10. Ἐπειδὴ τὰ μὲν ἁμαρτήματα διὰ τὴν ψευδῆ
11. δόξαν γίγνονται, τὰ δὲ πάθη διὰ τὴν ἄλογον ὁρμὴν, ἔδοξέ
12. μοι πρότερον αὐτὸν ἐλευθερῶσαι τῶν παθῶν· εἰκὸς γάρ
13. πως καὶ διὰ ταῦτα ψεῦδος ἡμᾶς δοξάζειν. ἔστι δὲ πάθη
14. ψυχῆς, ἅπερ ἅπαντες γιγνώσκουσι, θυμὸς, καὶ ὀργὴ, καὶ
15. φόβος, καὶ λύπη, καὶ φθόνος, καὶ ἐπιθυμία σφοδρά.
16. κατὰ δὲ τὴν ἐμὴν γνώμην καὶ τὸ φθάσαι πάνυ
17. σφόδρα φιλεῖν ἢ μισεῖν ὁτιοῦν πρᾶγμα πάθος ἐστίν.
18. ὀρθῶς γὰρ ἔοικεν εἰρῆσθαι τὸ μέτρον ἄριστον, ὡς οὐδενὸς
1. ἀμέτρου καλῶς γιγνομένου. πῶς οὖν ἄν τις ἐκκόψειε ταῦτα,
2. μὴ γνοὺς πρότερον ἔχων αὐτά; γνῶναι δ’, ὡς ἐλέγομεν,
3. ἀδύνατον, ἐπειδὴ σφόδρα φιλοῦμεν ἡμᾶς. ἀλλὰ καὶ μὴ
4. σαυτὸν ὁ λόγος οὗτος ἐπιτρέπει σοι κρίνειν, ἄλλον τε συγχωρεῖν
5. δύνασθαι κρίνειν τὸν μήτε φιλούμενον ὑπὸ σοῦ,
6. μήτε μισούμενον. ὅταν οὖν ἀκούσῃς τινὰ τῶν κατὰ τὴν
7. πόλιν, ὃν μήτε φιλήσειν οἶδας μήτε μισήσειν, ἐπαινούμενον
8. ὑπὸ πολλῶν ἐπὶ τῷ μηδένα κολακεύειν, ἐκείνῳ προσφοιτήσας,
9. τοιαύτῃ πείρᾳ κρῖνον, εἰ τοιοῦτός ἐστιν, οἷος
10. εἶναι λέγεται. καὶ πρῶτον ἐὰν ἴδῃς αὐτὸν ἐπὶ τὰς τῶν
11. πλουσίων τε καὶ πολὺ δυναμένων, ἢ καὶ τὰς τῶν μονάρχων
12. οἰκίας ἀπιόντα συνεχῶς, γίγνωσκε μάτην ἀκηκοέναι, τὸν ἄνθρωπον
13. τοῦτον ἀληθεύειν ἅπαντα· ταῖς γὰρ τοιαύταις κολακείαις
14. ἕπεται καὶ τὸ ψεύδεσθαι. δεύτερον, ἢ προσαγορεύοντα,
15. ἢ παραπέμποντα τοῖς τοιούτοις ὁρῶν ἑαυτὸν, ἢ
16. καὶ συνδειπνοῦντα. τοιοῦτον γάρ τις ἑλόμενος βίον, οὐ
17. μόνον οὐκ ἀληθεύει, ἀλλὰ καὶ κακίαν ὅλην ἐξ ἀνάγκης ἔχει,
1. φιλοχρήματος ὢν, ἢ φίλαρχος, ἢ φιλόδοξος, ἢ φιλότιμος,
2. ἤ τινα τούτων, ἢ πάντα. τὸν δὲ μὴ προσαγορεύοντα, μήτε
3. παραπέμποντα, μήτε συνδειπνοῦντα καὶ τοῖς πολὺ δυναμένοις
4. ἢ πλουτοῦσι, κεκολασμένῃ τῇ διαίτῃ χρώμενον, ἐλπίσας
5. ἀληθεύειν, εἰς βαθυτέραν ἀφικέσθαι πειράθητι γνῶσιν,
6. ὁποῖός τέ τίς ἐστιν, (ἐν συνουσίαις δ’ αὕτη πολυχρονιωτέραις
7. γίγνεται,) κᾂν εὕρῃς τοιοῦτον, ἰδίᾳ ποτὲ μόνῳ
8. διαλέχθητι, παρακαλέσας, ὅ τι ἄν σοι βλέπῃ τῶν εἰρημένων
9. παθῶν, εὐθέως δηλοῦν, ὡς χάριν ἕξοντι τούτου μεγίστην,
10. ἡγησομένῳ τε σωτῆρα μᾶλλον, ἢ εἰ νοσοῦντα τὸ σῶμα διέσωσε.
