6. Γράφει τοίνυν οὕτως ἐν τῷ βιβλίῳ, ἐν ᾧ περὶ
7. ὑδάτων καὶ ἀέρων καὶ τόπων διδάσκει. πρῶτον μὲν ἐπ’
8. ἐκείνων τῶν πόλεων, ἃς ἐστράφθαι φησὶ πρὸς ἄρκτους, ὡδί
9. πως αὐτοῖς ὀνόμασι· τά τε ἤθεα ἀγριώτερα, ἢ ἡμερώτερα.
10. καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῶν πρὸς ἀνατολὴν ἐστραμμένων
11. ὡδί· λαμπρόφωνοί τε οἱ ἄνθρωποι, ὀργήν τε καὶ ξύνεσιν
12. βελτίους τῶν πρὸς βορᾶν. ἔπειτα προελθὼν ἐπὶ πλέον περὶ
13. τῶν αὐτῶν ὡδί πως διεξέρχεται τὴν Ἀσίαν. πλεῖστον δὲ
14. διαφέρειν φημὶ τῆς Εὐρώπης εἰς τὰς φύσιας τῶν ξυμπάντων
15. τῶν ἐκ γῆς φυομένων καὶ τῶν ἀνθρώπων. πολὺ γὰρ καλλίω
16. καὶ μείζω πάντα γίγνονται ἐν τῇ Ἀσίᾳ, ἥ τε χώρη τῆς
17. χώρας ἡμερωτέρα, καὶ τὰ ἤθεα τῶν ἀνθρώπων ἡμερώτερα.
18. τὸ δ’ αἴτιον τούτων ἡ κρᾶσις τῶν ὡρέων. τὴν κρᾶσιν
1. αἰτίαν εἶναί φησιν οὐ μόνον τῶν ἄλλων, ἃ διεξῆλθεν, ἀλλὰ
2. καὶ τῶν ἠθῶν. ὅτι δὲ τὴν τῶν ὡρῶν κρᾶσιν ἐν θερμότητι
3. καὶ ψυχρότητι, ξηρότητί τε καὶ ὑγρότητι διαλλάττειν ἑτέραν
4. τῆς ἑτέρας φησὶ, παμπόλλας ῥήσεις παρεθέμην ἐν τῇ πραγματείᾳ,
5. καθ’ ἣν ἐπιδείκνυμι τὴν αὐτὴν φυλάττοντα δόξαν
6. αὐτὸν περὶ τῶν στοιχείων ἐν τῇ περὶ φύσεως ἀνθρώπου
7. βίβλῳ, καὶ τἄλλα πάντα συγγράμματα. ἀλλὰ καὶ κατὰ τὰς
8. ἑπομένας ῥήσεις τῇ προκειμένῃ ταὐτὸν διδάσκων γράφει
9. ὡδὶ περὶ τῆς εὐκράτου χώρας, ἣν καὶ τὰ τῶν ἀνθρώπων
10. ἤθη φησὶ ποιεῖν εὔκρατα. οὔτε γὰρ ὑπὸ τοῦ θερμοῦ ἐκκέκαυται,
11. λέγει, οὔτε ὑπὸ τῶν αὐχμῶν καὶ ἀνυδρίης ἀνεξήρανται,
12. οὔτε ὑπὸ ψύξεως πέττεται. διὰ τούτων οὖν ἐφεξῆς
13. φησι. τὸ δὲ ἀνδρεῖον, καὶ τὸ ταλαίπωρον, καὶ τὸ θυμοειδὲς
14. οὐκ ἂν δύναιτο ἐν τοιαύτῃ φύσει ἐγγίγνεσθαι, οὔτε
15. ὁμοφύλου, οὔτε ἀλλοφύλου. ἀλλὰ τὴν ἡδονὴν ἀνάγκη κρατέειν.
