17. Οὕτως γὰρ πράττων δυνήσῃ ποτὲ τὴν τοῦ
18. θυμοειδοῦς ἔν σοι δύναμιν ἄλογον ὥσπερ τι θηρίον ἡμερῶσαί
1. τε καὶ πρᾳῧναι. ἢ δεινὸν ἂν εἴη, τοὺς μὲν ἱππικοὺς
2. ἄνδρας, ἀχρείους τοὺς ἵππους παραλαβόντας, ἐν ὀλίγῳ
3. χρόνῳ χειροηθεῖς ἐργάζεσθαι, σὲ δ’, οὐκ ἔξωθέν τι λαβόντα
4. ζῶον, ἀλλ’ ἐν τῇ ψυχῇ δύναμιν ἄλογον, ᾗ διὰ παντὸς
5. ὁ λογισμὸς συνοικεῖ, μὴ δυνηθῆναι πρᾳῧναι αὐτὴν,
6. εἰ καὶ μὴ ταχέως, ἀλλ’ ἐν μακροτέρῳ χρόνῳ. λέλεκται δὲ
7. ἐπὶ πλέον ἐν τοῖς περὶ ἠθῶν ὑπομνήμασι, ὅπως ἀρίστην
8. τις αὐτὴν ἐργάσαιτο, καὶ ὡς τὴν μὲν ἰσχὺν οὐ χρὴ καταβαλεῖν
9. αὐτῆς, ὥσπερ οὐδὲ τῶν ἵππων τε καὶ κυνῶν, οἷς
10. χρώμεθα, τὴν δ’ εὐπείθειαν, ὥς γε κᾀπ’ αὐτῶν, ἀσκεῖν.
11. ἐπιδέδεικται δέ σοι καὶ δι’ ἐκείνων τῶν ὑπομνημάτων οὐχ
12. ἥκιστα καὶ ὅπως αὐτῇ πάλιν τῇ τοῦ θυμοειδοῦς δυνάμει
13. συμμάχῳ χρήσῃ κατὰ τῆς ἑτέρας, ἣν ἐπιθυμητικὴν ἐκάλουν
14. οἱ παλαιοὶ φιλόσοφοι, φερομένης ἀλογίστως ἐπὶ τὰς διὰ τοῦ
15. σώματος ἡδονάς. ὥσπερ οὖν αἰσχρὸν θέαμα διὰ θυμὸν ἄνθρωπος
16. ἀσχημονῶν, οὕτω καὶ δι’ ἔρωτα, καὶ γαστριμαργίαν,
17. οἰνοφλυγίαν τε καὶ λιχνείαν, ἃ τῆς ἐπιθυμητικῆς ἐστι δυνάμεως
1. ἔργα τε καὶ πάθη, προσεοικὼς, οὐχ ἵππῳ καὶ
2. κυνὶ, καθάπερ εἴκασα τὴν πρώτην, ἀλλ’ ὑβριστῇ κάπρῳ καὶ
3. τράγῳ, καὶ τινι τῶν ἀγρίων ἡμερωθῆναι μὴ δυναμένων.
