13. Ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ ἄλλα πολλὰ
14. διῆλθον ἐκείνῳ τε καὶ ἄλλοις ὕστερον πολλοῖς, καὶ πάντας
15. ἔπεισα τό γε παραυτίκα· τὴν δὲ ἐκ τῶν ὑστέρων ὠφέλειαν
16. ὀλιγίστους εἶδον ὕστερον ἔχοντας. τηλικαῦτα γὰρ ἤδη τὰ
17. πάθη τῆς ψυχῆς ηὐξήκασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ὡς
18. ἀνίατα ὑπάρχειν. εἰ δέ τις ἔτι μετρίοις δουλεύει πάθεσιν,
1. γνῶναί τ’ ἂν οὕτω δύναταί τι τῶν πρῶτον εἰρημένων, ἐπιστήσας
2. ἑαυτῷ, καθάπερ ἔμπροσθεν εἶπον, ἐπόπτην τινὰ
3. καὶ παιδαγωγὸν, ὅστις ἑκάστοτε τὰ μὲν ἀναμιμνήσκων αὐτὸν,
4. τὰ δ’ ἐπιπλήττων, τὰ δὲ προτρέπων τε καὶ παρορμῶν
5. ἔχεσθαι τῶν κρειττόνων, ἑαυτόν τε παράδειγμα παρέχων
6. ὧν λέγει καὶ προτρέπει, δυνήσεται κατασκευάσαι λόγῳ
7. ἐλευθέραν τε καὶ καλὴν τὴν ψυχήν. αἰσχρὸν γὰρ τὴν μὲν
8. κατὰ νόμους ἀνθρωπίνους ἐλευθερίαν ἀντὶ πολλῶν πεποιῆσθαι,
9. τὴν δ’ ὄντως καὶ φύσει μὴ σπουδάζειν, ἀλλ’ αἰσχραῖς
10. καὶ ἀσελγέσι καὶ τυραννικαῖς δεσποίναις δουλεύειν,
11. φιλοχρηματίαις τε καὶ σμικρολογίαις καὶ φιλαρχίαις καὶ
12. φιλοδοξίαις καὶ φιλοτιμίαις. καίτοι τούτων ἁπασῶν οὐκ
13. ἂν ὀκνήσαιμι φάναι μητέρα πλεονεξίαν. τίς οὖν ἔχων ταύτην
14. ἐν τῇ ψυχῇ δύναται καλὸς κᾀγαθὸς γενέσθαι; τίς δ’
15. οὐκ ἂν εἴη θανάτων ἄξιος μυρίων, εἰ μὴ μισήσειε τὸ
16. τοιοῦτον αἶσχος τοῦτο; πολὺ δὲ μᾶλλον μισητέον ἐστὶ καὶ
17. φευκτέον αὐτὸ σωθῆναι βουλομένοις νέοις, ὡς, ἐὰν φθάσωσιν
18. ἐκτραφέντες ἀπλήστως χρημάτων ἐπιθυμεῖν, δυνατὸν
1. οὖκ ἔτ’ αὐτοῖς μετὰ τεσσαρακοστὸν ἔτος ὠφεληθῆναι. τίθει
2. δ’, εἰ βούλει, πεντηκοστὸν, ἵνα μήτις ἡμᾶς ἀπανθρώπους
3. φῇ, καθάπερ ἤκουσά τινος λέγοντος ἥττονας μὲν ἀνθρώπους
4. καὶ λιχνείας, καὶ ἀφροδισίων, καὶ δόξης, καὶ τιμῆς
5. οὐκ ὀλίγους, ἑαυτὸν δὲ πλούσιον ἑνὸς ἡττώμενόν, διότι
6. μηδενὸς ἐτύγχανεν ὧν ἐφίετο. καὶ γὰρ δὴ ἐπειδὴ καὶ
7. οὗτος πολλοῦ χρόνου καθ’ ἑκάστην ἡμέραν ἑώρα φαιδρὸν
8. ἐμὲ, αὐτοῦ κακοπραγοῦντος, ἐδεῖτο διδάσκειν ὅπως ἂν
9. αὐτὸς μὴ ἀνιῷτο. φάντος δέ μού οἱ πλεόνων ἐτῶν
10. δεῖσθαι πρὸς ἐπανόρθωσιν ὧν ηὔξησε μέχρι δεῦρο παθῶν,
11. ἀνακραγὼν εἶπεν· Οὐδὲν ἀπανθρωπότερον σοῦ· ὥσπερ
12. ἐμοῦ σπουδάζειν δυνηθέντος μὲν ἂν, εἰ ἐβουλήθην, ἄλυπον
13. αὐτὸν ἐργάσασθαι τάχιστα, φθονήσαντος δέ τινος εὐεργεσίαν.
14. καίτοι μόνῳ τούτῳ τῶν μαθημάτων οὐδεὶς τῶν
15. πέλας δύναται φθονῆσαι. συμφέρει γὰρ ἡμῖν ἅπαντας ἀνθρώπους,
16. οἷς συνδιατρίβομεν, ἔξω τῶν ψυχικῶν παθῶν εἶναι,
17. μήτε φιλοδοξίαν, μήτ’ ἄλλο τι τοιοῦτο τὴν ψυχὴν λελωβημένους.