16. καὶ μέντοι κατωτέρω πάλιν ἐν τῷ αὐτῷ συγγράμματι
17. τάδε γράφει. περὶ δὲ τῆς ἀθυμίης τῶν ἀνθρώπων, καὶ τῆς
18. ἀνανδρείης, ὅτι ἀπολεμώτεροί εἰσιν τῶν Εὐρωπαίων οἱ
1. Ἀσιηνοὶ καὶ ἡμερώτεροι τὰ ἤθεα, αἱ ὧραι αἴτιαι μάλιστα,
2. οὐ μεγάλας τὰς μεταβολὰς ποιεύμεναι οὔτε ἐπὶ τὸ θερμὸν
3. οὔτε ἐπὶ τὸ ψυχρὸν, ἀλλὰ παραπλήσιαι. καὶ μέντοι καὶ
4. μετ’ ὀλίγα πάλιν εἶπεν οὕτως. εὑρήσεις δὲ καὶ τῶν Ἀσιηνῶν
5. διαφέροντας αὐτοὺς ἑωϋτῶν, καὶ τοὺς μὲν βελτίονας, τοὺς
6. δὲ φαυλοτέρους ὄντας. τούτων δὲ αἱ μεταβολαὶ αἰτίαι τῶν
7. ὡρέων, ὥσπερ μοι εἴρηται ἐν τοῖσι προτέροισι. καὶ κατωτέρω
8. τοῦ συγγράμματος, ἡνίκα περὶ τῶν τὴν Εὐρώπην
9. οἰκούντων ὁ λόγος αὐτῷ γίγνεται, τάδε γράφει. τὸ δὲ
10. ἄγριον καὶ τὸ ἄμικτον καὶ θυμοειδὲς ἐν τῇ τοιαύτῃ φύσει
11. γίγνεται. καὶ μετὰ ταῦτα πάλιν ἐν ἑτέρᾳ ῥήσει γράφει ταυτί.
12. ὅσοι μὲν ὀρεινὴν χώρην οἰκοῦσι, καὶ τραχεῖαν, καὶ ὑψηλὴν,
13. καὶ ἄνυδρον, καὶ μεταβολαὶ αὐτέοισι γίγνονται τῶν ὡρέων,
14. μέγα δὲ τὸ διάφορον ἐνταῦθα. εἰκὸς γὰρ εἴδεα μεγάλα
15. εἶναι, καὶ πρὸς τὸ ταλαίπωρον καὶ ἀνδρεῖον εὖ πεφυκότα,
16. καὶ τό γε ἄγριον καὶ θηριῶδες αἱ τοιαῦται φύσιες οὐχ
17. ἥκιστα ἔχουσιν. ὅσοι δὲ κοῖλα χωρία καὶ λοιμώδεα καὶ
18. πνιγηρὰ, καὶ τῶν θερμῶν πνευμάτων πλέον μέρος μετέχουσιν
19. ἢ τῶν ψυχρῶν, ὕδασί τε χρέονται θερμοῖσιν, οὗτοι δὲ μεγάλοι
1. μὲν οὐκ ἂν εἴησαν, οὐδ’ εὐμήκεες, εὐρέες δὲ πεφυκότες,
2. καὶ σαρκώδεες, καὶ μελανότριχες, καὶ αὐτοὶ μέλανες
3. μᾶλλον, ἢ λευκότεροι, φλεγματίαι τε ἧσσον, ἢ χολώδεες, τὸ
4. δὲ ἀνδρεῖον καὶ τὸ ταλαίπωρον ἐν τῇ ψυχῇ φύσει μὲν οὐκ
5. ἂν ὁμοίως ἔχοιεν νόμος δὲ προσγενόμενος ὑπεργάσεται.
6. νόμον εἴρηκε δηλονότι τὴν νόμιμον ἐν ἑκάστῃ χώρᾳ
7. τοῦ βίου διαγωγὴν, ἣν δὴ καὶ τροφὴν, καὶ παιδείαν, καὶ
8. συνήθειαν ἐπιχώριον ὀνομάζομεν, οὗ καὶ αὐτοῦ μεμνήσομαι
9. πρὸς τὸν ὀλίγον ὕστερον εἰρησόμενον λόγον. ἐν γὰρ τῷ
10. παρόντι προσθεῖναι ταύτας ἔτι βούλομαι τὰς ῥήσεις αὐτοῦ.
11. ὅσοι δὲ ὑψηλὴν οἰκέουσι χώρην, ἢ λισσὴν καὶ ἀνεμώδεα
12. καὶ ἔνυδρον, εἶεν ἂν εἴδεα μεγάλοι, καὶ ἑωϋτοῖσι παραπλήσιοι,
13. καὶ ἀνανδρότεροι δὲ καὶ ἡμερώτεραι τούτων αἱ γνῶμαι.
