Galenus. De animi cuiuslibet affectuum et peccatorum dignotione et curatione (De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 029 Fichtner] [GalLat]

Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937; Magnaldi, 1990.
De propriorum animi cuiusque affectuum dignotione et curatione, 1823, vol. 5, p. 1-57. urn:cts:greekLit:tlg0057.tlg028.verbatim-lat1
Barras, Birchler, Morand, 1995 (fra); Magnaldi, 1999 (ita); , 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).

De propriorum animi cuiusque affectuum dignotione et curatione, 8, ed. Kühn, 1823, vol. 5, p. 40-45. urn:cts:greekLit:tlg0057.tlg028.1st1K-grc1:8

15. Εὐτύχησα δὲ μεγάλην εὐτυχίαν, ἀοργητότατον
16. καὶ δικαιότατον καὶ χρηστότατον καὶ φιλανθρωπότατον
17. ἔχων πατέρα, μητέρα δὲ ὀργιλωτάτην, ὡς δάκνειν μὲν 
1. ἐνίοτε τὰς θεραπαίνας, ἀεὶ δὲ κεκραγέναι τε καὶ μάχεσθαι
2. τῷ πατρὶ μᾶλλον, ἢ Ξανθίππη Σωκράτει. παράλληλά τε
3. ὁρῶντί μοι τὰ καλὰ τῶν τοῦ πατρὸς ἔργων τοῖς αἰσχροῖς
4. πάθεσι τῆς μητρὸς ἐπῄει τὰ μὲν ἀσπάζεσθαί τε καὶ φιλεῖν,
5. τὰ δὲ φεύγειν καὶ μισεῖν. ὥσπερ δὲ ἐν τούτοις ἑώρων παμπόλλην
6. διαφορὰν τῶν γονέων, οὕτω κᾀν τῷ, τὸν μὲν ἐπὶ
7. οὐδεμίᾳ ζημίᾳ λυπούμενον, ἀνιωμένην δ’ ἐπισμικροτάτοις
8. τὴν μητέρα. γιγνώσκεις δὲ δήπου καὶ σὺ τοὺς παῖδας, οἷς
9. μὲν ἂν ἡσθῶσι, ταῦτα μιμουμένους, ἃ δ’ ἂν ἀηδῶς ὁρῶσι,
10. φεύγοντας. ἡ μὲν οὖν ὑπὸ τῷ πατρὶ παιδεία τοιαύτη τις
11. ἦν· ὑποπληρώσας δὲ τεσσαρεσκαιδέκατον ἔτος, ἤκουον φιλοσόφων
12. πολιτῶν, ἐπὶ πλεῖστον μὲν Στωϊκοῦ Φιλοπάτορος
13. μαθητοῦ, βραχὺν δέ τινα καὶ Πλατωνικοῦ μαθητοῦ
14. Γαΐου, διὰ τὸ μὴ σχολάζειν αὐτὸν, εἰς πολιτικὰς ἀσχολίας
15. ἑλκόμενον ὑπὸ τῶν πολιτῶν, ὅτι μόνος αὐτοῖς ἐδόκει
16. δίκαιός τε καὶ χρημάτων εἶναι κρείττων, εὐπρόσιτός τε καὶ
17. πρᾷος. ἐν τούτῳ δέ τις καὶ ἄλλος ἦλθε πολίτης ἡμέτερος
1. ἐξ ἀποδημίας μακρᾶς, Ἀσπασίου τοῦ Περιπατητικοῦ μαθητὴς,
2. καὶ μετὰ τοῦτον ἀπὸ τῶν Ἀθηνῶν ἄλλος Ἐπικούρειος,
3. ὧν ἁπάντων ὁ πατὴρ δι’ ἐμὲ τοῦ βίου καὶ τῶν δογμάτων
4. ἐξέτασιν ἐποιεῖτο, σὺν ἐμοὶ πρὸς αὐτοὺς ἀφικνούμενος. ἐγεγύμναστο
5. δ’ ἐπὶ πλεῖστον ἐν γεωμετρίᾳ, καὶ ἀριθμητικῇ,
6. καὶ ἀρχιτεκτονίᾳ, καὶ ἀστρονομίᾳ. βουλόμενος γοῦν ὁμοίως
7. ταῖς γραμμικαῖς ἀποδείξεσιν λέγειν κεχρῆσθαι τὸν διδάξαντα·
8. διὰ ταύτην δὲ χρὴ τὴν αἰτίαν μηδὲ διαφωνίαν γεγονέναι
9. πρὸς ἀλλήλους. τῶν ἀπὸ τῶν σοῦ δηλονότι μαθημάτων
10. καλῶν, καθάπερ οἱ ἀρχαῖοι κατὰ τὰς προειρημένας
11. τέχνας, ὧν αἱ πρῶται γεωμετρία τε καὶ ἀριθμητική. καθάπερ
12. οὖν ἔφην, τὸ μὴ προπετῶς ἀπὸ μιᾶς αἱρέσεως ἀναγορεύσας
13. σαυτὸν, ἀλλὰ ἐν χρόνῳ παμπόλλῳ μανθάνων τε καὶ
14. κρίνων αὐτὰς, οὕτως πρὸς ἁπάντων μὲν ἀνθρώπων ἐπαινεῖται.
15. συνομολογεῖται δὲ καὶ τοῖς φιλοσόφοις εἶναι ζηλωτέα