4. διὸ ταύτης μὲν οὐδεμία παίδευσις τοιαύτη ἐστὶν, οἵα τῆς
5. ἑτέρας, ἡ εὐπείθεια· ὃ δ’ ἐκάλουν οἱ παλαιοὶ κολάζειν,
6. ἀλογίαν τινὰ ἔχειν πρὸς τήνδε. γίγνεται δὲ ἡ κόλασις
7. τῆς δυνάμεως ταύτης ἐν τῷ μὴ παρέχειν αὐτῇ τῶν
8. προθυμουμένων ἀπόλαυσιν. ἰσχυρὰ μὲν γὰρ οὕτω καὶ μεγάλη
9. γίγνεται, ἐν τῷ κολασθῆναι δὲ μικρά τε καὶ ἀσθενὴς,
10. ὡς ἕπεσθαι τῷ λογισμῷ δι’ ἀνθρώπων ὁρῶμεν ἑπομένους
11. οὕτως γοῦν καὶ αὐτῶν τῶν ἀνθρώπων ὁρῶμεν ἑπομένους
12. τοῖς βελτίοσι τοὺς χείρους, ἢ ἄκοντας βιαζομένους, ὥσπερ
13. τὰ παιδία καὶ τοὺς οἰκέτας, ἢ πεισθέντας ἑκόντας,
14. ὥσπερ τοὺς ἀγαθοὺς φύσει, καὶ τῶν μὴ πρὸς ῥημάτων
15. κολασθέντων αὐτὸ δή που τούτοις πάλαι σύνηθές ἐστιν,
16. ὡς ἀκόλαστος ὅδε τις ἄνθρωπός ἐστιν, ἐφ’ οὗ δηλονότι
17. τὴν ἐπιθυμητικὴν δύναμιν οὐκ ἐκόλασεν ἡ λογιστική. δύο
18. γὰρ ἔχομεν ἐν ταῖς ψυχαῖς δυνάμεις ἀλόγους· μίαν μὲν, ἧς
1. θυμοῦσθαί τε παραχρῆμα καὶ ὀργίζεσθαι τοῖς δόξασι
2. πλημμελεῖν εἰς ἡμᾶς ἔργον ἐστίν. τῆς δ’ αὐτῆς ταύτης καὶ
3. τὸ μηνιᾷν ἄχρι πλείονος, ὃ τοσούτῳ πλεῖόν ἐστι θυμοῦ
4. πάθος, ὅσῳ καὶ χρονιώτερον. ἄλλη δ’ ἐστὶν ἐν ἡμῖν δύναμις
5. ἄλογος ἐπὶ τὸ φαινόμενον ἡδὺ προπετῶς φερομένη, πρὶν
6. διασκέψασθαι, πότερον ὠφέλιμόν ἐστι καὶ καλὸν, ἢ βλαβερόν
7. τε καὶ κακόν. ταύτην οὖν ἐπέχειν χρὴ τὴν σφοδροτάτην,
8. πρὶν αὐξηθεῖσαν ἰσχὺν δυσνίκητον κτήσασθαι.
9. τηνικαῦτα γὰρ οὐδ’ ἂν θελήσῃς ἔτι κατασχεῖν αὐτὴν δυνήσῃ,
10. κᾄπειτα φήσεις, ὥσπερ ἤκουσά τινος ἐρῶντος, ἐθέλειν
11. μὲν παύσασθαι, μὴ δύνασθαι δὲ, παρακαλέσεις τε μάτην
12. ἡμᾶς ὡσαύτως ἐκείνῳ τῷ δεομένῳ βοηθήσασθαι καὶ τὸ
13. πάθος ἐκκόψαι. καὶ γὰρ τῶν τοῦ σώματος παθῶν ἔνια
14. διὰ μέγεθός ἐστιν ἀνίατα· σὺ δ’ ἴσως οὐδ’ ἐπενόησάς ποτε
15. τοῦτο. βέλτιον οὖν σοι κᾂν νυνὶ ἐννοῆσαί τε καὶ διασκέψασθαι,
16. πότερον ἀληθεύω λέγων, αὐξανομένην τὴν ἐπιθυμητικὴν
17. δύναμιν εἰς ἀνίατον ἔρωτα πολλάκις ἐμβαλεῖν, οὐ σωμάτων
18. μόνον ὡραίων, οὐδ’ ἀφροδισίων, ἀλλὰ καὶ λιχνείας,
1. καὶ γαστριμαργίας, οἰνοφλυγίας τε καὶ τῆς παρὰ φύσιν αἰσχρουργίας,
2. ἢ ψεύδομαι καὶ ταῦτα καὶ ἄλλα πολλὰ τῶν