14. καὶ συνάπτων γε ἐφεξῆς περὶ τοῦ χωρίου ἔτι τάδε γράφει.
15. ὅσοι δὲ λεπτὰ, καὶ ἄνυδρα, καὶ ψιλὰ, τῇσι μεταβολῇσι τῶν
16. ὡρέων οὐκ εὔκριτα ἔχει τῇ χώρῃ τὰ εἴδεα, ἀλλὰ σκληρὰ
17. καὶ εὔτονα, καὶ ξανθότερα, οἷς μελανώτερα εἶναι τὰ εἴδεα,
1. καὶ τὰς ὁρμὰς αὐθάδεας τε καὶ ἰδιογνώμονας. καὶ τί γὰρ,
2. ἵνα μὴ πολλῶν μνημονεύσω ῥήσεων αὐτοῦ, ἐφεξῆς ἐρεῖ; εὑρήσεις
3. γὰρ ἐπὶ τὸ πολὺ τῆς χώρης τῇ φύσει ἀκολουθοῦντα
4. καὶ τὰ εἴδεα τῶν ἀνθρώπων καὶ τοὺς τρόπους. αὐτὴν δὲ
5. δηλονότι τὴν χώρην κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν καὶ
6. ξηρὸν καὶ ὑγρὸν ἑτέρης χώρης διαφέρειν, εἴρηκε πολλάκις
7. ἐν τῷ συγγράμματι. διὰ γοῦν πάλιν τῶν ἐφεξῆς φησιν· ὅκου
8. μὲν γὰρ ἡ γῆ πικρὰ, καὶ μαλθακὴ, καὶ ἔνυγρος, καὶ τὰ
9. ὕδατα κάρτα μετέωρα ἔχουσα, ὥστε θερμὰ εἶναι τοῦ θέρεος,
10. καὶ τοῦ χειμῶνος ψυχρὰ, καὶ τῶν ὡρέων καλῶς κεῖται, ἐνταῦθα
11. καὶ οἱ ἄνθρωποι σαρκώδεές εἰσι, καὶ ἄναρθροι, καὶ
12. ὑγροὶ, καὶ ταλαίπωροι, καὶ τὴν ψυχὴν κακοὶ, ὥστε ἐπὶ πολὺ
13. τό γε ῥᾴθυμον καὶ τὸ ὑπνηλὸν ἔνεστιν ἐν αὐτοῖς ἰδεῖν, ἔς
14. τε τὰς τέχνας παχέες, καὶ οὐ λεπτοὶ, οὐδὲ ὀξέες. ἐν τούτοις
15. πάλιν ἐδήλωσε σαφέστατα, μὴ μόνον τὰ ἤθη ταῖς τῶν ὡρῶν
16. κράσεσιν, ἀλλὰ καὶ τὴν ἀμβλύτητα τῆς διανοίας, ὥσπερ οὖν
17. καὶ τὴν σύνεσιν ἑπομένην. ὅμοια δὲ τούτοις καὶ κατὰ τὴν
18. ἐχομένην ῥῆσιν ὑπ’ αὐτοῦ γέγραπται αὐτοῖς ὀνόμασιν. ὅκου
1. δέ ἐστιν ἡ χώρη ψιλή τε καὶ ἀνώχυρος, καὶ τρηχείη, καὶ
2. ὑπὸ τοῦ χειμῶνος πιεζομένη, ἢ καὶ ὑπὸ τοῦ ἡλίου κεκαυμένη,
3. ἐνταῦθα σκληρούς τε καὶ ἰσχυροὺς, καὶ διηρθρωμένους,
4. καὶ εὐτόνους, καὶ δασέας ἴδοις, τό τε ἐργαστικὸν ὀξὺ
5. ἐνεὸν ἐν τῇ φύσει τῇ τοιαύτῃ, καὶ τὸ ἄγρυπνον, τά τε ἤθεα
6. καὶ τὰς ὀργὰς αὐθάδεας καὶ ἰδιογνώμονας, τοῦ τε ἀγρίου
7. μᾶλλον μετέχοντας ἢ τοῦ ἡμέρου, ἔς τε τὰς τέχνας ὀξυτέρούς
8. τε καὶ συνετωτέρους, καὶ τὰ πολέμου ἀμείνους εὑρήσεις.
