Galenus. De animi cuiuslibet affectuum et peccatorum dignotione et curatione (De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 029 Fichtner] [GalLat]

Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937; Magnaldi, 1990.
De propriorum animi cuiusque affectuum dignotione et curatione, 1823, vol. 5, p. 1-57. urn:cts:greekLit:tlg0057.tlg028.verbatim-lat1
Barras, Birchler, Morand, 1995 (fra); Magnaldi, 1999 (ita); , 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).

De propriorum animi cuiusque affectuum dignotione et curatione, 2, ed. Kühn, 1823, vol. 5, p. 3-7. urn:cts:greekLit:tlg0057.tlg028.1st1K-grc1:2

14. Ὅτι μὲν εἰκός ἐστιν ἁμαρτάνειν, εἰ καὶ μὴ
15. δοκοίημεν αὐτοὶ σφάλλεσθαί τι, πάρεστιν ἐκ τῶνδε τῶν λόγων
16. λογίσασθαι. πάντας ἀνθρώπους ὁρῶμεν ἑαυτοὺς ὑπολαμβάνοντας
17. ἤτοι γε ἀναμαρτήτους εἶναι παντάπασιν ἢ
18. ὀλίγα καὶ σμικρὰ διὰ λόγου σφάλλεσθαι, καὶ τοῦτο
1. μάλιστα πεπονθότας, οὓς ἄλλοι πλεῖστα νομίζουσιν ἁμαρτάνειν.
2. ἐγὼ οὖν, εἰ καί τινος ἑτέρου, καὶ τοῦδε παμπόλλην
3. ἔσχηκα πεῖραν. ὅσοι μὲν τῶν ἀνθρώπων ἐπ’ ἄλλοις
4. ἐπέθεντο τὴν περὶ αὐτῶν ἀπόφασιν, ὁποῖοί τινές εἰσιν, ὀλιγώτατα
5. ἐθεασάμην ἁμαρτάνοντας· ὅσοι δὲ ἑαυτοὺς ἀπειλήφασιν
6. εἶναι ἀρίστους χωρὶς τοῦ τὴν κρίσιν ἑτέροις ἐπιτρέψαι,
7. μέγιστα καὶ πλεῖστα τούτους ἑώρακα σφαλλομένους. ὥσθ’,
8. ὅπερ ᾤμην, ὅτε μειράκιον ἦν, ἐπαινεῖσθαι μάτην, (τοῦτο δ’
9. ἦν τὸ Πύθιον γνῶναι κελεῦον ἑαυτὸν,) οὐ γὰρ εἶναι μέγα
10. τὸ πρόσταγμα, τοῦθ’ εὗρον ὕστερον δικαίως ἐπαινούμενον.
11. ἀκριβῶς μὲν γὰρ ὁ σοφώτατος μόνος ἂν ἑαυτὸν γνοίη,
12. τῶν δ’ ἄλλων ἁπάντων ἀκριβῶς μὲν οὐδεὶς, ἧττον δὲ καὶ
13. μᾶλλον ἕτερος ἑτέρου. καθάπερ γὰρ ἐν ὅλῳ τῷ βίῳ καὶ
14. κατὰ πάσας τὰς τέχνας τὰς μὲν μεγάλας ὑπεροχάς τε καὶ
15. διαφορὰς τῶν πραγμάτων ἅπαντος ἀνδρός ἐστι γνῶναι, τὰς
16. δὲ μικρὰς τῶν φρονίμων τε καὶ τεχνιτῶν, οὕτω κᾀπὶ τῶν
17. ἁμαρτημάτων ἔχει καὶ παθῶν. ὅστις μὲν ἐπὶ μικροῖς ὀργίζεται
1. σφοδρῶς, δάκνει τε καὶ κακίζει τοὺς οἰκέτας, οὗτος μέν
2. σοι δῆλός ἐστιν, ὅτι ἐν πάθει καθέστηκεν· ὁμοίως δὲ καὶ
3. ὅστις ἐν μέθαις τε καὶ ἑταίραις καὶ κωμασταῖς παραγίνεται.
4. τὸ δ’ ἐπὶ μεγάλη βλάβῃ χρημάτων ἢ ἀτιμίᾳ μετρίως
5. ταραχθῆναι τὴν ψυχὴν οὐκ ἔθ’ ὁμοίως ἐστὶ φανερὸν ἐκ
6. τοῦ γένους τῶν παθῶν ὑπάρχον, ὥσπερ οὐδὲ πλακοῦντα
