Galenus. De animi cuiuslibet affectuum et peccatorum dignotione et curatione (De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 029 Fichtner] [GalLat]

Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937; Magnaldi, 1990.
De propriorum animi cuiusque affectuum dignotione et curatione, 1823, vol. 5, p. 1-57. urn:cts:greekLit:tlg0057.tlg028.verbatim-lat1
Barras, Birchler, Morand, 1995 (fra); Magnaldi, 1999 (ita); , 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).

De propriorum animi cuiusque affectuum dignotione et curatione, 4, ed. Kühn, 1823, vol. 5, p. 14-21. urn:cts:greekLit:tlg0057.tlg028.1st1K-grc1:4

11. Δεῖται γὰρ ἀσκήσεως ἕκαστος ἡμῶν σχεδὸν
12. ὅλου τοῦ βίου πρὸς τὸ γενέσθαι τέλειος ἀνήρ. οὐ μὴν
13. ἀφίστασθαι χρὴ τοῦ βελτίω ποιεῖν ἑαυτὸν, εἰ καὶ πεντηκοντούτης
14. τις ὢν αἴσθοιτο τὴν ψυχὴν λελωβημένος οὐκ
15. ἀνίατον οὐδ’ ἀνεπανόρθωτον λώβην. οὐδὲ γὰρ εἰ τὸ σῶμα
16. κακῶς διέκειτο πεντηκοντούτης ὢν, ἔκδοτον ἂν ἔδωκε τῇ καχεξίᾳ,
17. ἀλλὰ πάντως ἂν ἐπειράθη βέλτιον αὐτὸ κατασκευάσαι,
1. καίτοι τὴν Ἡράκλειον εὐεξίαν οὐ δυνάμενος σχεῖν. μὴ
2. τοίνυν μηδ’ ἡμεῖς ἀφιστώμεθα τοῦ βελτίονα τὴν ψυχὴν ἐργάζεσθαι,
3. κᾂν τὴν τοῦ σοφοῦ μὴ δυνώμεθα σχεῖν, ἀλλὰ
4. μάλιστα μὲν ἐλπίζωμεν ἔχειν κᾀκείνην, ἂν ἐκ μειρακίου
5. προνοώμεθα τῆς ψυχῆς ἡμῶν, εἰ δὲ μὴ, ἀλλὰ τοῦ γε μῂ
6. πάναισχροι αὐτὴν γενέσθαι, καθάπερ ὁ Θερσίτης τὸ σῶμα,
7. φροντίζωμεν. εἴ τ’ οὖν ἐφ’ ἡμῖν ᾖ μὴ γενομένοις ἐντυχεῖν
8. τῷ προνοουμένῳ τῆς γενέσεως ἡμῶν, δεοίμεθά τι λαβεῖν
9. σῶμα γενναιότατον. ὁ δ’ ἠρνήσατο, πάντως οὖν ἐφεξῆς
10. ἐδεήθημεν αὐτοῦ, δεύτερον γοῦν, ἢ τρίτον, ἢ τέταρτον
11. αὐτὸ σχεῖν ἀπὸ τοῦ πρώτου κατ’ εὐεξίαν. ἀγαπητὸν
12. γοῦν ᾖ, καὶ μὴ τὸ τοῦ Ἡρακλέους, ἀλλὰ τό γε τοῦ Ἀχιλλέως
13. σχεῖν, ἢ εἰ μηδὲ τοῦτο, τό γε τοῦ Αἴαντος, ἢ Διομήδους,
14. ἢ Ἀγαμέμνονος, ἢ Πατρόκλου, εἰ δὲ μὴ τούτων,
15. ἄλλων γέ τινων ἀγαθῶν τῶν ἡρώων. οὕτως οὖν εἰ καὶ μὴ
16. τὴν τελευταίαν εὐεξίαν τις οἷός τ’ ἐστὶ τῆς ψυχῆς ἔχειν,
17. δέξαιτ’ ἂν, οἶμαι, δεύτερον, ἢ τρίτον, ἢ τέταρτον 