3. ἔμπροσθεν εἰρημένων. ἃ γὰρ περὶ τοῦ θυμοῦ λέλεκται μέχρι
4. τοῦ δεῦρο, ταῦτα καὶ περὶ τῶν ἄλλων παθῶν ἡγοῦ
5. λελέχθαι· πρῶτον μὲν, ὡς ἑτέρῳ ἐστὶ τὴν διάγνωσιν αὐτῶν
6. ἐπιτρεπτέον, οὐχ ἡμῖν αὐτοῖς· εἶθ’ ὅτι μὴ τοὺς τυχόντας
7. τούτους ἐπιστατεῖν, ἀλλὰ πρεσβύτας, ὡμολογημένους μὲν
8. εἶναι καλοὺς κᾀγαθοὺς, ἐξηγητὰς μὲν οὖν δὲ καὶ πρὸ ἡμῶν
9. αὐτῶν ἐπὶ πλέον ἐν ἐκείνοις τοῖς καιροῖς ἕνεκα ἔξω παθῶν
10. εἶναι· εἶθ’ ὅτι οὐ φαίνεσθαι χρὴ τοῖς τοιούτοις, ὅταν εἴπωσί
11. τι τῶν ἡμετέρων ἁμαρτημάτων, ἀγανακτοῦντας, ἀλλὰ
12. χάριν εἰδότας· εἶτα καθ’ ἑκάστην ἡμέραν σαυτὸν ἀναμιμνήσκειν,
13. ἄμεινον μὲν, εἰ πολλάκις, εἰ δὲ μὴ, ἀλλὰ πάντως γε
14. κατὰ τὴν ἕω, πρὶν ἄρχεσθαι τῶν πράξεων, εἰς ἑσπέραν δὲ,
15. πρὶν ἀναπαύσεσθαι μέλλειν. ἐγὼ δήποτε καὶ ταύτας δὴ
16. τὰς φερομένας ὡς Πυθαγόρου παραινέσεις εἴθισα δὶς τῆς
17. ἡμέρας ἀναγινώσκειν μὲν τὰ πρῶτα, λέγειν δ’ ἀπὸ στόματος
18. ὕστερον. οὐ γὰρ ἀρκεῖ μόνον ἀοργησίαν ἄγειν, ἀλλὰ
1. καὶ λιχνείας, καὶ λαγνείας, οἰνοφλυγίας τε καὶ περιεργίας
2. καὶ φθόνου καθαρεύειν. ἕτερος οὖν ἡμᾶς ἐπεπείρατο, μή
3. τί που, καθάπερ οἱ κύνες, ἀπλήστως ὤφθημεν ἐμφορούμενοι
4. σιτίων, ἢ, ὡς οἱ διακαιόμενοι πυρετῷ συνεχεῖ, ψυχρὸν
5. ἐπισπασώμεθα τὸ πόμα λαβρότερον, ἢ ὡς ἄνδρας σεμνοὺς
6. πρέπει. οὔτε γὰρ διὰ πεῖναν ἐμφορεῖσθαι προσήκει σφοδρῶς
7. καὶ ἀπλήστως, οὔτε διὰ δίψος ὅλην τὴν κύλικα ἐκπίνειν,
8. ἔτι δὲ μᾶλλον οὔτε διὰ λιχνείαν ἁπάντων τῶν
9. παρόντων πλέον, ἤτοι πλακοῦντος, ἤ τινος ἄλλου τῶν λίχνων
10. ὄψων ἀπολαύειν. ἀλλ’ ἐν ἅπασιν αὐτοῖς ἀρχομένους
11. μὲν ἔτι παρακλητέον ἐστὶν ἑτέρους ὅ τι ἁμάρτωμεν ἐπιτηρεῖν
12. τε καὶ λέγειν ἡμῖν· ὕστερον δὲ καὶ χωρὶς παιδαγωγῶν ἡμᾶς
13. αὐτοὺς ἐπιτηρῶμεν αὐτοὶ καὶ παραφυλάττωμεν, ὅπως ἁπάντων
14. τε τῶν συνδειπνούντων ἔλαττον ὄψου προσενεγκώμεθα,
15. καὶ τῶν λίχνων ἐδεσμάτων ἀποσχώμεθα, σύμμετρα τῶν ὑγιεινῶν
16. προσαράμενοι. τοῦ χρόνου δὲ προϊόντος, οὐκ ἔτι οὐδὲ πρὸς
17. τοὺς δειπνοῦντας ἀποβλέπειν ἀξιώσαιμ’ ἄν σε· μέγα γὰρ οὐδὲν
1. ἐκείνων ἐσθίειν τε καὶ πίνειν ἐγκρατέστερον. εἰ δέ περ οὕτως
2. σαυτὸν ἔγνωκας τιμᾷν, ἐπισκέπτου μᾶλλόν ποτε
