1. Ἐγὼ μὲν οὖν ἅπαντα ταῦτ’ εἰρημένα καὶ
2. τὰ μέλλοντα λεχθήσεσθαι τοῖς βουληθεῖσιν ὑποτίθεμαι.
3. τάχα μὲν οὖν οὔσης καὶ ἄλλης τινὸς ὁδοῦ πρὸς τὸ
4. καλὸν κᾀγαθὸν γενέσθαι, μὴ γινώσκων δ’ εὑρεῖν αὐτὴν,
5. ἐχρησάμην τε δι’ ὅλου τοῦ βίου ταύτῃ, καὶ τοῖς ἄλλοις
6. ἀφθόνως δηλῶν παρεκάλουν ἀντιδιδόναι τε καὶ ἀποδοῦναί
7. τι, καὶ ἀντιδιδάσκειν, εἴ τινα ἑτέραν ἄλλην αὐτοὶ γινώσκουσι
8. καλοκαγαθίας ὁδόν. ἄχρι περ ἂν ἐπιθυμῶμεν ἄλλης,
9. ἐν τῇδε διατρίβομεν, ἣ κοινὴ πάντων διαγνώσεώς τε καὶ
10. θεραπείας. καὶ γὰρ ἡ φιλονεικία, καὶ ἡ φιλοδοξία, καὶ ἡ
11. φιλαρχία πάθη τῆς ψυχῆς εἰσιν. τούτων ἐλάττων μὲν,
12. ἀλλ’ ὅμως καὶ αὐτὴ πάθος. περὶ δὲ τοῦ φθόνου τί δεῖ καὶ
13. λέγειν; αἴσχιστον τῶν κακῶν ἐστιν. ὀνομάζω δὲ φθόνον,
14. ὅταν τις ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς λυπῆται. πάθος μέν ἐστι
15. καὶ λύπη πᾶσα, χειρίστη δὲ ὁ φθόνος ἐστὶν, εἴτε ἓν τῶν
16. παθῶν, εἴτε λύπης ἐστὶν εἶδος πλησιάζον αὐτῇ. κοινὴ δ’
17. ἐφ’ ἁπάντων ὁδὸς τῆς ἰάσεως ἡ προειρημένη. χρὴ γὰρ, ὅτι
1. μὲν αἰσχρὰ καὶ φευκτὰ, κατανοεῖν ἐπὶ τῶν ἐνεχομένων αὐτοῖς
2. σφοδρῶς· ἐναργὲς γὰρ ἐπ’ ἐκείνων φαίνεται τὸ αἶσχος· ὅτι
3. δ’ οὐ βλέπομεν ἐφ’ ἡμῶν αὐτῶν μηδὲν, εἶναι νομίζειν προσήκει
4. τυφλότητ’ εἴτε περὶ τὸ φιλοῦν εἴτε περὶ τὸ φιλούμενον,
5. ἔνιά τε λανθάνειν διὰ σμικρότητα καὶ παρορᾶσθαι,
6. μὴ δυνάμενα παροφθῆναι διὰ τὸ μέγεθος ἐν ἄλλοις. πρεσβύτην
7. οὖν τινα βλέπειν αὐτὰ δυνάμενον εὑρίσκειν προσήκει,
8. παρακαλοῦντας ἅπαντα μετὰ παῤῥησίας δηλοῦν, εἶτ’ εἰπόντος
9. τι, πρῶτον αὐτῷ χάριν μὲν γνῶναι παραυτίκα, χωρισθέντας
10. δὲ διασκέπτεσθαι καταμόνας ἑαυτοῖς ἐπιτιμῶντας,
11. ἐκκόπτειν τε πειρωμένους τὸ πάθος, οὐκ ἄχρι τοῦ μὴ φαίνεσθαι
12. τοῖς ἄλλοις μόνοις, ἀλλ’ ὥστε μηδὲ ῥίζαν ἐγκαταλείπειν
13. αὐτοῦ τῇ ψυχῇ· ἔτι γὰρ ἀναφύεται τῇ τῶν σωζόντων
14. ἀρδόμενον πονηρίᾳ. διὰ τοῦτο προσεκτέον ἡμῖν αὐτοῖς
15. ἐστιν ἐφ’ ἑκάστῳ τῶν παθῶν, ὅσα περὶ τοὺς πέλας ἐπισκοπούμεθα,
16. εἴ τι κατὰ τὴν ἡμετέραν ἐστὶ ψυχὴν τοιοῦτον.