9. ἐν τούτῳ πάλιν τῷ λόγῳ σαφῶς οὐ μόνον τὰ ἤθη ταῖς τῆς
10. χώρας κράσεσιν ἀκόλουθά φησιν ὑπάρχειν, ἀλλὰ καὶ πρὸς
11. τὰς τέχνας τοὺς μὲν ὀξυτέρους, τοὺς δὲ ἀσυνετωτέρους, τοὺς
12. δὲ ἀμβλυτέρους τε καὶ παχέας τὴν διάνοιαν. οὐκέτ’ οὖν
13. δέομαι τῶν κατὰ τὸ δεύτερον ἢ τὸ ἕκτον τῶν ἐπιδημίων
14. γεγραμμένων φυσιογνωμονικῶν γνωρισμάτων ἁπάντων μνημονεύειν,
15. ἀλλ’ ἀρκεῖ παραγράψαι δείγματος ἕνεκα τήνδε τὴν λέξιν
16. αὐτοῦ. ὧν ἡ φλὲψ ἡ ἐν ἀγκῶνι σφύζει, μανικοὶ καὶ ὀξύθυμοι,
17. ὧν δ’ ἂν ἀτρεμέῃ, τυφώδεις. κατὰ δὲ τὴν ῥῆσιν ὁ λόγος ἐστὶ
18. τοιοῦτος. ὧν ἀνθρώπων ἡ κατὰ τὸν ἀγκῶνα ἀρτηρία σφοδροτάτην
1. ποιεῖται τὴν κίνησιν; οὗτοι μανικοί εἰσι. φλέβας
2. μὲν γὰρ καὶ τὰς ἀρτηρίας ἐκάλουν οἱ παλαιοὶ, ὡς δέδεικται
3. πολλάκις, οὐδέπω δὲ πᾶσαν ἀρτηριῶν κίνησιν ὠνόμαζον
4. σφυγμὸν, ἀλλὰ μόνον τὴν αἰσθητὴν αὐτὴν, αὐτῷ τῷ
5. ἀνθρώπῳ πάντως οὖσαν σφοδράν. Ἱπποκράτης δὲ, ὡς καὶ
6. πρῶτος ἄρξας τοῦ μετὰ ταῦτα κρατήσαντος ἔθους, εἴρηκέ
7. που σφυγμὸν ἁπασῶν τῶν ἀρτηριῶν τὴν κίνησιν, ὁποία τις
8. ἂν εἴη. κατὰ μέντοι τήνδε τὴν ῥῆσιν ἔτι τῷ παλαιοτέρῳ
9. τρόπῳ τῆς ἑρμηνείας χρώμενος ἐκ σφοδρᾶς κινήσεως τῆς
10. ἀρτηρίας ἐτεκμῄρατο τὸν μανικὸν καὶ ὀξύθυμον ἄνθρωπον,
11. ἐπεὶ διὰ τὸ πλῆθος τῆς ἐν τῇ καρδίᾳ θερμασίας οὕτω
12. σφύζουσιν αἵδε αἱ ἀρτηρίαι. καὶ μανικοὺς μὲν γὰρ καὶ
13. ὀξυθύμους τὸ πλῆθος τῆς θερμασίας ἐργάζεται, νωθροὺς
14. δὲ καὶ βαρεῖς καὶ δυσκινήτους ἡ τῆς κράσεως ψυχρότης.
⟨
(Quod animi mores corp. temp. sequ.) [n° 028 Fichtner] [GalLat]
Quod animi mores corporis temperamenta sequantur
Ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται
Facultés de l’âme suivent les tempéraments du corps
The Capacities of the Soul Depend on the Mixtures the Body (QAM)
Müller, Marquardt, Helmreich, 1891; , 2011.
Quod animi mores corporis temperamenta sequantur, 1822, vol. 4, p. 767-822. urn:cts:greekLit:tlg0057.tlg027.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Hauke, 1937 (deu); Garofalo, Vegetti, 1978 (ita); , 1999 (fra); Zaragoza Gras, 2003 (spa); Singer, Nutton, Davies, 2013 (eng); Johnston, 2020 (eng).
Quod animi mores corporis temperamenta sequantur, 8, ed. Kühn, 1822, vol. 4, p. 798-804. urn:cts:greekLit:tlg0057.tlg027.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