1. γενέσθαι μετὰ τὸν ἄκρον. οὐκ ἀδύνατον δὲ τοῦτο τῷ
2. βουληθέντι κατεργάσασθαι, χρόνῳ πλείονι συνεχῶς τῆς
3. ἀσκήσεως γενομένης. ἐγὼ δὲ μειράκιον ὢν ἔτι ταῦτ’ ἀκούσας
4. ἐπεῖδον ἄνθρωπον ἀνοῖξαι θύραν σπεύδοντα, μὴ
5. προχωρούσης δὲ εἰς τὸ δέον αὐτῷ τῆς πράξεως, δάκνοντα
6. τὴν κλεῖδα, καὶ λακτίζοντα τὴν θύραν, καὶ λοιδορούμενον
7. τοῖς θεοῖς, ἠγριωμένον τε τοὺς ὀφθαλμοὺς, ὥσπερ οἱ μαινόμενοι,
8. καὶ μικροῦ δεῖν αὐτὸν ἀφρὸν, ὡς οἱ κάπροι,
9. προϊέμενον ἐκ τοῦ στόματος. ἐμίσησα τὸν θυμὸν οὕτως,
10. ὥστε μηκέτι ὀφθῆναι δι’ αὐτὸν ἀδημονοῦντά με. ἀρκέσει
11. δὲ καὶ τοῦτο τήν γε πρώτην, ὡς μήτε θεοῖς λοιδορεῖσθαί
12. σε, μήτε λακτίζειν, μήτε δάκνειν τοὺς λίθους καὶ τὰ
13. ξύλα, καὶ μήτ’ ἄγριον ἐμβλέπειν, ἀλλ’ ἐν σαυτῷ κατέχειν
14. τε καὶ κρύπτειν τὴν ὀργήν· ἀόργητος μὲν γὰρ εὐθέως
15. ἅμα τῷ βουληθῆναι γενέσθαι τις οὐ δύναται, κατασχεῖν
16. δὲ τὸ τοῦ πάθους ἄσχημον δύναται. τοῦτο δ’ ἂν πολλάκις
17. ποιήσειεν, γνωριεῖ ποτε καὶ αὐτὸς ἑαυτὸν ἧττον νῦν
18. ἢ πρόσθεν ὀργιζόμενον, ὡς μήτ’ ἐπὶ σμικροῖς, μήτ’ ἐπὶ
1. μεγάλοις θυμοῦσθαι, ἀλλ’ ἐπὶ μόνοις τοῖς μεγάλοις μιασμοῖς.
2. οὔτε γὰρ ὑπάρχει παθεῖν ὕστερον αὐτὸν, καὶ ἐπὶ
3. τοῖς μεγάλοις ὀργίζεσθαι μιασμοῖς, εἴ τις, ὅπερ ἐγὼ προστάξας
4. αὐτῷ μειράκιον ὢν ἔτι διὰ παντὸς ἐφύλαξα τοῦ
5. βίου, φυλάξῃ, τὸ μηδέποτε τυπτῆσαι τῇ χειρί μου μηδένα
6. τῶν οἰκετῶν, ὅπερ ἤσκηταί μου καὶ τῷ πατρὶ, καὶ πολλοῖς
7. ἐπετίμησε τῶν φίλων, περιθλάσασιν εὑρὼν ἐν τῷ πατάξαι
8. κατὰ τῶν ὀδόντων οἰκέτας, ἀξίους εἶναι λέγων ἐπὶ τῇ γενομένῃ
9. φλεγμονῇ καὶ σπασθῆναι καὶ ἀποθανεῖν, ὅπου γε
10. ἐξῆν αὐτοῖς, καὶ νάρθηκι, καὶ ἱμάντι μικρὸν ὕστερον ἐφορίσαι
11. πληγὰς ὅσας ἠβούλοντο, καὶ τῇ βουλῇ τὸ τοιοῦτον
12. ἔργον ἐπιτελεῖν. ἄλλοι δὲ οὐ μόνον πὺξ, ἀλλὰ καὶ λακτίζουσι,
13. καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττουσι, καὶ γραφείῳ κεντοῦσιν,
14. ὅταν τοῦτο τύχωσιν ἔχοντες. εἶδον δέ τινα καὶ
15. καλάμῳ, δι’ οὗ γράφομεν, ὑπ’ ὀργῆς εἰς τὸν ὀφθαλμὸν
16. πατάξαντα τὸν οἰκέτην. Ἀδριανὸς αὐτοκράτωρ, ὥς φασι,
17. γραφείῳ ἐπάταξεν εἰς τὸν ὀφθαλμὸν ἕνα τῶν ὑπηρετῶν.