17. ἐκκοπτέον γὰρ αὐτὸ φυόμενον ἔτι, πρὶν αὐξηθὲν ἀνίατον
1. γενέσθαι. τῶν μὲν ἄλλων ἁπάντων παθῶν τῆς ψυχῆς οἱ
2. πολλοὶ καταφρονοῦσι, καίτοι γε, ὅταν ἑτέρους αὐτὰ πάσχοντας
3. ἴδωσι, καταγινώσκοντες· ἡ λύπη δ’ ἅπασι φαίνεται
4. κακὸν, ὥσπερ ὁ πόνος ἐν τῷ σώματι. καίτοι τῶν συνηθεστάτων
5. ἐμοὶ νεανίσκων, ἐπὶ μικροῖς ἀρνούμενος ἀνιᾷν,
6. ὕστερόν ποτε κατανοήσας τοῦτο, παραγενόμενός τε πρός με
7. βαθὺν ὄρθρον, ὅλης ἔφη τῆς νυκτὸς ἀγρυπνοῦντα ἐπὶ τῷδε
8. τῷ πράγματι, μεταξύ πως εἰς ἀνάμνησιν ἀφικέσθαι τοῦ
9. μηδ’ ἐπὶ μεγίστοις οὕτω ἀνιώμενον, ὡς ἐπὶ τοῖς σμικροῖς,
10. ἐμαυτὸν ἠξίουν μαθεῖν, ὅπως αὑτῷ τοῦτο περιεγένετο, πότερον
11. ἐξ ἀσκήσεών τινων, ἢ φύντι τοιούτῳ. ἀπεκρινάμην
12. οὖν αὐτῷ τἀληθῆ. καὶ γὰρ καὶ τὴν φύσιν ἐν ἅπασιν ἔφην
13. δύνασθαι μέγα ἐν τῇ τῶν παίδων ἡλικίᾳ εἰς ζωῆς τελείωσιν,
14. εἶθ’ ὕστερον τά τε δόγματα καὶ τὴν ἄσκησιν. ὅτι
15. μὲν οὖν αἱ φύσεις ἡμῶν πάμπολυ διαφέρουσιν, μαθεῖν
16. ἐναργῶς ἔστιν ἐπὶ τῶν παραφερομένων παιδίων. ἔνια μὲν
17. γὰρ αὐτῶν ἀεὶ φαιδρὰ, σκυθρωπὰ δ’ ἄλλα θεώμεθα, καὶ
1. τὰ μὲν ἕτοιμα γελᾷν ἐπὶ πᾶσι, τὰ δὲ κλαίειν ἐπὶ μικραῖς
2. προφάσεσιν. οὕτω δὲ καὶ τὰ μὲν ἔχει κοινῇ, τὰ δὲ ἁρπάζει·
3. καὶ τὰ μὲν θυμοῦται σφοδρῶς ἐπὶ τῶν σμικροτάτων,
4. ὡς δάκνειν τε καὶ λακτίζειν, καὶ λίθους καὶ ξύλα ἀμύνασθαι
5. τοὺς πέλας, ὅταν ἀδικεῖσθαι δόξῃ, τὰ δ’ ἔστιν
6. ἀνεξίκακα καὶ πρᾷα, μήτ’ ὀργιζόμενα, μήτε κλαίοντα, πρὶν
7. ἀδικηθῆναί τι μέγα. ταῦτα καὶ ὁ Εὔπολις ἐρωτώμενον
8. Ἀριστείδην τὸν δίκαιον ὑπὸ τοῦ Νικία, ὡς ἐγένου δίκαιος,
9. οὕτω εὐπρεπῶς ἀποκρινάμενον ἐποίησεν· ἡ μὲν φύσις τὸ
10. μέγιστον, ἔπειτα δὲ κᾀγὼ τὴν φύσιν προθύμως συνελάμβανον.