7. φαγεῖν ἀκρατέστερον. ἀλλὰ καὶ ταῦτα κατάδηλα γίγνεται τῷ
8. προμελετήσαντι τὴν ψυχὴν, ἐξοδιάσαντί τε ἁπάντων παθῶν
9. ἐπανορθώσεως δεόμενα, καὶ μεῖζόν γ’ ἔμπης ἀποφυγεῖν αὐτὰ,
10. διότι μικρά. ὅστις οὖν βούλεται καλὸς κᾀγαθὸς γενέσθαι,
11. τοῦτο ἐννοήσας, ὡς ἀναγκαῖόν ἐστιν αὐτὸν ἀγνοεῖν πολλὰ
12. τῶν ἰδίων ἁμαρτημάτων, ὅπως ἂν ἐξεύροι πάντα, δυνάμενος
13. ἐγὼ λέγειν, ὅπως εὗρον αὐτὸς, οὔπω λέγω, διότι τὸ
14. βιβλίον τοῦτο δύναταί ποτε καὶ εἰς ἄλλων ἀφικέσθαι χεῖρας·
15. ὅπως ἂν κᾀκεῖνοι γυμνασθῶσιν πρὸς ὁδὸν εὑρεῖν τῆς
16. γνώσεως τῶν ἁμαρτημάτων, ὥσπερ καὶ σέ μοι λέγειν ἠξίωσα,
17. καὶ μέχρι τοσαῦτα δοκοῦν ἀπεφήνω, διεσιώπησα. καὶ νῦν 
1. οὕτω πράξω, παρακαλέσας τὸν ὁμιλοῦντα τῷδε τῷ γράμματι,
2. καταθέμενον αὑτῷ ζητῆσαι, πῶς ἄν τις ἑαυτὸν δύναιτο
3. γνωρίζειν ἁμαρτάνοντα. δύο γὰρ, ὡς Αἴσωπος ἔλεγε,
4. πήρας ἐξήμμεθα τοῦ τραχήλου, τῶν μὲν ἀλλοτρίων τὴν
5. πρόσω, τῶν ἰδίων δὲ τὴν ὀπίσω· καὶ διὰ τοῦτο τὰ μὲν
6. ἀλλότρια βλέπομεν ἀεὶ, τῶν δ’ οἰκείων ἀθέατοι καθέσταμεν.
7. καὶ τοῦτόν γε τὸν λόγον ὡς ἀληθῆ πάντες προσίενται.
8. ὁ δὲ Πλάτων ἀποδίδωσι καὶ τὴν αἰτίαν τοῦ γιγνομένου.
9. τυφλῶττον γὰρ, φησὶ, τὸ φιλοῦν περὶ τὸ φιλούμενον.
10. εἴπερ οὖν ἕκαστος ἡμῶν ἑαυτὸν ἁπάντων μάλιστα φιλεῖ,
11. τυφλώττειν ἀναγκαῖόν ἐστιν αὐτὸν ἐφ’ ἑαυτοῦ. πῶς οὖν
12. ὄψεται τὰ ἴδια κακά; καὶ πῶς ἁμαρτάνων γνώσεται;
13. πολλῷ γὰρ ἔοικεν ὅ τε τοῦ Αἰσώπου μῦθος καὶ ὁ τοῦ
14. Πλάτωνος λόγος ἀνελπιστότερον ἡμῖν τὴν τῶν ἰδίων ἁμαρτημάτων
15. εὕρεσιν ἀποφαίνειν. εἰ γὰρ μήτε τοῦ φιλεῖν τις
16. ἑαυτὸν ἀποστῆσαι δύναται, τυφλώττειν ἀναγκαῖόν ἐστι τὸ
17. φιλοῦν περὶ τὸ φιλούμενον. οὐ μὴν οὐδ’ ἐγὼ τὸν ἀναγινώσκοντα
18. τόδε τὸ βιβλίον ἠξίουν ἐπισκέψασθαι καθ’ αὑτὸν
1. ὁδὸν τῆς τῶν ἰδίων ἁμαρτημάτων εὑρέσεως, εἰ μὴ χαλεπὸν
2. ἦν τὸ πρᾶγμα, καίτοι ὡς ἐπὶ πλεῖστον ἐσκεμμένος ᾖ καθ’
3. αὑτόν. καὶ τοίνυν ἐγὼ τὴν ἐμὴν ἀποφαίνομαι γνώμην, ἣν,
4. εἰ μέν τινα καὶ αὐτὸς ἕκαστος ἑτέραν ὁδὸν εὕροι, προσλαβὼν
5. καὶ τὴν ἐμὴν, ὠφελήσεται πλεονεκτικῶς, διπλῆν ἀνθ’
6. ἁπλῆς εὑρὼν ὁδὸν σωτηρίας· εἰ δὲ μὴ, ἀλλ’ αὐτῇ γε τῇ
7. ἡμετέρᾳ διατελεῖ χρώμενος, ἄχρι περ ἂν ἑτέραν εὕρῃ βελτίονα.
8. τίς οὖν ἡ ἐμὴ, λέγειν ἂν ἤδη καιρὸς, ἀρχὴν τῷ
9. λόγῳ τήνδε ποιησάμενον.

Cliquer un n° de page pour en afficher l’image