Galenus. De animi cuiuslibet affectuum et peccatorum dignotione et curatione (De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 029 Fichtner] [GalLat]

Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937; Magnaldi, 1990.
De propriorum animi cuiusque affectuum dignotione et curatione, 1823, vol. 5, p. 1-57. urn:cts:greekLit:tlg0057.tlg028.verbatim-lat1
Barras, Birchler, Morand, 1995 (fra); Magnaldi, 1999 (ita); , 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).

De propriorum animi cuiusque affectuum dignotione et curatione, 5, ed. Kühn, 1823, vol. 5, p. 21-26. urn:cts:greekLit:tlg0057.tlg028.1st1K-grc1:5

6. Τίς οὖν ἐστιν ἡ τῆς ἀσκήσεως ἀρχὴ, πάλιν
7. ἀναλάβωμεν· ὑπὲρ γὰρ τῶν ἀναγκαιοτάτων οὐδὲν χεῖρόν
8. ἐστι καὶ δὶς καὶ τρὶς λέγειν τὰ αὐτά. τὸ μηδέποτε
9. μηδένα τῶν οἰκετῶν ἁμαρτάνοντα διὰ τῶν ἑαυτοῦ χειρῶν
10. νουθετεῖν, ἀλλ’ ὥσπερ ἐγώ ποτε, πυθόμενος αἱρεῖσθαι
11. Πλάτωνα πρός τινα τῶν ὑπηρετῶν ἁμαρτόντα, διὰ παντὸς
12. οὕτως ἔπραξα, καλὸν ἡγησάμενος εἶναι τὸ ἔργον, οὕτω καὶ
13. σὺ παράγγειλον σαυτῷ, μήτ’ αὐτὸς διὰ τῶν σαυτοῦ χειρῶν
14. οἰκέτην πλῆξαι μήτ’ ἄλλῳ προστάξαι, παρ’ ὃν ἂν ὀργισθῇς
15. χρόνον, ἀλλ’ εἰς τὴν ὑστέραν ἀνακαλέσασθαι. μετὰ γάρ τοι
16. τὸν θυμὸν σωφρονέστερον ἐπισκέψῃ, πόσας χρὴ πληγὰς ἐντεῖναι
17. τῷ τῆς κολάσεως ἀξίῳ. ἢ μηδὲ τὴν ἀρχὴν ἄμεινόν ἐστι,
1. συγγνώμῃ πρᾶξαι οὕτως αἰτήσαντα ἱμάντα, καὶ σωφρονίσαντα
2. λόγῳ, καὶ ἀπειλήσαντα μηκέτι τὸ λοιπὸν συγχωρῆσαι,
3. ἐὰν ὁμοίως ἁμάρτῃ; πολλῷ γὰρ ἄμεινόν ἐστι, μηκέτι
4. ζέοντος τοῦ θυμοῦ πράττειν ἃ πράττεις, ἔξω τῆς
5. ἀλογίστου μανίας γενόμενον, ὁπότε καὶ τῷ λογισμῷ τὸ
6. πυκτεῦον εὑρήσεις. ὅτι γὰρ ὁ θυμὸς οὐδὲν ἀποδεῖ μανίας,
7. ἕξ αὐτῶν ἤδη ὧν ποιοῦσιν οἱ θυμούμενοι μαθεῖν ἔστιν·
8. παίοντες γὰρ, καὶ λακτίζοντες, καὶ κατασχίζοντες ἱμάτια,
9. καὶ θορυβῶδες ἐμβλέποντες ἕκαστα πράττουσιν ἄχρι τοῦ,
10. καθάπερ ἔφην, καὶ θύραις, καὶ λίθοις, καὶ κλεισὶν ὀργίζεσθαι,
11. καὶ τὰ μὲν καταράσσειν, τὰ δὲ δάκνειν, τὰ δὲ
12. λακτίζειν. ἀλλ’ ἴσως φήσουσι ταῦτα τῶν ὄντως μαινομένων
13. εἶναι, τὰ δὲ ὑπὸ σοῦ γιγνόμενα σωφρονούντων. ἐγὼ δὲ,
14. ὅτι μὲν ἔλαττον ἁμαρτάνουσι τῶν τοὺς λίθους καὶ τὰς θύρας