11. οὐ μόνον οὖν ἕτοιμοι τῶν νέων φύσεις πρὸς τὸ
12. λυπεῖσθαι ῥᾳδίως, ἀλλὰ καὶ πρὸς τὸ θυμοῦσθαι
13. καὶ λιχνεύειν, ὧν περ αὐτῶν ἄχρι δεῦρο τὸν πλεῖστον λόγον
14. ἐποιησάμην. ἔτι δὲ πρὸς τοῖς εἰρημένοις ἐστιν ἰδεῖν ἔνια
15. μὲν ἀναίσχυντα τῶν παιδίων, ἔνια δὲ καὶ αἰδούμενα, καὶ
16. τὰ μὲν μνημονικὰ, τὰ δὲ ἀμνήμονα, τινὰ δὲ ἐπιλήσμονα,
17. καὶ τὰ μὲν φιλόπονα περὶ τὰ διδασκόμενα, τὰ δ’ ἀμελῆ
18. καὶ ῥᾴθυμα, καὶ τῶν φιλοπόνων ἔνια μὲν ἐπὶ τῷ χαίρειν
1. ἐπαινούμενα προθύμως, ἔνια δὲ ἐπὶ τῷ καταγινώσκεσθαι
2. πρὸς τῶν διδασκάλων αἰδούμενα, τινὰ δὲ καὶ δεδιέναι τὰς
3. πληγάς. οὕτω δὲ καὶ τῶν ῥᾳθύμων ἐπὶ ταῖς ἐναντίαις ἕκαστον
4. ἔστι ῥᾳθυμεῖν. ἐξ ὧν οὖν θεῶνται περὶ τὰ παιδία
5. πάντες ἄνθρωποι, τὰ μὲν αἰσχυντηλὰ καλοῦσιν αὐτῶν, τὰ
6. δὲ ἀναίσχυντα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἤτοι φιλότιμα
7. καὶ φιλόκαλα, ἢ ἀφιλόκαλα καὶ ἀφιλότιμα· καὶ μὴν δειλὰ,
8. καὶ καταφρονητικὰ τῶν πληγῶν, ἑτέρας τε τοιαύτας ἐπ’ αὐτῶν
9. τίθενται προσηγορίας κατὰ τὰς φύσεις αὐτάς. οὕτω
10. δὲ καὶ τὰ μὲν φιλοψευδῆ, τὰ δὲ φιλαλήθη τῶν παιδίων
11. ὁρῶμεν φύσει ὄντα, καὶ πολλὰς ἄλλας ἔχοντα διαφορὰς
12. ἠθῶν, ὑπὲρ ὧν οὐκ ἀναγκαῖόν ἐστι νῦν λέγειν εἰκότως·
13. ἔνια μὲν γὰρ αὐτῶν ῥᾷστα δέχεται τὴν ἀγαθὴν παιδείαν,
14. ἔνια δὲ οὐδὲν ὀνίναται. οὐ μὴν τούτου γε ἕνεκεν ἀμελητέον
15. ἐστὶ τῶν παιδίων, ἀλλ’ ἐν ἀρίστοις ἤθεσι θρεπτέον. ἢν
16. μὲν οὖν ἡ φύσις αὐτῶν δέχηται τὴν ἐκ τῆς ἐπιμελείας ὠφέλειαν,
17. ἀγαθοὶ γενηθεῖεν ἂν ἄνδρες· εἰ δὲ μὴ δέξαιντό που,
1. τὸ μὲν ἡμέτερον ἄμεμπτον εἴη. παραπλησία γάρ πώς ἐστιν
2. ἡ τῶν παίδων διαγωγὴ τῇ τῶν φυτῶν ἐπιμελείᾳ. κατ’
3. ἐκείνην γοῦν ὁ γεωργὸς οὐκ ἄν ποτε δυνήσαιτο ποιῆσαι τὸν
4. βάτον ἐκφέρειν βότρυν, οὐ γὰρ ἐπιδέχεται ἡ φύσις αὐτοῦ
5. τῆς ἀρχῆς τοιαύτην τελείωσιν. ἀμπέλους δ’ αὖ πάλιν ἑτοίμας
6. οὔσας, ὅσον ἐφ’ ἑαυτῶν, τὸν καρπὸν ἐκφέρειν ἐὰν ἀμελήσας
7. ἐπιτρέψῃ μόνῃ τῇ φύσει, μοχθηρὸν ἢ οὐδ’ ὅλως
8. οἴσουσιν αὐτόν. οὕτω δὲ καὶ εἰ τῶν ζώων ἵππον μὲν παιδεύσῃς,
9. εἰς πολλὰ χρήσιμον ἕξεις, ἄρκτον δὲ κᾂν ἥμερόν
10. ποτε διδάξῃς, μόνιμον οὐχ ἕξει τὴν ἕξιν, ἔχιδνα δὲ καὶ
11. σκορπίος οὐκ ἄχρι τοῦ δοκεῖν ἡμεροῦσθαι προέρχεται. ἐγὼ
12. τοίνυν ὅπως μὲν τὴν φύσιν ἔχω, οὐκ ἔχω γνῶναι· τὸ γὰρ
13. ἑαυτὸν φάναι χαλεπόν ἐστι καὶ τοῖς τελείοις ἀνδράσιν, μή
14. τοί γε δὴ τοῖς παισί.
⟨
(De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 029 Fichtner] [GalLat]
De animi cuiuslibet affectuum et peccatorum dignotione et curatione
Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937; Magnaldi, 1990.
De propriorum animi cuiusque affectuum dignotione et curatione, 1823, vol. 5, p. 1-57. urn:cts:greekLit:tlg0057.tlg028.verbatim-lat1
Barras, Birchler, Morand, 1995 (fra); Magnaldi, 1999 (ita); , 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).
De propriorum animi cuiusque affectuum dignotione et curatione, 7, ed. Kühn, 1823, vol. 5, p. 35-40. urn:cts:greekLit:tlg0057.tlg028.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