11. κᾂν ὑπόσχηται δηλώσειν, ὅταν τι τῶν εἰρημένων
12. πάσχοντά σε βλέπῃ, κᾄπειτα πλειόνων ἡμερῶν μεταξὺ γιγνομένων
13. μηδὲν εἴπῃ, συνδιατρίβων δηλονότι μέμψῃ τῷ ἀνθρώπῳ,
14. αὖθίς τε παρακάλεσον ἔτι λιπαρώτερον ἢ ὡς
15. πρόσθεν, ὅ τι ἂν ὑπὸ σοῦ βλέπῃ παθῶν πραττομένων εὐθέως
16. μηνύειν. ἐὰν δὲ εἴπῃ σοι, διὰ τὸ μηδὲν ἑωρακέναι
17. περί σε τοιοῦτον ἐν τῷ μεταξὺ, διὰ τοῦτο μηδ’ αὐτὸν εἰρηκέναι,
18. μὴ πεισθῇς εὐθέως, μηδ’ οἰηθῇς ἀναμάρτητος
1. ἐξαίφνης γεγονέναι, ἀλλὰ δυοῖν θάτερον, ἢ διὰ ῥᾳθυμίαν
2. οὐ προσεσχηκέναι σοι τὸν παραβεβλημένον φίλον, ἢ ἔλεγχον
3. αἰδούμενον σιωπᾷν, ἢ καὶ μισηθῆναι μὴ βούλεσθαι διὰ
4. τὸ γιγνώσκειν, ἅπασιν, ὡς ἔπος εἰπεῖν, ἀνθρώποις ἔθος
5. εἶναι μισεῖν τοὺς τἀληθῆ λέγοντας. ἢ εἰ μὴ διὰ ταῦτα,
6. ἴσθι, μὴ βουλόμενον αὐτὸν ὠφελεῖν σε διὰ τοῦτο σιωπᾷν,
7. ἢ καὶ ἄλλην τινὰ αἰτίαν, ἣν οὐκ ἐπαινοῦμεν ἡμεῖς. ἀδύνατον
8. γὰρ ἴσως αὐτῷ ἡμαρτῆσθαι μηδὲν πιστεύσας ἐμοὶ,
9. τοῦτο νῦν ἐπαινέσεις ὕστερον, θεώμενος ἅπαντας ἀνθρώπους
10. καθ’ ἑκάστην ἡμέραν μυρία μὲν ἁμαρτάνοντας, καὶ
11. μετὰ παθῶν πράττοντας, οὐ μὴν ἑαυτούς γε παρακολουθοῦντας.
12. ὥστε μηδὲ σὺ νόμιζε σαυτὸν ἄλλο τι μᾶλλον ἢ
13. ἄνθρωπον εἶναι. νομίζεις δ’ ἄλλο τι μᾶλλον ἢ ἄνθρωπον
14. ὑπάρχειν, ἐὰν ἀναπείσῃς σαυτὸν, ἅπαντα καλῶς σοι πεπρᾶχθαι,
15. μὴ ὅτι ἑνὸς μηνὸς, ἀλλὰ μιᾶς ἡμέρας. ἴσως οὖν
16. ἐρεῖς, εἰ ἐναντιολογικὸς ᾖς, ἤτοι κατὰ προαίρεσιν, ἢ ἐκ
17. μοχθηροῦ τινος ἤθους γεγονὼς τοιοῦτος, καὶ φύσει φιλόνεικος
1. ὢν, ὅσον ἐπὶ τῶν νῦν ὑπ’ ἐμοῦ προσκεχρημένων λόγων,
2. τοὺς σοφοὺς ἄνδρας ἄλλο τι μᾶλλον ἢ ἀνθρώπους εἶναι.