18. ἐπεὶ δὲ τὴν πληγὴν ταύτην ἔγνω γενόμενον ἑτερόφθαλμον,
19. ἐκάλεσέ τε καὶ συνεχώρησεν ἀντὶ τοῦ πάθους αἰτεῖν
1. παρ’ αὐτοῦ δῶρα. ἐπεὶ δὲ διεσιώπησεν ὁ πεπονθὼς, αὖθις
2. ἠξίωσεν ὁ Ἀδριανὸς αἰτεῖν, ὅ τι βούλοιτο. τὸν δ’ ἀρνοῦντα
3. ἄλλων μὲν οὐδὲν, ὀφθαλμὸν δὲ αἰτῆσαι. τί γὰρ ἂν καὶ
4. γένοιτο δῶρον ἀντάξιον ἀπωλείας ὀφθαλμοῦ; βούλομαι δέ σε
5. καὶ τῶν ἐμοί ποτε συμβαινόντων ἑνὸς ἀναμνῆσαι, καίτοι γε
6. ἤδη πολλάκις ὑπὲρ αὐτοῦ εἰρηκώς. ἀπονοστήσαντι ἐκ Ῥώμης
7. συνοδοιπορῆσαί τινι φίλῳ τῶν ἐκ Γορτύνης τῆς Κρήτης
8. ἀνδρὶ, τὰ μὲν ἄλλα λόγου τινὸς ἀξίῳ· καὶ γὰρ ἁπλοῦς ἦν,
9. καὶ φιλικὸς, καὶ χρηστὸς, ἐλευθέριός τε περὶ τὰς ἐφ’ ἡμέρας
10. δαπάνας· ἦν δὲ ὀργίλος οὕτως, ὡς ταῖς ἑαυτοῦ χερσὶ
11. χρῆσθαι κατὰ τῶν οἰκετῶν, ἔστι δ’ ὅτε καὶ τοῖς σκέλεσι,
12. πολὺ δὲ μᾶλλον ἱμάντι καὶ ξύλῳ τῷ παρατυχόντι. γενομένοις
13. οὖν ἡμῖν ἐν Κορίνθῳ, πάντα μὲν ἔδωκε τὰ σκεύη,
14. καὶ τοὺς οἰκέτας ἀπὸ Κεγχρεῶν εἰς Ἀθήνας ἐκπέμψαι κατὰ
15. πλοῦν αὑτοῦ· αὐτὸς δὲ ἓν ὄχημα μισθωσάμενος, πεζῇ διὰ
16. Μεγάρων πορεύεσθαι. καὶ δὴ διελθόντων ἡμῶν Ἐλευσῖνα,
17. καὶ κατὰ τὸ Θριάσιον ὄντων, ἤρετο τοὺς ἑπομένους οἰκέτας
1. αὑτοῦ περί τινος σκεύους, οἱ δ’ οὐκ εἶχον ἀποκρίνασθαι.
2. θυμωθεὶς οὖν, ἐπεὶ μὴ ἄλλο εἶχε, δι’ οὗ πατάξειε τοὺς
3. νεανίσκους, ἐν θήκῃ περιεχομένην μάχαιραν ἀνελόμενος,
4. ἅμα τῇ θήκῃ καταφέρει τὴν κεφαλὴν, οὐ πλατεῖς
5. ἐπενεγκὼν, (οὐδὲν γὰρ ἂν οὕτως εἴργαστο δεινὸν,) ἀλλὰ κατὰ
6. τὸ τέμνον τοῦ ξίφους. ἥ τε οὖν θήκη διετμήθη παραχρῆμα,
7. καὶ τραῦμα μέγιστον ἐπὶ τῆς κεφαλῆς διττὸν ἀμφοτέροις εἰργάσατο,
8. δὶς γὰρ ἑκάτερον αὐτὸς ἐπάταξε. ὡς δὲ πλεῖστον
9. ἄμετρον αἷμα χεόμενον ἐθεάσατο, καταλιπὼν ἡμᾶς, εἰς
10. Ἀθήνας ἀπῇρε βαδίζων εὐθέως ἕνεκα τοῦ μὴ διαφθαρῆναί
11. τινα τῶν οἰκετῶν ἔτι παρόντος αὐτοῦ. ἐκείνους μὲν
12. οὖν ἡμεῖς ἐσώσαμεν εἰς τὰς Ἀθήνας. ὁ δὲ φίλος ὁ Κρὴς
13. ἑαυτοῦ καταγνοὺς Μεγάρας εἰσάγει με λαβόμενος τῆς χειρὸς
14. εἰς οἶκόν τινα, καὶ προσδοὺς ἱμάντα, καὶ ἀποδυσάμενος
15. ἐκέλευσε μαστιγοῦν αὑτὸν ἐφ’ οἷς ἔπραξεν ὑπὸ τοῦ
16. καταράτου θυμοῦ βιασθεὶς, αὐτὸς γὰρ οὕτως ὠνόμασεν.
