Galenus. De animi cuiuslibet affectuum et peccatorum dignotione et curatione (De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 029 Fichtner] [GalLat]

Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937; Magnaldi, 1990.
De propriorum animi cuiusque affectuum dignotione et curatione, 1823, vol. 5, p. 1-57. urn:cts:greekLit:tlg0057.tlg028.verbatim-lat1
Barras, Birchler, Morand, 1995 (fra); Magnaldi, 1999 (ita); , 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).

De propriorum animi cuiusque affectuum dignotione et curatione, 1, ed. Kühn, 1823, vol. 5, p. 1-3. urn:cts:greekLit:tlg0057.tlg028.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΚΑΙ

ΘΕΡΑΠΕΙΑΣ ΤΩΝ ΕΝ ΤΗι ΕΚΑΣΤΟΥ

ΨΥΧΗι ΙΔΙΩΝ ΠΑΘΩΝ.

1. Ἐπειδὴ καὶ δι’ ὑπομνημάτων ἔχειν βούλει,
2. ἃ πρὸς τὴν ἐρώτησιν ἀπεκρινάμην, ἣν ἐνέστησα πρὸς ἡμᾶς
3. ὑπὲρ τοῦ γραφέντος Ἀντωνίῳ τῷ Ἐπικουρείῳ βιβλίου περὶ
4. τῆς ἐπὶ τοῖς ἰδίοις πάθεσιν ἐφεδρείας, ἤδη πράξω τοῦτο,
5. καὶ τήνδε τίθεμαι τὴν ἀρχήν. ἄριστον μὲν ἦν αὐτὸν τὸν
6. Ἀντώνιον εἰρηκέναι σαφῶς, τί ποτε βούλεται σημαίνειν ἐκ τοῦ
7. τῆς ἐφεδρείας ὀνόματος. ὡς δ’ ἄν τις ἐξ ὧν λέγει κατὰ τὸ
1. βιβλίον εἰκάσειεν, ἤτοι τὴν παραφυλακὴν ἢ τὴν διάγνωσιν
2. δοκεῖ μοι δηλοῦν, ἢ καὶ πρὸς τούτοις τὴν ἐπανόρθωσιν.
3. ἐφαίνετο δ’, ὡς οἶσθα, καὶ ἀσαφῶς ἑρμηνεύων τὰ
4. πολλὰ τῶν εἰρημένων, ὡς εἰκάσαι μᾶλλον ἔστιν ἢ νοῆσαι
5. σαφῶς. ἐνίοτε μὲν γὰρ δόξει προτρέπειν ἡμᾶς ἐννοεῖν, ὅτι
6. καὶ αὐτοὶ πολλὰ παραπλησίως τοῖς ἄλλοις ἁμαρτάνομεν·
7. ἐνίοτε δ’, ὅπως ἄν τις ἕκαστον ὧν ἁμαρτάνει διαγιγνώσκοι,
8. καὶ πρὸς τούτοις αὖθις, ὅπως ἄν τις ἑαυτὸν ἀπάγοι τῶν
9. ἁμαρτανομένων, ὃ δοκεῖ μοι τοῦ λόγου παντὸς εἶναι σκοπός.
10. ἕκαστον γὰρ τῶν προειρημένων ἄχρηστόν ἐστι καὶ
11. περιττὸν, εἰ μὴ πρὸς τοῦτον ἀναφέροιτο, διορθοῦν δὲ χρὴ
12. αὑτὸν ἐν τοῖς μάλιστα παθήμασι τῶν ἁμαρτημάτων. ἐνίοτε
13. μὲν γὰρ ὡς περὶ μόνων τῶν παθῶν αὐτοῦ ὁ λόγος γίνεται,
14. πολλάκις δὲ ὡς περὶ τῶν ἁμαρτημάτων, ἔστι δ’ ὅτε περὶ
15. ἀμφοτέρων διαλέγεσθαί σοι δόξει. ἐγὼ δ’ αὐτὸ τοῦτο πρῶτον,
16. ὡς οἶσθα, προδιώρισα, τὰ μὲν ἁμαρτήματα κατὰ ψευδῆ
17. δόξαν εἰπὼν γίγνεσθαι, τὸ δὲ πάθος κάτα τινα ἄλογον
1. ἐν ἡμῖν δύναμιν ἀπειθοῦσαν τῷ λόγῳ· κοινῇ δ’
2. ἀμφότερα κατὰ γενικώτερον σημαινόμενον ἁμαρτήματα κεκλήσθω.
3. λέγω μὲν οὖν ἁμαρτάνειν καὶ τὸν ἀκολασταίνοντα,
4. καὶ τὸν θυμῷ τι πράττοντα, καὶ τὸν διαβολῇ πιστεύοντα.
5. γέγραπται μὲν οὖν καὶ Χρυσίππῳ καὶ ἄλλοις
6. πολλοῖς τῶν φιλοσόφων θεραπευτικὰ συγγράμματα τῶν τῆς
7. ψυχῆς παθῶν, εἴρηται δὲ καὶ πρὸς Ἀριστοτέλους καὶ
8. τῶν ἑταίρων αὐτοῦ, καὶ πρὸ τούτων ὑπὸ Πλάτωνος. καὶ
9. ἦν μὲν βέλτιον ἐξ ἐκείνων μανθάνειν αὐτὰ, ὥσπερ κᾀγώ.
10. τὰ δ’ οὖν κεφάλαια διὰ τοῦ πρώτου λόγου τοῦδε διὰ συντόμου,
11. ἐπειδὴ κελεύεις, διήξω σοι πάντα, καθ’ ἣν ἤδη
12. τάξιν ἤκουσας, ὅτ’ ἐπύθου περὶ τοῦ γεγραμμένου τῷ Ἀντωνίῳ
13. βιβλίου.

Cliquer un n° de page pour en afficher l’image