15. καὶ τὰς κλεῖς δακνόντων τε καὶ λακτιζόντων οἱ τοὺς
16. οἰκέτας ταῖς ἑαυτῶν παίοντες χερσὶν, ὁμολογῶ· πέπεισμαι
17. δὲ καὶ τὸ πρὸς ἄνθρωπον ἅμα τι ποιεῖν ἢ μικρᾶς μανίας
18. ἔργον ὑπάρχειν, ἢ ζώου τινὸς ἀλόγου τε καὶ ἀγρίου. οὐ γὰρ
1. μόνος ἄνθρωπος ἐξαίρετα ἔχει ἄρα παρὰ τἄλλα λογίζεσθαι
2. ταῦτα, ἐὰν ἀποῤῥίψωσιν τὸν θυμὸν χαρίζεσθαι ζωὴν, οὐκ
3. ἀνθρώπου βίος. μὴ τοίνυν νόμιζε φρόνιμον ἄνθρωπον
4. ὑπάρχειν, ὃς ἂν αὐτὸ τοῦτο μόνον ἐκφύγῃ, λακτίζειν, καὶ
5. δάκνειν, καὶ κεντεῖν τοὺς πέλας. ὁ γὰρ τοιοῦτος οὐκ ἔτι
6. μέν ἐστι θηρίον, οὐ μὴν ἤδη γε φρόνιμος ἄνθρωπος, ἀλλ’
7. ἐν τῷ μεταξὺ τούτων τε καὶ τῶν θηρίων. ἆρ’ οὖν ἀσκήσεις
8. μηκέτ’ εἶναι θηρίον, τοῦ ἄνθρωπος γενέσθαι καλὸς κᾀγαθὸς
9. οὐ πεφροντικὼς, ἢ βέλτιον, ὥσπερ οὐκ ἔτι θηρίον,
10. οὕτω μηδ’ ἄφρονά σε μηδ’ ἀλόγιστον ἔτι διαμένειν; ἔσῃ
11. δὲ τοιοῦτος, ἐὰν μηδέποτε θυμῷ δουλεύων, ἀλλ’ ἀεὶ διαλογιζόμενος
12. ἅπαντα πράττῃς, ἃ πάντα σοι χωρὶς τοῦ πάθους
13. σκεπτομένῳ φαίνεται κράτιστα. πῶς οὖν ἔσται τοῦτο;
14. τιμήσαντός σου τιμὴν σαυτὸν μεγίστην, ἧς οὐδ’ ἐπινοῆσαι
15. δυνατόν ἐστι μείζονα. τὸ γὰρ, ἁπάντων ἀνθρώπων ὀργιζομένων,
16. αὐτὸν ἀόργητον εἶναι, τί ἄλλο ἐστὶν, ἢ ἑαυτὸν
17. ἀποδεῖξαι πάντων ἀνθρώπων βελτίονα; σὲ δ’ ἴσως νομίζεσθαι,
1. τί ἄλλο ἐστὶν, ἢ ἑαυτὸν ἀποδεῖξαι, νομίζεσθαι
2. μὲν εἶναι βελτίω ἐθέλειν, εἶναι δὲ οὕτως βελτίω μὴ βούλεσθαι,
3. καθάπερ εἴ τις ἐπεθύμησε νομίζεσθαι μὲν ὑγιαίνειν
4. τὸ σῶμα, νοσεῖ δὲ κατ’ ἀλήθειαν. ἢ οὐχ ἡγῇ νόσημα
5. ψυχῆς εἶναι τὸν θυμόν; ἢ μάτην ὑπὸ τῶν παλαιῶν ὀνομάζεσθαι
6. νομίζεις ψυχῆς πάθη πέντε ταῦτα, λύπην, ὀργὴν,
7. θυμὸν, ἐπιθυμίαν, φόβον; ἀλλ’ ἔμοιγε βέλτιον εἶναι δοκεῖ
8. μακρῷ, πρῶτον μὲν ἐπὶ πολὺ ἔχειν ἄνευ τῶν εἰρημένων παθῶν,
9. ἐξαναστάντα τῆς κοίτης, ἐπισκοπεῖσθαι πρὸς πάντων
10. τῶν κατὰ μέρος ἔργων, ἆρα βέλτιόν ἐστι πάθεσι δουλεύοντα
11. ζῇν, ἢ λογισμῷ χρῆσθαι πρὸς ἅπαντα· δεύτερον δ’, ὅτῳ
12. τῷ βουλομένῳ γίγνεσθαι καλὸς κᾀγαθὸς παρακλητέον ἐστὶ
13. τὸν δηλώσοντα τῶν ὑφ’ ἑαυτοῦ πραττομένων οὐκ ὀρθῶς
14. ἕκαστον· εἶτ’ ἔτι καθ’ ἑκάστην ἡμέραν τε καὶ ὥραν ἔχειν
15. ἐν προχείρῳ τὴν δόξαν ταύτην, ὡς ἄμεινον μέν ἐστιν