3. ἐγκρατῶς διῃτῆσθαι χθὲς ἢ τήμερον. ἐὰν γὰρ τοῦτο ποιῇς,
4. αἰσθήσῃ καθ’ ἑκάστην ἡμέραν εὐκολώτερον ὧν εἶπον ἀπεχόμενος,
5. αἰσθήσῃ τε μεγάλα εὐφρανθησόμενος τὴν ψυχὴν,
6. ἐάν γε σωφροσύνης ὄντως ἐραστὴς ὑπάρχῃς· οὕτω γάρ
7. τις ἐρασθεὶς χαίρει προκόπτων ἐν αὐτῷ. καὶ διὰ τοῦτο
8. ταῖς μὲν ὀνοφλυγίαις ἔστιν ἰδεῖν ἡδομένους, ὅταν πίνοντες
9. ὑπερβάλλωνται τοὺς συμπότας, ὅσοι δὲ γαστρίμαργοι, καὶ
10. τούτους τῷ πλήθει τῶν ἐδεσμάτων εὐφραινομένους, ὅσοι δὲ
11. λίχνοι, πλακοῦσι, καὶ ταγήνοις, καὶ λοπάσι, καὶ καρυκείαις.
12. ἐνίους δὲ μέγα φρονοῦντας ἔγνων ἐπὶ τῷ πλήθει
13. τῶν ἀφροδισίων. ὡς οὖν ἐκεῖνοι τὴν ἀκρότητα τῶν σπουδαζομένων
14. ἀσκοῦσί τε καὶ μεταδιώκουσι, οὕτως καὶ ἡμᾶς
15. χρὴ σωφροσύνης ἀκρότητα σπουδάζειν. εἰ δὲ τοῦτο πράξομεν,
16. οὐ τοὺς ἀκολάστους ἡμῖν παραβάλωμεν, οὐδ’ ἀρκέσει
17. πλέον ἐκείνων ἔχειν ἐγκρατείας τε καὶ σωφροσύνης, ἀλλὰ
18. πρῶτον μὲν τοὺς σπουδάζοντας τὰ αὐτὰ φιλονεικήσομεν
1. ὑπερβάλλεσθαι, (καλλίστη γὰρ ἡ τοιαύτη φιλονεικία,) μετ’
2. ἐκείνους δ’ αὖθις ἡμᾶς αὐτοὺς, ὡς ἐξ ἔθους πολυχρονίου
3. τούτοις ὑγιεινοτάτοις τε ἅμα καὶ προσθεῖναι ῥᾴστοις ἡδέως
4. ἅμα προσφέρεσθαι, μεμνημένους τῶν καλῶς εἰρημένων. ὧν
5. καὶ τοῦτ’ ἔστιν. Ἐκλέγου βίον ἄριστον, ἡδὺν δ’ αὐτὸν ἡ
6. συνήθεια ποιήσεται. ὥσπερ οὖν, ὁπότε πρὸς τὸν θυμὸν
7. ἀσκεῖν ἠξίουν σε, γνώρισμα τῆς ὠφελείας εἶχες ὁρᾷν σαυτὸν
8. οὐκ ἔτι θυμούμενον, ὡσαύτως ἐπὶ τῆς σωφροσύνης ἔστω σοι
9. γνώρισμα μηδ’ ἐπιθυμεῖν ἔτι τῶν ἡδίστων. ὁδὸς δ’ ἐπ’
10. αὐτήν ἐστι διὰ τῆς ἐγκρατείας. οὕτω γὰρ αὐτὸς πλεονεκτεῖ
11. σώφρων ἐγκρατοῦς, τῷ μηδ’ ἐπιθυμεῖν λίχνων ἐδεσμάτων
12. ἢ διὰ τὸ πολυχρόνιον ἔθος, ἢ δι’ ἐγκράτειαν, καθάπερ καὶ
13. αὐτὸ τοὔνομα αὐτῆς ἐνδείκνυται γεγονὸς, ὅπερ ἐστὶν ἐκ τοῦ
14. κρατεῖν καὶ νικᾷν τὰς ἐπιθυμίας. ἐπίπονος δέ ἐστι καὶ
15. τραχεῖα τό γε κατ’ ἀρχὰς, ὥσπερ αἱ ἄλλαι τῶν καλῶν ἐπιτηδευμάτων
16. ἀσκήσεις. εἰ μὲν οὖν εἴτε τὴν ἀρετὴν ἀντὶ
17. τῆς κακίας ἔχειν ἐθέλεις, εἴτε τὴν γαλήνην τῆς ψυχῆς ἀντὶ
1. τῶν τοῦ σώματος γαργαλισμῶν, ἀσκητέον ἐστί σοι τὸν εἰρημένον
2. τρόπον, ἐπὶ σωφροσύνην βαδίζοντα δι’ ἐγκρατείας.