16. ταῦτα, καὶ νῦν ἤδη ζηλωτέον αὐτὰ, καὶ μανθάνειν, καὶ
17. αὐξάνειν ἀξιῶσαι, δικαιοσύνης ἀντιποιούμενον, καὶ σωφροσύνης,
18. ἀνδρείας τε καὶ φρονήσεως. ἐπαινοῦσι γὰρ ἅπαντες
1. τὰς ἀρετὰς ταύτας, κᾂν αὐτοὶ συνειδῶσιν ἑαυτοῖς οὐδεμίαν
2. αὐτῶν ἔχουσι, καὶ φαίνεσθαί γε πειρῶνται τοῖς ἄλλοις ἀνδρεῖοι,
3. καὶ σώφρονες, καὶ δίκαιοι, καὶ φρόνιμοι, ἄλυποι
4. μέντοι κατ’ ἀλήθειαν εἶναι, κᾂν μὴ φαίνωνται τοῖς ἄλλοις.
5. ὥστε τοῦτο πρῶτον ἁπάντων ἀσκητέον ἐστὶν, τὸ σπουδαζόμενον
6. ἅπασιν ἀνθρώποις μᾶλλον τῶν ἄλλων ἀρετῶν. ταύτας,
7. ἔφην ἐγὼ, παρὰ τοῦ πατρὸς λαβὼν τὰς ἐντολὰς ἄχρι δεῦρο
8. διαφυλάττω, μήτ’ ἀφ’ αἱρέσεώς τινος ἐμαυτὸν ἀναγορεύσας·
9. ὧν σπουδῇ πάσῃ ἀκριβῆ τὴν ἐξέτασιν ἔχων, ἀνεύπληκτός τε
10. πρὸς τὰ κατὰ τὸν βίον ὁσημέραι συμπίπτοντα διαμένω,
11. ὥσπερ ἑώρων τὸν πατέρα. οὔτ’ οὖν ἀπώλειά τινος λυπήσει
12. με, πλὴν εἰ παντοίως ἀπολέσαιμι τὰ κτήματα· τοῦτο γὰρ
13. οὐδέπω πεπείραμαι. δόξης τε καὶ τιμῆς ὁ πατὴρ εἴθισέ με
14. καταφρονεῖν, ἀλήθειαν μόνην τιμῶντα. λυπουμένους δ’ ὁρῶ
15. τοὺς πολλοὺς, ὅταν ἤτοι ἀτιμᾶσθαι δοκῶσιν ὑπό τινος, ἢ
16. χρημάτων ἀπωλείᾳ. κατὰ τοῦτ’ οὖν, ἔφην, οὐδὲ λυπούμενον
17. εἶδές μέ ποτε. οὐδὲ ἐπὶ χρημάτων ἀπώλεια συνέπεσέ
18. μοι μέχρι τοῦ δεῦρο τηλικαύτη τὸ μέγεθος, ὡς μηκέτ’ ἔχειν
1. ἐκ τῶν ὑπολοίπων ἐπιμελεῖσθαι τοῦ σώματος ὑγιεινῶς, μήτ’
2. ἀτιμία τις, ὡς ὁρᾷν με τοῦ συνεδρίου τῆς ἐμῆς βουλῆς
3. ἀφαιρεθέντα. εἰ δέ τινας μὲν ἀκούσαιμι ψέγειν, τινὰς δὲ
4. ἐπαινοῦντας, αὐτοῖς ἀντιτίθημι, καὶ νομίζω τὸ πάντας ἀνθρώπους
5. ἐπαινοῦντας ἐπιθυμεῖν ἔχειν ἐοικέναι τῷ ἅπαντα
6. ἔχειν ἐθέλειν κτήματα. δοκῶ τοίνυν, ἔφην, ἐμαυτῷ,
7. τάχα δὲ καὶ σοὶ δόξω μηδὲν ἄχρι δεῦρο μέγα πεπονθέναι
8. διὰ τέλους ἀλύπως. οὔτε γὰρ ἀφῃρέθην ἁπάντων τῶν χρημάτων,
9. οὔτ’ ἠτιμήθην. εἰ δὲ βοῦς, ἢ ἵππος, ἢ οἰκέτης
10. ἀπέθανεν, οὐχ ἱκανὸν τοῦτο λυπῆσαι μεμνημένον ὧν ὁ
11. πατὴρ ὑπέθετο, μὴ πρότερον ἐπὶ χρημάτων ἀπωλείᾳ λυπηθῆναι
12. συμβουλεύων, ἄχρις ἂν ᾖ τὰ λειπόμενα πρὸς τὴν
13. τοῦ σώματος ἐπιμέλειαν αὐτάρκη. τοῦτον γὰρ ἐτίθετο πρῶτον
14. ὅρον ἐκείνων κτημάτων, ὡς μὴ πεινᾷν, μὴ ῥιγοῦν, μὴ
15. διψᾷν· εἰ δὲ πλείω τις εἰς ταῦτα χρεία εἴη, καὶ πρὸς τὰς
16. καλὰς πράξεις, ἔφη, χρηστέον αὐτῶν. ἐμοὶ τοίνυν ἄχρι δεῦρο
17. τοσαύτη χρημάτων χρῆσίς ἐστιν, ὡς καὶ πρὸς τὰς τοιαύτας
1. πράξεις ἐξαρκεῖν. οἶδα δὲ, ἔφη, καί σε διπλασίαν
2. τε ἐμοῦ κεκτημένον, ἐπιτίμιόν τε κατὰ τὴν πόλιν ἡμῶν οὕτως,
3. ὡς, τίς ἂν εἴη σοι λύπης αἰτία, πλὴν ἀπληστίας, οὐχ
4. ὁρῶ. πρὸς ταύτην οὖν ἄσκησιν μόνην ἄνεισον ἐγὼ διὰ
5. μνήμης ἔχων, καὶ μελετῶν ἀεὶ, καὶ σκοπούμενος, μέχρι περ
6. ἂν τούτῳ ἐπείσθην, ὡς τὸ τὰ δὶς δύο τέσσαρα εἶναι.

Cliquer un n° de page pour en afficher l’image