3. τούτῳ δή σοι τῷ λόγῳ τὸν ἡμέτερον ἀντίθες διττὸν ὄντα,
4. τὸν μὲν ἕτερον, ὅτι μὴν ὁ σοφὸς ἀναμάρτητός ἐστι τὸ
5. πάμπαν· ἕτερον δ’ ἐπ’ αὐτῷ τῷ προσιεμένῳ, εἴπερ ἀναμάρτητός
6. ἐστιν ὁ σοφὸς, οὐδ’ ἄνθρωπον ὑπάρχειν αὐτόν.
7. ὅσα δ’ ἐπὶ τῷδε, καὶ διὰ τοῦτο τῶν παλαιοτάτων φιλοσόφων
8. ἀκούσεις, ὅμοιον εἶναι θεῷ τὴν σοφίαν. ἀλλὰ σύ γε
9. θεῷ παραπλήσιος ἐξαίφνης οὐκ ἄν ποτε γένοιο. ὅπου γὰρ
10. οἱ δι’ ὅλου τοῦ βίου ἀπάθειαν ἀσκήσαντες, οὐ πιστεύοντες
11. τελέως αὐτὴν ἐσχηκέναι, πολὺ δήπου μᾶλλον ὁ μηδέποτ’
12. ἀσκήσας σύ. μὴ τοίνυν πιστεύσῃς τῷ λέγοντι μηδὲν ἑωρακέναι
13. μετὰ παθῶν ὑπὸ σοῦ πραττόμενον, ἀλλ’ ἤτοι μὴ
14. βουλόμενον ὠφελεῖν σε νόμιζε λέγειν οὕτως, ἢ μὴ παραφυλάξαι
15. προῃρημένον, ἃ πράττεις κακῶς, ἢ φυλαττόμενον
16. ὑπὸ σοῦ μισηθῆναι, τάχα δὲ καὶ εἰδέναι σέ ποτε πρὸς τὸν
17. ἐπιτιμήσαντα καὶ δυσχεράναντα τοῖς σοῖς ἁμαρτήμασί τε καὶ
18. πάθεσιν, ὥστ’ εἰκότως σιωπᾷν, ἢ πιστεύειν μὴ ἀληθεύοντά
1. σε λέγοντα, βούλεσθαι ἕκαστον εἰδέναι ὧν ἁμαρτάνεις.
2. ἐὰν δὲ πρῶτον τῶν ὑπὸ σοῦ πραττομένων ἀπαλλαγῇ σιωπήσῃς,
3. εὑρήσεις πολλοὺς ὀλίγον ὕστερον ἀληθῶς ἐπανορθουμένους
4. σε, καὶ πολύ γε μᾶλλον, ἐὰν χάριν γνοὺς τῷ μεμψαμένῳ,
5. χωρισθῇ οὔσης σου τῆς βλάβης, τούτου γ’ ἕνεκεν.
6. ἐξ αὐτοῦ δὲ τούτου διασκέψασθαι, πότερον ἀληθῶς ἢ ψευδῶς
7. ἐπετίμησέ σοι, μεγάλης ὠφελείας αἰσθήσῃ, κᾂν συνεχῶς
8. πράττῃς αὐτὸ, προῃρημένος ὄντως εἷς γενέσθαι καλὸς
9. κᾀγαθὸς, ἔσῃ τοιοῦτος. ἐν μὲν δὴ τῷ πρώτῳ χρόνῳ μηδ’
10. ἂν καὶ σκεπτόμενος ἀκριβῶς εὕροις ἐπηρεαστικῶς τε καὶ
11. ψευδῶς σε κρίνειν, καὶ ἀπείρως αὐτὸν πείθειν, ὡς οὐδὲν
12. ἥμαρτες. ἀλλά σοι ταὐτὸ τοῦτο φιλοσόφημα τὸ καρτερεῖν
13. ἐπηρεαζόμενον. ὕστερον δέ ποτε κατεσταλμένος ἱκανῶς,
14. σαυτοῦ παθῶν αἰσθόμενος, ἐπιχειρήσεις ἀπολογεῖσθαι.