17. ἐμοῦ δ’, ὡς εἰκὸς, γελῶντος, ἐδεῖτο προσπίπτων τοῖς γόνασι,
18. μὴ ἄλλως ποιεῖν. εὔδηλον οὖν, ὅτι μᾶλλον ἐποίει με γελᾷν,
1. ὅσῳ μᾶλλον ἐν ἐκείνῳ τῷ μαστιγωθῆναι θεώμενος. ἐπειδὴ
2. δὲ ταῦτα ποιούντων ἡμῶν ἱκανὸς ἐτρίβετο χρόνος, ὑπεσχόμην
3. αὐτῷ δώσειν πληγὰς, εἰ μέντοι παράσχῃ καὶ αὐτὸς ἓν,
4. ὃ ἂν αἰτήσω, σμικρὸν πάνυ. ὡς δ’ ὑπέσχετο, παρεκάλουν
5. ὑποσχεῖν μοι τὰ ὦτα λόγον τινὰ διερχομένῳ, καὶ τοῦτ’ ἔφην
6. εἶναι τὸ αἴτημα. τοῦ δ’ ὑποσχομένου πράττειν οὕτως,
7. πλέον αὐτῷ διελέχθην ὑποτιθέμενος, ὅπως χρὴ παιδαγωγῆσαι
8. τὸ ἐν ἡμῖν θυμοειδὲς, τῷ λόγῳ δηλονότι, καὶ οὐ διὰ
9. μαστίγων, ἀλλ’ ἑτέρῳ τρόπῳ παιδαγωγῆσαι διῆλθον. ἐκεῖνος
10. μὲν οὖν ἐν ἑαυτῷ προνοησάμενος ἑαυτοῦ πολὺ βελτίων
11. ἐγένετο. σὺ δ’, εἰ καὶ μὴ πολὺ γένοιο βελτίων, ἀρκεσθήσῃ
12. γε καὶ μικρῷ τινι κατὰ τὸν πρῶτον ἐνιαυτὸν ἐπιδοῦναι
13. πρὸς τὸ κρεῖττον. ἐὰν γὰρ ἐπιμείνῃς τῷ πάθει ἀντέχων
14. καὶ πραΰνων τὸν θυμὸν, ἀξιολογώτερον ἐπιδώσεις κατὰ τὸ
15. δεύτερον ἔτος. εἶτ’, ἐὰν ἔτι διαμείνῃς σαυτῷ προνοούμενος,
16. καὶ μᾶλλον ἐν τῷ τρίτῳ, καὶ μετ’ αὐτὸν ἐν τῷ τετάρτῳ 
1. καὶ πέμπτῳ αἰσθήσῃ μεγάλης αὐξήσεως εἰς βίον σεμνότερον.
2. αἰσχρὸν γὰρ, ἵνα μέν τις ἰατρὸς, ἢ γραμματικὸς,
3. ἢ ῥήτωρ, ἢ γεωμέτρης γένηται, πολλοῖς ἔτεσιν ἐφεξῆς κάμνειν,
4. ὡς δ’ ἄνθρωπος ἀγαθὸς, μηδέποθ’ ἑλέσθαι τῷ
5. μήκει τοῦ χρόνου κάμνειν.

Cliquer un n° de page pour en afficher l’image