εἰ μὲν πάνυ
11. μικρὰ, ἢ μέσα, ἢ ἐπανεστηκότα σφόδρα ᾖ, τούτων τὰ μὲν
12. μικρὰ κακοήθους σημεῖον, τὰ δὲ μέσα βελτίστου
13. ἤθους, τὰ δὲ μεγάλα καὶ ἐπανεστηκότα μωρολογίας καὶ
14. ἀδολεσχίας. ταῦτα μὲν ἐν τῷ πρώτῳ περὶ ζώων ἱστορίας
15. Ἀριστοτέλης ἔγραψεν. ὀλίγα δὲ μέμνηται καὶ ἐν ἄλλῳ
16. συγγράμματι περὶ φυσιογνωμονικῶν θεωρημάτων, ὧν καὶ
1. παρεθέμην ἄν τινας ῥήσεις, εἰ μήτε μακρολογίας ἔμελλον
2. ἀποίσεσθαι δόξαν, ἀναλίσκειν τε τὸν χρόνον μάτην, ἐξὸν
3. ἐπὶ τὸν πάντων ἰατρῶν τε καὶ φιλοσόφων πρῶτον εὑρόντα
4. τὴν θεωρίαν ταύτην ἀφικέσθαι μάρτυρα, τὸν θεῖον
5. Ἱπποκράτη.

Cliquer un n° de page pour en afficher l’image