3. εἰ δ’ ἤτοι τὴν ἀρετὴν ἀτιμάζεσθαι, ἢ γαργαλίζεσθαι βούλει
4. δι’ ὅλου τοῦ σώματος, καταληπτέον ἐστὶ τὸν λόγον.
5. οὐ γάρ ἐστι προτρεπτικὸς ἐπ’ ἀρετὴν, ἀλλὰ τοῖς προτεθραμμένοις
6. ὑφηγητικὸς τῆς ὁδοῦ, καθ’ ἣν ἄν τις αὐτὴν
7. κτήσαιτο. διαιρουμένου δὲ τοῦ λόγου πρός τε τὸ διαγνωστικὸν
8. ἕκαστον ἡμῶν ὑπάρχειν ἑαυτοῦ, καὶ πρὸς τὴν ἐπὶ τῇ
9. διαγνώσει τῶν ἁμαρτημάτων ἐπανόρθωσιν, οὐ περὶ ταύτης
10. πρόκειται λέγειν, ἀλλὰ περὶ τῆς διαγνώσεως τῶν ἰδίων
11. ἁμαρτημάτων. ἐπεὶ δὲ τοῖς μὲν ἀρχομένοις αὐτὴν οὐ διαγνῶναι
12. δυνατὸν, ἑτέρους μὲν τοῖς ἀρχομένοις ἐπιστήσομεν ἐπόπτας,
13. αὐτοὺς δὲ τοὺς ἀσκοῦντας, ὡς ἂν ἤδη δυναμένους γνῶναι,
14. ποίων μὲν ἀπηλλάγησαν ἁμαρτημάτων καὶ παθῶν, ὅσον
15. δ’ αὐτοῖς ἐνδεῖ πρὸς τὸ τέλος. ὅπερ δὲ εἴωθα λέγειν ἑκάστοτε,
16. καὶ νῦν ἐρῶ· καθ’ ἕτερον μὲν τρόπον ἁπάντων ἐστὶ
17. δυσκολώτατον ἑαυτὸν γνῶναι, καθ’ ἕτερον δὲ ῥᾷστον. ἐὰν
18. μὲν γὰρ ἐντὸς θέλῃ τις αὐτὸς χαλεπώτατόν ἐστιν.
⟨
(De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 029 Fichtner] [GalLat]
De animi cuiuslibet affectuum et peccatorum dignotione et curatione
Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937; Magnaldi, 1990.
De propriorum animi cuiusque affectuum dignotione et curatione, 1823, vol. 5, p. 1-57. urn:cts:greekLit:tlg0057.tlg028.verbatim-lat1
Barras, Birchler, Morand, 1995 (fra); Magnaldi, 1999 (ita); , 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).
De propriorum animi cuiusque affectuum dignotione et curatione, 6, ed. Kühn, 1823, vol. 5, p. 26-34. urn:cts:greekLit:tlg0057.tlg028.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