15. τοῖς ἐπηρεάζουσι μηδέποτε πικρῶς, μηδ’ ἐλεγκτικῶς, μηδὲ
16. τὸ φιλονείκως ἐμφαῖνον, μηδὲ τὸ καταβάλλειν ἐθέλειν
17. ἐκεῖνον, ἀλλ’ ὠφελείας ἕνεκα τῆς σῆς, ἵνα τι καὶ πρὸς
18. ἀντιλογίαν ἀντειπόντος αὐτοῦ πιθανὸν, πεισθεὶς ἐκεῖνον
1. ἄμεινον γιγνώσκειν, εἰ μετὰ πλείονος ἐξετάσεως εὕροις
2. αὐτὸν ἔξω τῶν ἐγκλημάτων. οὕτω γοῦν καὶ Ζήνων
3. ἠξίου πάντα πράττειν ἡμᾶς ἀσφαλῶς, ὡς ἀπολογησομένους
4. ὀλίγον ὕστερον παιδαγωγοῖς. ὠνόμαζε γὰρ οὕτως ἐκεῖνος ὁ
5. ἀνὴρ τοὺς πολλοὺς τῶν ἀνθρώπων ἑτοίμους ὄντας τοῖς πέλας
6. ἐπιτιμᾷν, κᾂν μηδεὶς αὐτοὺς παρακαλῇ. χρὴ δὲ τὸν
7. ἀκούοντα μηδὲ πλούσιον εἶναι, μηδὲ αἰδῶ ἔχοντα πολιτικήν·
8. ὡς, ἄν γε ταύτην ἔχῃ, διὰ φόβονο ὐδεὶς αὐτῷ τἀληθῆ
9. λέξει, καθάπερ οὐδὲ τοῖς πλουτοῦσι διὰ κέρδος οἱ κόλακες,
10. ἀλλὰ κᾂν εἴ τις ἀληθεύων παραφανῇ, διασπᾶσθαι
11. πρὸς αὐτῶν. ἐὰν οὖν τις ἤτοι πολλὰ δυνάμενος ἢ καὶ
12. πλούσιος ἐθέλῃ σοι γενέσθαι καλὸς κᾀγαθὸς, ἀποθέσθαι
13. πρότερον αὐτὸν δεήσει, καὶ μάλιστα νῦν, ὅπου οὐχ εὑρήσει
14. Διογένη δυνάμενον εἰπεῖν ταὐτὸν τἀληθὲς, κᾂν πλουσιώτατος
15. ᾖ, κᾂν μόναρχος. ἐκεῖνοι μὲν οὖν ὑπὲρ ἑαυτῶν βουλεύσονται.
16. σὺ δὲ ὁ μὴ πλούσιος μήτε δυνατὸς ἐν πόλει
17. πᾶσι μὲν ἐπίτρεπε λέγειν, ἃ καταγινώσκουσί σου, πρὸς
18. μηδένα δ’ αὐτὸς ἀγανάκτει, καὶ οὕτως ἔχε ἅπαντας, ὡς
1. Ζήνων ἔλεγε, παιδαγωγούς. οὐ μὴν ὁμοίως γε πᾶσι περὶ
2. ὧν ἂν εἴπωσιν ἀξιοῦ προσέχειν, ἀλλὰ τοῖς ἄριστα βεβιωκόσι
3. πρεσβύταις. ὁποῖοι δ’ εἰσὶν οἱ ἄριστα βιοῦντες, ὀλίγον
4. ἔμπροσθεν εἶπον. ἐν δὲ τῷ χρόνῳ προϊόντι αὐτὸς παρακολουθήσεις,
5. καὶ γνώσεις, ἡλίκα πρόσθεν ἦν ἃ ἡμάρτανες,
6. ἡνίκα μάλιστα ἐγώ σοι φανοῦμαι λέγων ἀληθῆ, μηδένα
7. φάσκων ἔξω παθῶν ἢ ἁμαρτημάτων εἶναι, μηδ’ ἂν εὐφυέστατος
8. ᾖ, μηδ’ ἂν ἐν ἔθνεσι τοῖς καλῶς τεθραμμένοις,
9. ἀλλὰ πάντως τινὰ σφάλλεσθαι, καὶ μᾶλλον ὅταν ἔτι
10. νέος ᾖ.
⟨
(De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 029 Fichtner] [GalLat]
De animi cuiuslibet affectuum et peccatorum dignotione et curatione
Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937; Magnaldi, 1990.
De propriorum animi cuiusque affectuum dignotione et curatione, 1823, vol. 5, p. 1-57. urn:cts:greekLit:tlg0057.tlg028.verbatim-lat1
Barras, Birchler, Morand, 1995 (fra); Magnaldi, 1999 (ita); , 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).
De propriorum animi cuiusque affectuum dignotione et curatione, 3, ed. Kühn, 1823, vol. 5, p. 7-14. urn:cts:greekLit:tlg0057.tlg028.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