16. ἑαυτὸν τιμήσαντα καλὸν κᾀγαθὸν, τοῦτο δ’ ἄνευ τοῦ
17. σχεῖν τὸν δηλώσοντα τῶν ἁμαρτανομένων ἕκαστον ἀδύνατόν
18. ἐστιν ἡμῖν περιγενέσθαι, καὶ μέντοι καὶ τὸν σωτῆρα ἐκεῖνον
1. καὶ φίλον μέγιστον ἡγεῖσθαι τὸν μηνύσαντα τῶν πλημμελουμένων
2. ἕκαστα· εἶθ’ ὅτι, κᾂν ψεῦδός σοι φαίνηταί ποτ’
3. ἐγκαλέσας, ἀόργητον προσήκει φαίνεσθαι, πρῶτον μὲν, ὅτι
4. δυνατόν ἐστιν ἐκεῖνον σοῦ βέλτιον ὁρᾷν ἕκαστον ὧν ἁμαρτάνων
5. τυγχάνεις, ὥς γε καὶ σὲ τῶν ἐκείνου. κᾂν ἐπηρεάσῃ
6. ποτὲ ψεῦδος, ἀλλ’ οὖν ἐπήγειρέ σε πρὸς ἀκριβεστέραν ἐπίσκεψιν
7. ὧν πράττεις. ὃ δ’ ἐστὶ μέγιστον ἐν τούτῳ, ἀεὶ
8. φύλαττε προῃρημένος γε τιμᾶσθαι σεαυτόν. ἔστι δὲ τοῦτο
9. διὰ μνήμης ἔχειν πρόχειρα τό τε τῶν ὀργιζομένων τῆς ψυχῆς
10. αἶσχος τό τε τῶν ἀοργήτων κάλλος. ὃς γὰρ
11. ἁμαρτάνειν ἐθισθῇ χρόνῳ πολλῷ, δυσεκλήπτως ἔσχε τὴν
12. κλεῖδα τῶν παθῶν, οὕτω καὶ τῶν δογμάτων, οἷς πειθόμενος
13. ἀνὴρ γενήσῃ καλὸς κᾀγαθὸς, ἐν πολλῷ χρόνῳ προσήκει
14. μελετᾷν ἕκαστον. ἐπιλανθανόμεθα γὰρ αὐτοῦ ῥᾳδίως ἐκπίπτοντος
15. τῆς ψυχῆς ἡμῶν, διὰ τὸ φθάσαι πεπληρῶσθαι
16. τοῖς πάθεσιν αὐτήν. τοιγαροῦν παρακόλουθόν ἐστιν, ἕκαστον
17. τῶν σωθῆναι βουλομένων ὡς μηδεμίαν ὥραν ἀποῤῥᾳθυμεῖν.
18. ἐπιτρεπτέον τε πᾶσι κατηγορεῖν ἡμῶν, ἀκουστέον 
1. τε πρᾴως αὐτοὺς, καὶ χάριν οὐ τοῖς κολακεύουσιν, ἀλλὰ
2. τοῖς ἐπιπλήττουσιν ἔχειν. ἀνεῴχθη σου ἡ θύρα διὰ παντὸς
3. τῆς οἰκήσεως, ἔξεστι τοῖς συνήθεσιν εἰσιέναι πάντα
4. καιρὸν, ἢν οὕτως ᾖς παρεσκευασμένος. δεῖ οὖν θαῤῥεῖν,
5. ὡς ὑπὸ τῶν εἰσιόντων εὑρίσκεσθαι μηδενὶ τῶν μεγάλων
6. ἁμαρτημάτων ἰσχυρῶς κατειλημμένον. ἔστι δ’ ὥσπερ τὸ
7. πᾶν τῷ ἄκοντι ἐκκόψαι δύσκολον, οὕτως τὰ μεγάλα τῷ
8. βουληθέντι ῥᾷστον. τῆς θύρας οὖν ἀνεῳγμένης σου διὰ
9. παντὸς, ὡς εἶπον, ἐξουσία τοῖς συνήθεσιν ἔστω κατὰ πάντα
10. καιρὸν εἰσιέναι. ὡς δ’ ἄλλοι πάντες αὖ οἱ προελθόντες
11. εἰς τὸ δημόσιον ἅπαντα πειρῶνται πράττειν κόσμια, οὕτω
12. σὺ κατὰ τὴν ἰδίαν οἰκίαν πράττεις. ἀλλ’ ἐκεῖνοι μὲν
13. αἰδούμενοι τοὺς ἄλλους ἁμαρτόντες τι φωραθῆναι μόνους
14. ἑαυτοὺς οὐκ αἰδοῦνται, σὺ δὲ σαυτὸν αἰδοῦ μάλιστα
15. πειθόμενος τῷ φάντι· Πάντων δὲ μάλιστ’ αἰσχύνεο
16. σαυτόν.

Cliquer un n° de page pour en afficher l’image