18. ὅσῳ γὰρ ἂν ὦσι βελτίους οἵδε, τοσούτῳ καὶ
1. ἡμῖν ὠφελιμώτεροι φίλοι γενήσονται. πάλιν οὖν ἐπὶ τὸν
2. ἀληθῆ ἄνδρα γενέσθαι βουλόμενον ἐπανελθὼν ὑποθήσομαι
3. τὴν κοινὴν ὁδὸν εἰς ἅπαντα τὰ κατὰ τὴν ψυχὴν
4. ἡμῶν καλά. χρὴ γὰρ αὐτὸν τὸν ἐπιστάτην ἐπιστῆσαι
5. τό γε καταρχὰς ἐφ’ ἑκάστῳ τῶν πρασσομένων, ὃς ἀναμνήσει
6. τὸ παρορώμενον. ἔστι γὰρ ἐνίοτε δυσδιόριστον ἐν ταῖς
7. πράξεσι τὸ κατὰ σμικρολογίαν πραττόμενον τοῦ κατ’ οἰκονομίαν,
8. ὥστ’ ἀδύνατόν ἐστι νῦν ὁρίσαι τοῦτο τὸ πρῶτον
9. ἀρχομένῳ τὸ τῆς φιλοχρηματίας ἐκκόπτειν πάθος. ὥσπερ
10. δ’ ἐν τούτῳ ἡ ἀρετὴ γειτνιᾷ τῇ κακίᾳ, κατὰ τὸν αὐτὸν
11. τρόπον τῆς φιλοτιμίας ἐκκοπτομένης. ἀναίσχυντον γὰρ κατὰ
12. τὰς καλὰς πεφυκυίας ψυχὰς, ἑτέρους μὲν εἶναι τοὺς ὀψομένους
13. τὰ τῶν σωθῆναι δυναμένων νέων ἁμαρτήματα, πρεσβύτας
14. μὲν τὴν ἡλικίαν, ἐν ὅλῳ δὲ τῷ βίῳ πεῖραν ἱκανὴν
15. δεδωκότας ἐλευθέρας γνώμης· οἷς ἐπιτιμῶσιν οὐκ ἀντιτείνειν,
16. οὐδ’ ἀπεχθάνεσθαι προσήκει, ἀλλὰ χάριν εἰδέναι,
17. καὶ παρακαλεῖν ἀεὶ λέγειν τἀληθῆ, καὶ γνόντας αὐτὸ πειρᾶσθαι,
1. κἂν μὴ κατὰ μεγάλα μόρια, κατὰ σμικρὰ γοῦν
2. ἀποκόπτειν τι τοῦ μεγέθους τῶν παθῶν, εἰ καὶ χαλεπὸν
3. ἐν ἀρχῇ τοῦτο, καὶ μετὰ πολλῆς ταλαιπωρίας φαίνοιτο
4. γιγνόμενον, ἐννοοῦντας οὐχ ὁμοίως χαλεπὸν ἔσεσθαι τοῦ
5. χρόνου προϊόντος. ὅσον γὰρ ἂν αὔξηται ἡμῶν τὸ λογιστικὸν
6. ἐν ταῖς τοιαύταις ἀσκήσεσι, καθάπερ ἡττᾶται καὶ
7. μειοῦται τὰ πάθη, τοσοῦτον ῥᾷον ὕστερον ἡ παντελὴς
8. ὑποταγή. ὅπου γὰρ ἔτι μεγίστων ὄντων ἐκράτησεν ὁ λογισμὸς
9. ἀγύμναστος ὢν, εὔδηλον ὡς μᾶλλον κρατήσει, διττῆς
10. ὑπεροχῆς ἐν τῷ χρόνῳ προγενομένης αὐτῷ. καὶ γὰρ
11. αὐτὸς ἐξ ὧν ἐγυμνάσατο πολὺ γενναιότερος ἔσται, κἀκείνοις
12. διατελέσει σμικροτέροις γιγνομένοις. ἤρκει δὲ καὶ θάτερον
13. αὐτῶν μόνον εἰς τὴν τοῦ μέλλοντος ἐλπίδα. διόπερ
14. ἐν ἀρχῇ τῆς ἀσκήσεως οὐ προσῆκεν ἀθυμεῖν, ὀλίγην ἐπίδοσιν
15. ἑαυτῷ γιγνομένην αἰσθανόμενον ἐν τῇ τῶν παθῶν
16. ἰάσει. μεγάλα γὰρ ἔσται τοῦ χρόνου προϊόντος, ἐὰν μόνον
17. ὑπομένῃ τις ἀκούειν ὧν ἁμαρτάνει, τὴν ἀληθινὴν φιλίαν
18. ἑαυτὸν φιλήσας καὶ βουληθεὶς γενέσθαι καλὸς κᾀγαθὸς,
1. οὐ φαίνεσθαι μόνον. ἡ μὲν δὴ τῶν παθῶν τῆς ψυχῆς
2. γνῶσίς τε καὶ θεραπεία κατὰ τὴν εἰρημένην ὁδόν· περὶ
3. δὲ τῶν ἁμαρτημάτων ἐφεξῆς εἰρήσεται.
⟨
(De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 029 Fichtner] [GalLat]
De animi cuiuslibet affectuum et peccatorum dignotione et curatione
Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937; Magnaldi, 1990.
De propriorum animi cuiusque affectuum dignotione et curatione, 1823, vol. 5, p. 1-57. urn:cts:greekLit:tlg0057.tlg028.verbatim-lat1
Barras, Birchler, Morand, 1995 (fra); Magnaldi, 1999 (ita); , 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).
De propriorum animi cuiusque affectuum dignotione et curatione, 10, ed. Kühn, 1823, vol. 5, p. 52-57. urn:cts:greekLit:tlg0057.tlg028.1st1K-grc1:10
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